Klaudios Ptolemaios
ca. 85 - ca. 165 p. Chr. n.
Γεωγραφικὴ ὑφήγησις
Βιβλίον αʹ
|
|
________________________________________________________________
|
|
Κεφ. θʹ.Ἡ αὐτὴ διόρθωσις ἀπὸ τῶνκατὰ πλοῦν διανύσεων.
§ 1. Ἔπειτα καὶ κατὰ τὸν μεταξὺ τῶν Ἀρωμάτων καὶ τῶν Ῥάπτων πλοῦν, Διογένη μέν τινά φησι τῶν εἰς {19} τὴν Ἰνδικὴν πλεόντων ὑποστρέφοντα τὸ δεύτερον, ὅτε ἐγένετο κατὰ τὰ Ἀρώματα ἀπωσθῆναι ἀπαρκτίαις, καὶ ἐν δεξιᾶι ἔχοντα τὴν Τρωγλοδυτικὴν ἐπὶ ἡμέρας κεʹ παραγενέσθαι εἰς τὰς λίμνας, ὅθεν ὁ Νεῖλος ῥεῖ, ὧν ἐστι τὸ τῶν Ῥάπτων ἀκρωτήριον ὀλίγωι νοτιώτερον. Θεόφιλον δέ τινα τῶν εἰς τὴν Ἀζανίαν πλεόντων ἀπὸ τῶν Ῥάπτων ἀναχθῆναι νότωι, καὶ εἰκοστῆι ἡμέραι ἐληλυθέναι εἰς τὰ Ἀρώματα. § 2. Τούτων δὲ ἑκάτερος οὔτε τὸν πλοῦν ἡμερῶν ὅσων εἶπεν – ἀλλ᾽ ὁ μὲν Θεόφιλος εἰκοστῆι ἡμέραι κατῆχθαι, ὁ δὲ Διογένης ἐπὶ ἡμέρας εἰκοσιπέντε παραπλεῦσαι τὴν Τρωγλοδυτικήν, ὅσας ἔπλευσαν ἱστορήσαντες μόνον, οὐχὶ δὲ ὅσων ἐστὶν ἡμερῶν ὁ πλοῦς, ἐπιλογισάμενοι διὰ τὴν τῶν πνευμάτων ἐπὶ τοσοῦτον χρόνον ἀνωμαλίαν καὶ παραλλαγὴν – οὔθ᾽ ὅτι πρὸς ἄρκτους ἢ πρὸς μεσημβρίαν ὅλος αὐτοῖς γέγονεν ὁ πλοῦς. § 3. Ἀλλ᾽ ὁ μὲν Διογένης ἐξωσθῆναι μόνον ἀπαρκτίαι, ὁ δὲ Θεόφιλος, ἀναχθῆναι μόνον νότωι, τὸν δὲ λοιπὸν πλοῦν, ὅτι τὴν αὐτὴν ἐτήρει πρόσνευσιν, οὐδέτερος εἴρηκεν· οὐδὲ γὰρ πιθανόν ἐστιν ἐπὶ τοσαύτας ἡμέρας τὴν αὐτὴν φυλαχθῆναι πνεύματος φοράν. § 4. Καὶ διὰ τοῦτο δὴ, τοῦ Διογένους τὴν ἀπὸ τῶν Ἀρωμάτων ἐπὶ τὰς λίμνας, ὧν ἐστι τὸ τῶν Ῥάπτων ἀκρωτήριον νοτιώτερον, διάστασιν ἡμέραις εἰκοσιπέντε διανύσαντος, ὁ Θεόφιλος τὴν ἀπὸ τῶν Ῥάπτων ἐπὶ τὰ Ἀρώματα μείζονα οὖσαν εἰκοσταῖος διέπλευσε· καὶ τοῦ Θεοφίλου τὸν τοῦ νυχθημέρου φορὸν πλοῦν χιλίων ὑποτιθεμένου σταδίων, οἷς καὶ αὐτὸς ἠκολούθησεν, ὅμως φησὶν ὑπὸ Διοσκόρου τὸν ἀπὸ τῶν Ῥάπτων ἐπὶ τὸ Πράσον πλοῦν, πολλῶν ἡμερῶν ὄντα, πεντακισχιλίων μόνων ὑποτίθεσθαι σταδίων, {20} εὐμεταβόλων, ὡς εἰκὸς, ὄντων τῶν ὑπὸ τὸν ἰσημερινὸν πνευμάτων διὰ τὸ καὶ τὰς κατ᾽ αὐτὸν ἐπὶ τὰ πλάγια τοῦ ἡλίου παρόδους ὀξυτέρας συνίστασθαι. § 5. Διά τε δὴ ταῦτα μᾶλλον ἔδει μὴ κατακολουθεῖν τῶι πλήθει τῶν ἐκτεθειμένων ἡμερῶν, καὶ διὰ τὸ πάντων ἐναργέστατον, ὅτι τοὺς Αἰθίοπας καὶ τὴν συνέλευσιν τῶν ῥινοκερώτων· ἐπὶ τὴν κατεψυγμένην