BIBLIOTHECA AUGUSTANA

 

Klaudios Ptolemaios

ca. 85 - ca. 165 p. Chr. n.

 

Γεωγραφικὴ ὑφήγησις

 

Βιβλίον αʹ

 

________________________________________________________________

 

 

{41}

Κεφ. κʹ.

Περὶ τῆς ἀσυμμετρίας τοῦ κατὰ τὸν

Μαρῖνον γεωγραφικοῦ πίνακος.

 

§ 1. Ἰδιάζοι δ᾽ ἂν ἑκατέρα τῶν ἐπιβολῶν, ὅτι τὸ μὲν ἐπὶ σφαίρας ποιεῖσθαι τὴν καταγραφὴν αὐτόθεν μὲν ἔχει τὴν τοῦ σχήματος τῆς γῆς ὁμοιότητα καὶ οὐ δεῖ τινος πρὸς τὸ τοιοῦτον ἐπιτεχνήσεως· οὐ μὴν οὔτε πρόχειρον παρέχει τὸ δυνάμενον μέγεθος χωρῆσαι τὰ πολλὰ τῶν ἀναγκαίως καταταχθησομένων, οὔτε τὴν ἐπιβολὴν τῆς ὄψεως ἀθρόαν ὅλωι τῶι σχήματι δύναται προσάπτειν· ἀλλὰ θάτερον δεῖ παραφέρειν ἐπὶ τὴν τῶν ἐφεξῆς προσβολὴν, τουτέστιν ἢ τὴν ὄψιν, ἢ τὴν σφαῖραν. § 2. Τὸ δ᾽ ἐν ἐπιπέδωι τούτων μὲν παντάπασιν ἀπήλλακται· μέθοδον δ᾽ ἐπιζητεῖ τινα πρὸς τὴν ὁμοιότητα τῆς σφαιρικῆς εἰκόνος, ἵνα τὰς ἐπ᾽ αὐτῆι συνισταμένας διαστάσεις συμμέτρους ὡς ἔνι μάλιστα ποιῆι καὶ κατὰ τὴν ἡπλωμένην ἐπιφάνειαν ταῖς ἀληθιναῖς· § 3. ὅπερ Μαρῖνος εἰς ἐπίστασιν οὐ τὴν τυχοῦσαν ἀγαγών, καὶ πάσαις ἁπαξαπλῶς μεμψάμενος ταῖς μεθόδοις τῶν ἐπιπέδων καταγραφῶν, οὐδὲν ἧττον αὐτὸς φαίνεται κεχρημένος τῆι μάλιστα μὴ ποιούσηι συμμέτρους τὰς διαστάσεις· § 4. τὰς μὲν γὰρ ἀντὶ τῶν κύκλων γραμμὰς τῶν τε παραλλήλων καὶ τῶν μεσημβρινῶν εὐθείας ὑπεστήσατο πάσας, καὶ ἔτι καὶ τὰς τῶν μεσημβρινῶν παραλλήλους ἀλλήλαις παραπλησίως τοῖς πολλοῖς. § 5. Μόνον δ᾽ αὐτὸς τετήρηκε τὸν διὰ Ῥόδου παράλληλον σύμμετρον τῶι μεσημβρινῶι, κατὰ τὸν ἐν τῆι σφαίραι τῶν ὁμοίων περιφερειῶν ἐπιτέταρτον ἔγγιστα λόγον τοῦ μεγίστου κύκλου πρὸς τὸν παράλληλον τὸν ἀπέχοντα τοῦ ἰσημερινοῦ {42} μοίρας τριάκονταέξ· τῶν δ᾽ ἄλλων οὐδενὸς ἔτι φαίνεται πεφροντικὼς οὔτε συμμετρίας ἕνεκεν, οὔτε τῆς σφαιρικῆς προσβολῆς. § 6. Πρῶτον μὲν γὰρ καθισταμένης τῆς ὄψεως πρὸς τὸ μέσον τοῦ βορείου τεταρτημορίου τῆς σφαίρας, ἐν ὧι τὸ πλεῖστον καταγράφεται τῆς οἰκουμένης, οἱ μὲν μεσημβρινοὶ δύνανται φαντασίας εὐθειῶν παρέχειν, ὅταν ἐκ τῆς περιφορᾶς ἕκαστος ἀντίος καθίστηται, καὶ πίπτηι τὸ ἐπίπεδον αὐτοῦ διὰ τῆς κορυφῆς τῆς ὄψεως, οὐκέτι μέντοι καὶ οἱ παράλληλοι διὰ τὴν παράθεσιν τοῦ βορείου πόλου, κύκλων δὲ τμήματα παρεμφαίνουσι σαφῶς τὰ κυρτὰ πρὸς μεσημβρίαν ἀποστρεφόντων. § 7. Ἔπειτα καὶ κατὰ τὴν ἀλήθειαν καὶ κατὰ τὴν φαντασίαν τῶν αὐτῶν μεσημβρινῶν ὁμοίας μέν, ἀνίσους δὲ περιφερείας ἐν τοῖς διαφέρουσι κατὰ μέγεθος παραλλήλοις ἀπολαμβανόντων, καὶ μείζους ἀεὶ τὰς ἐν τοῖς ἐγγυτέρω τοῦ ἰσημερινοῦ πάσας αὑταῖς ἴσας ποιεῖ, τὰς μὲν τῶν βορειοτέρων κλιμάτων τοῦ διὰ Ῥόδου διαστάσεις ἐπὶ πλεῖον τῆς ἀληθείας ἐκτείνων, τὰς δὲ τῶν νοτιωτέρων ἐπ᾽ ἔλαττον συνάγων, ὡς μηδ᾽ ἐφαρμόζειν ἔτι αὐτὰς τοῖς ἐκτεθειμένοις ὑπ᾽ αὐτοῦ σταδιασμοῖς, ἀλλὰ λείπειν μὲν τὰς ὑπὸ τὸν ἰσημερινὸν τῶι πέμπτωι μάλιστα ἑαυτῶν μέρει, ὅσωι καὶ ὁ διὰ Ῥόδου παράλληλος λείπει τοῦ ἰσημερινοῦ, πλεονάζειν δὲ τὰς ὑπὸ τὸν διὰ Θούλης τοῖς τέσσαρσιν ἑαυτῶν πέμπτοις, ὅσοις καὶ ὁ διὰ Ῥόδου πλεονάζει τοῦ διὰ Θούλης· § 8. ἔστι γὰρ ἔγγιστα, οἵων ὁ ἰσημερινὸς ἢ ὁ μεσημβρινὸς ἑκατὸν δεκαπέντε, τοιούτων ὁ μὲν τὰς τριακονταὲξ μοίρας ἀπέχων τοῦ ἰσημερινοῦ καὶ διὰ Ῥόδου γραφόμενος παράλληλος Ϟγʹ, ὁ δέ, τὰς ξγ° καὶ διὰ Θούλης γραφόμενος νβʹ.