BIBLIOTHECA AUGUSTANA

 

Klaudios Ptolemaios

ca. 85 - ca. 165 p. Chr. n.

 

Γεωγραφικὴ ὑφήγησις

 

Βιβλίον αʹ

 

________________________________________________________________

 

 

{17}

Κεφ. ηʹ.

Ἡ αὐτὴ διόρθωσις ἀπὸ τῶν διανύσεων

τῶν κατὰ τὰς ὁδοιπορίας.

 

§ 1. Ἐπὶ δὲ τῶν διανύσεων, ἐκ μὲν τῆς κατὰ γῆν ἐπιλογιζόμενος τὰς κατὰ μέρος ἡμέρας τῶν πορειῶν, τῶν ἀπὸ Λέπτεως τῆς μεγάλης ἕως τῆς Ἀγίσυμβα χώρας, συνάγει ταύτην νοτιωτέραν τοῦ ἰσημερινοῦ σταδίοις δισμυρίοις τετρακισχιλίοις ἑξακοσίοις ὀγδοήκοντα· ἐκ δὲ τῆς κατὰ θάλασσαν διὰ τῶν ἡμερῶν πάλιν τοῦ πλοῦ, τοῦ ἀπὸ Πτολεμαΐδος, τῆς ἐν τῆι Τρωγλοδυτικῆι, ἐπὶ τὸ Πράσον ἀκρωτήριον, συνάγει καὶ τοῦτο νοτιώτερον τοῦ ἰσημερινοῦ σταδίοις δισμυρίοις ἑπτακισχιλίοις ὀκτακοσίοις· ὥστε τὸ Πράσον ἀκρωτήριον καὶ τὴν Ἀγίσυμβα χώραν, Αἰθιόπων οὖσαν, καὶ ὡς αὐτός φησι, μηδὲ περιορίζουσαν ἀπὸ νότου τὴν Αἰθιοπίαν, ἐπὶ τὴν κατεψυγμένην ζώνην φέρειν τῆς ἀντοικουμένης. § 2. Οἱ γὰρ δισμύριοι ἑπτακισχίλιοι ὀκτακόσιοι στάδιοι ποιοῦσιν ἐπὶ τοῦ μεσημβρινοῦ μοίρας πεντήκοντα πέντε καὶ τρία πέμπτα· ὅσας ἀπέχουσιν ἐπὶ θάτερα τοῦ ἰσημερινοῦ καὶ κατὰ τὴν ὁμοίαν κρᾶσιν οἱ τὰ βόρεια τῆς Μαιώτιδος λίμνης κατανεμόμενοι Σκύθαι καὶ Σαρμάται. § 3. Συναιρεῖ μὲν οὖν καὶ αὐτὸς τὸν ἐκκείμενον σταδιασμὸν εἰς ἐλάττονα τοῦ ἡμίσεως, τουτέστιν, εἰς μυρίους καὶ δισχιλίους σταδίους, ὅσους ἔγγιστα ὁ χειμερινὸς τροπικὸς ἀπέχει τοῦ ἰσημερινοῦ. § 4. Παρατίθεται δὲ αἰτίας τῆς συναιρέσεως τάς τε τῶν ἰθυτενῶν ἐκτροπὰς καὶ τὰς ἀνωμαλίας τῶν διανύσεων μόνας, παρεὶς ἔτι προτέρας καὶ προχειροτέρας, ἐξ ὧν οὐ τὸ μειῶσαι μόνον φαίνοιτ᾽ ἂν ἀναγκαῖον, ἀλλὰ καὶ τὸ μέχρι τοσούτου. {18} § 5. Πρῶτον μὲν γὰρ ἐπὶ τῆς ὁδοιπορίας τῆς ἀπὸ Γαράμης ἐπὶ τοὺς Αἰθίοπάς, φησι Σεπτίμιον μὲν Φλάκκον τὸν ἐκ τῆς Λιβύης στρατευσάμενον ἀφικέσθαι πρὸς τοὺς Αἰθίοπας ἀπὸ τῶν Γαραμάντων μησὶ τρισὶν ὁδεύοντα πρὸς μεσημβρίαν· Ἰούλιον δὲ Μάτερνον, τὸν ἀπὸ Λέπτεως τῆς μεγάλης, ἀπὸ Γαράμης ἅμα τῶι βασιλεῖ τῶν Γαραμάντων ἐπερχομένωι τοῖς Αἰθίοψιν, ὁδεύσαντα τὰ πάντα πρὸς μεσημβρίαν, μησὶ τέσσαρσιν ἀφικέσθαι εἰς τὴν Ἀγίσυμβα χώραν τῶν Αἰθιόπων, ἔνθα οἱ ῥινοκέρωτες συνέρχονται. § 6. Ὧν ἑκάτερον ἄπιστόν ἐστι καὶ καθ᾽ αὑτό, διά τε τὸ μὴ τοσούτωι κεχωρίσθαι τοὺς ἐντὸς Αἰθίοπας τῶν Γαραμάντων, ὡς τριμήνου δίοδον ἀπέχειν, ὄντων τε καὶ αὐτῶν ἤδη μᾶλλον Αἰθιόπων, καὶ τὸν αὐτὸν ἐχόντων ἐκείνοις βασιλέα, καὶ διὰ τὸ παντάπασι γελοῖον εἶναι, τὴν τοῦ βασιλέως ἔφοδον τῶν ὑποτεταγμένων ἐπὶ μίαν διάστασιν μόνην γενέσθαι τὴν ἀπ᾽ ἄρκτων πρὸς μεσημβρίαν, πλεῖστον ἐφ᾽ ἑκάτερα πρὸς ἀνατολὰς καὶ δύσεις τῶν ἐθνῶν τούτων ἐκτεινομένων, καὶ ἔτι μηδαμῆ διατριβὰς ἀξιολόγους ἐμποιῆσαι. § 7. Δι᾽ ὧν εἰκὸς ἢ τερατεύσασθαι τοὺς ἄνδρας, ἢ τὸ πρὸς μεσημβρίαν οὕτως εἰπεῖν, ὡς εἰώθασιν οἱ ἐπιχώριοι λέγειν εἰς τὸν νότον, ἢ εἰς τὸν λίβα, καταχρώμενοι τῶι μᾶλλον ἀντὶ τῆς ἀκριβείας.