BIBLIOTHECA AUGUSTANA

 

Klaudios Ptolemaios

ca. 85 - ca. 165 p. Chr. n.

 

Γεωγραφικὴ ὑφήγησις

 

Βιβλίον αʹ

 

________________________________________________________________

 

 

{3}

Κεφ. αʹ.

Τίνι διαφέρει γεωγραφία χωρογραφίας;

 

§ 1. Ἡ γεωγραφία μίμησίς ἐστι διαγραφῆς τοῦ κατειλημμένου τῆς γῆς μέρους ὅλου μετὰ τῶν ὡς ἐπίπαν αὐτῶι συνημμένων, καὶ διαφέρει τῆς χωρογραφίας, ἐπειδήπερ αὕτη μὲν ἀποτεμνομένη τοὺς κατὰ μέρος τόπους χωρὶς ἕκαστον καὶ καθ᾽ αὑτὸν ἐκτίθεται, συναπογραφομένη πάντα σχεδὸν καὶ τὰ σμικρότατα τῶν ἐμπεριλαμβανομένων, οἷον λιμένας καὶ κώμας καὶ δήμους καὶ τὰς ἀπὸ τῶν πρώτων ποταμῶν ἐκτροπὰς καὶ τὰ παραπλήσια. § 2. Τῆς δὲ γεωγραφίας ἴδιόν ἐστι τὸ μίαν τε καὶ συνεχῆ δεικνύναι τὴν ἐγνωσμένην γῆν, ὡς ἔχει φύσεώς τε καὶ θέσεως, καὶ μέχρι μόνων τῶν ἐν ὅλαις καὶ περιεκτικωτέραις περιγραφαῖς αὐτῆι συνημμένων, οἷον κόλπων καὶ πόλεων μεγάλων, ἐθνῶν τε καὶ ποταμῶν τῶν ἀξιολογωτέρων, καὶ τῶν καθ᾽ ἕκαστον εἶδος ἐπισημοτέρων. § 3. Ἔχεται δὲ τὸ μὲν χωρογραφικὸν τέλος τῆς ἐπὶ μέρους προσβολῆς, ὡς ἂν εἴ τις οὖς μόνον ἢ ὀφθαλμὸν μιμοῖτο· τὸ δὲ γεωγραφικὸν τῆς καθόλου θεωρίας κατὰ τὸ ἀνάλογον τοῖς ὅλην τὴν κεφαλὴν ὑπογραφομένοις. § 4. Πάσαις γὰρ ταῖς {4} ὑποτεθειμέναις εἰκόσι τῶν πρώτων μερῶν ἀναγκαίως καὶ προηγουμένως ἐφαρμοζομένων, καὶ ἔτι τῶν δεξομένων τὰς γραφὰς συμμέτρων ὀφειλόντων εἶναι ταῖς ἐξ ἀποχῆς αὐτάρκους τῶν ὄψεων διαστάσεσιν, ἐάν τε τέλειον ἦι τὸ γραφόμενον, ἐάν τ᾽ ἐπὶ μέρους, ἵν᾽ ἅπαν αἰσθητῶς παραλαμβάνηται, παρηκολούθησεν εὐλόγως ἅμα καὶ χρησίμως τῆι μὲν χωρογραφίαι συναποδιδόναι καὶ τὰ μικρομερέστερα τῶν ἰδιωμάτων, τῆι δὲ γεωγραφίαι τὰς χώρας αὐτὰς μετὰ τῶν καθόλου παρακειμένων· ὅτι καὶ πρῶτα μέρη καὶ μεγέθεσι συμμέτροις εὐκατάτακτα, τῆς μὲν οἰκουμένης αἱ τῶν χωρῶν τοποθεσίαι, τούτων δὲ αἱ τῶν ἐπιπλεῖον αὐταῖς ἐμπεριεχομένων διαφοραί. § 5. Καταγίνεται δ᾽ ἐπὶ πλεῖστον ἡ μὲν χωρογραφία περὶ τὸ ποιὸν μᾶλλον, ἢ τὸ ποσὸν τῶν κατατασσομένων, (τῆς γὰρ ὁμοιότητος πεφρόντικε πανταχῆ, καὶ οὐχ οὕτως τοῦ συμμέτρου τῶν θέσεων) ἡ δὲ γεωγραφία περὶ τὸ ποσὸν μᾶλλον, ἢ τὸ ποιόν· ἐπειδήπερ τῆς μὲν ἀναλογίας τῶν διαστάσεων ἐν πᾶσι ποιεῖται πρόνοιαν, τῆς δ᾽ ὁμοιότητος μέχρι τῶν μεγαλομερεστέρων περιγραφῶν καὶ κατ᾽ αὐτὸ τὸ σχῆμα μόνον. § 6. Ὅθεν ἐκείνηι μὲν δεῖ τοπογραφίας, καὶ οὐδὲ εἷς ἂν χωρογραφήσειεν, εἰ μὴ γραφικὸς ἀνήρ· ταύτηι δ᾽ οὐ πάντως· ἐμποιεῖ γὰρ καὶ διὰ ψιλῶν τῶν γραμμῶν καὶ τῶν παρασημειώσεων δεικνύναι καὶ τὰς θέσεις καὶ τοὺς καθόλου σχηματισμούς. § 7. Διὰ ταῦτα ἐκείνηι μὲν οὐδέν τι δεῖ μεθόδου μαθηματικῆς, ἐνταῦθα δὲ τοῦτο μάλιστα προηγεῖται τὸ μέρος. § 8. Προεσκέφθαι γὰρ δεῖ καὶ τῆς ὅλης γῆς τό τε σχῆμα καὶ τὸ μέγεθος, ἔτι τε τὴν πρὸς τὸ περιέχον θέσιν, ἵνα καὶ τὸ κατειλημμένον αὐτῆς μέρος ἐνῆι εἰπεῖν, καὶ πόσον ἐστὶ {5} καὶ ποῖον, καὶ ἔτι τῶν ἐν τούτωι τόπων ἑκάστους, ὑπὸ τίνας εἰσὶ τῆς οὐρανίου σφαίρας παραλλήλους· ἐξ ὧν τά τε μεγέθη τῶν νυχθημέρων, καὶ τοὺς κατὰ κορυφὴν γινομένους τῶν ἀπλανῶν, καὶ τοὺς ὑπὲρ γῆν, ἢ ὑπὸ γῆν ἀεὶ φερομένους, καὶ ὅσα τῶι περὶ οἰκήσεων λόγωι συνάπτομεν, ἐξέσται προσδιαλαμβάνειν. § 9. Ἃ τῆς ἀνωτάτω καὶ καλλίστης ἐστὶ θεωρίας, ἐπιδεικνύντα διὰ τῶν μαθημάτων ταῖς ἀνθρωπίναις καταλήψεσι τὸν μὲν οὐρανὸν αὐτόν, ὡς ἔχει φύσεως, ὅτι δύναται φαίνεσθαι περιπολῶν ἡμᾶς, τὴν δὲ γῆν διὰ τῆς εἰκόνος, ὅτι τὴν ἀληθινὴν καὶ μεγίστην οὖσαν καὶ μὴ περιέχουσαν ἡμᾶς, οὔτε ἀθρόαν, οὔτε κατὰ μέρος, ὑπὸ τῶν αὐτῶν ἐφοδευθῆναι δυνατόν.