ζώνην τῆς ἀντοικουμένης ὁ συντιθέμενος ἐξ αὐτῶν ἐπιλογισμὸς προσάγει, πάντων ὁμοίων ταῖς κράσεσιν ὀφειλόντων συνίστασθαι καὶ ζώων καὶ φυτῶν, ἀκολούθως ταῖς τοῦ περιέχοντος ἀναλογίαις τῶν ὑπὸ τοὺς αὐτοὺς ἢ τοὺς ἴσον ἀπέχοντας ὁποτέρου τῶν πόλων παραλλήλους γινομένων. § 6. Ὅθεν ὁ μὲν Μαρῖνος μέχρι μόνου τοῦ χειμερινοῦ τροπικοῦ συνεῖλε τὴν διάστασιν, οὐδὲ μιᾶς ἂν εὐλόγου προσαρμοσθείσης αἰτίας τῶι ποσῶι τῆς συναιρέσεως, εἰ παραδέχοιτό τις καὶ τὸ πλῆθος τῶν ἡμερῶν καὶ τὸ τεταγμένον τῶν διανύσεων, ὅπερ αὐτὸς ποιεῖ. § 7. Ταῦτα γὰρ τηρῶν τὸ ποσὸν μόνον τῶν ἡμερησίων σταδίων μειοῖ παρὰ τὸ μέτριον καὶ σύνηθες, μέχρις ἂν τὸ πέρας εἰς ὃν αὐτὸς ὤιετο δεῖν παράλληλον ἀφίκηται. Τοὐναντίον δ᾽ ἀκόλουθον ἦν, τῶι μὲν δυνατῶι τῆς ἡμερησίας διανύσεως πιστεύειν, τῶι τεταγμένωι δὲ καὶ κατὰ τὴν ἰσότητα καὶ κατὰ τὴν θέσιν ἀπιστεῖν· ὡς μὴ διὰ τούτων ἐνδέχεσθαι λαβεῖν τὴν ἐπιζητουμένην διάστασιν, οὐ μόνον ὅτι μείζων ἂν γένοιτο τῆς ἐπὶ τὸν ἰσημερινὸν, ἀλλ᾽ ἀπό τινος τῶν ἐναργεστέρων φαινομένων. § 8. Τὸ δὲ τοιοῦτον ὑπῆρξε μὲν ἂν καὶ παντάπασιν ἀκριβῶς, εἰ μαθηματικώτερόν τις ἐπισκεψάμενος ἐτύγχανε τὰ συμβεβηκότα ταῖς χώραις ἐκείναις. Οὐκ οὔσης δὲ τοιαύτης {21} ἱστορίας, ἀπὸ τῆς ἁπλουστέρας καταλείποιτ᾽ ἃν ὁλοσχερέστερον σκοπεῖν τὸ εὔλογον τοῦ ποσοῦ τῆς ὑπὲρ τὸν ἰσημερινὸν ἐκβάσεως· αὕτη δέ ἐστιν ἡ κατὰ τὰς ἰδέας καὶ τὰς χρόας τῶν ἐν τοῖς τόποις ζώων· ἀφ᾽ ἧς οὐδὲ μέχρι τοῦ χειμερινοῦ τροπικοῦ – φθάνειν ἀκόλουθόν ἐστι τὸν διὰ τῆς Ἀγίσυμβα χώρας παράλληλον, Αἰθιόπων οὔσης σαφῶς, ἀλλ᾽ ἐγγυτέρω τοῦ ἰσημερινοῦ καταλήγειν. § 9. Οὐδὲ γὰρ παρ᾽ ἡμῖν ἐν τοῖς ὁμοταγέσι τόποις, τουτέστι τοῖς ὑπὸ τὸν θερινὸν τροπικὸν, ἤδη τὰς χρόας ἔχουσιν Αἰθιόπων, οὐδὲ ῥινοκέρωτές εἰσιν ἢ ἐλέφαντες· ἀλλ᾽ ἐν μὲν τοῖς οὐ πολλῶι τούτων νοτιωτέροις ἠρέμα τυγχάνουσι μέλανες, ὡς οἱ τὴν ἐκτὸς Συήνης τριακοντάσχοινον οἰκοῦντες· ὁποίους ὄντας τοὺς Γαράμαντας καὶ ὁ Μαρῖνος διὰ ταύτην τὴν αἰτίαν, οὔτε κατ᾽ αὐτὸν τὸν θερινὸν τροπικὸν, οὔτε βορειοτέρους αὐτοῦ, νοτιωτέρους δὲ πάντως ἱδρύσθαι φησίν. § 10. Ἐν δὲ τοῖς περὶ Μερόην τόποις ἤδη κατακόρως εἰσὶ μέλανες τὰ χρώματα, καὶ πρώτως Αἰθίοπες ἄκρατοι, καὶ τὸ τῶν ἐλεφάντων καὶ τὸ τῶν παραδοξοτέρων ζώων γένος ἐπινέμεται. |