Marcus Aurelius
121 - 180
Τὰ εἰς ἑαυτόν
Βιβλίον ιβʹca. 174/180
|
|
___________________________________________________
|
|
Βιβλίον ιβʹ
| |
1. | [1] Πάντα ἐκεῖνα, ἐφ᾽ ἃ διὰ περιόδου εὔχηι ἐλθεῖν, ἤδη ἔχειν δύνασαι, ἐὰν μὴ σαυτῶι φθονῆις. [2] τοῦτο δέ ἐστιν, ἐὰν πᾶν τὸ παρελθὸν καταλίπηις καὶ τὸ μέλλον ἐπιτρέψηις τῆι προνοίαι καὶ τὸ παρὸν μόνον ἀπευθύνηις πρὸς ὁσιότητα καὶ δικαιοσύνην. [3] ὁσιότητα μέν, ἵνα φιλῆις τὸ ἀπονεμόμενον· σοὶ γὰρ αὐτὸ ἡ φύσις ἔφερεν καὶ σὲ τούτωι· [4] δικαιοσύνην δέ, ἵνα ἐλευθέρως καὶ χωρὶς περιπλοκῆς λέγηις τε τἀληθῆ καὶ πράσσηις τὰ κατὰ νόμον καὶ κατ᾽ ἀξίαν· μὴ ἐμποδίζηι δέ σε μήτε κακία ἀλλοτρία μήτε ὑπόληψις μήτε φωνὴ μηδὲ μὴν αἴσθησις τοῦ περιτεθραμμένου σοι σαρκιδίου· ὄψεται γὰρ τὸ πάσχον. [5] ἐὰν οὖν, ὅτε δήποτε πρὸς ἐξόδωι γίνηι, πάντα τὰ ἄλλα καταλιπὼν μόνον τὸ ἡγεμονικόν σου καὶ τὸ ἐν σοὶ θεῖον τιμήσηις καὶ μὴ τὸ παύσασθαί ποτε <τοῦ> ζῆν φοβηθῆις, ἀλλὰ τό γε μηδέποτε ἄρξασθαι κατὰ φύσιν ζῆν, ἔσηι ἄνθρωπος ἄξιος τοῦ γεννήσαντος κόσμου καὶ παύσηι ξένος ὢν τῆς πατρίδος καὶ θαυμάζων ὡς ἀπροσδόκητα τὰ καθ᾽ ἡμέραν γινόμενα καὶ κρεμάμενος ἐκ τοῦδε καὶ τοῦδε. |
2. | [1] Ὁ θεὸς πάντα τὰ ἡγεμονικὰ γυμνὰ τῶν ὑλικῶν ἀγγείων καὶ φλοιῶν καὶ καθαρμάτων ὁρᾶι· μόνωι γὰρ τῶι ἑαυτοῦ νοερῶι μόνων ἅπτεται τῶν ἐξ ἑαυτοῦ εἰς ταῦτα ἐρρυηκότων καὶ ἀπωχετευμένων. [2] ἐὰν δὲ καὶ σὺ τοῦτο ἐθίσηις ποιεῖν, τὸν πολὺν περισπασμὸν σεαυτοῦ περιαιρήσεις· [3] ὁ γὰρ μὴ τὰ περικείμενα κρεάιδια ὁρῶν, ἦ πού γε ἐσθῆτα καὶ οἰκίαν καὶ δόξαν καὶ τὴν τοιαύτην περιβολὴν καὶ σκηνὴν θεώμενος ἀσχολήσεται. |
3. | [1] Τρία ἐστὶν ἐξ ὧν συνέστηκας· σωμάτιον, πνευμάτιον, νοῦς. [2] τούτων τἆλλα μέχρι τοῦ ἐπιμελεῖσθαι δεῖν σά ἐστι, τὸ δὲ τρίτον μόνον κυρίως σόν. [3] <δι>ὸ ἐὰν χωρίσηις ἀπὸ σεαυτοῦ, τουτέστιν ἀπὸ τῆς σῆς διανοίας, ὅσα ἄλλοι ποιοῦσιν ἢ λέγουσιν ἢ ὅσα αὐτὸς ἐποίησας ἢ εἶπας καὶ ὅσα ὡς μέλλοντα ταράσσει σε καὶ ὅσα τοῦ περικειμένου σοι σωματίου ἢ τοῦ συμφύτου πνευματίου ἀπροαίρετα πρόσεστιν καὶ ὅσα ἡ ἔξωθεν περιρρέουσα δίνη ἑλίσσει, ὥστε τῶν συνειμαρμένων ἐξηιρημένην, καθαράν <τε> τὴν νοερὰν δύναμιν <καὶ> ἀπόλυτον ἐφ᾽ ἑαυτῆς ζῆν, ποιοῦσαν τὰ δίκαια καὶ θέλουσαν τὰ συμβαίνοντα καὶ λέγουσαν τἀληθῆ· [4] ἐὰν χωρίσηις, φημί, τοῦ ἡγεμονικοῦ τούτου τὰ προσηρτημένα ἐκ προσπαθείας καὶ τοῦ χρόνου τὰ ἐπέκεινα ἢ τὰ παρωιχηκότα, ποιήσηις τε σεαυτόν, οἷος ὁ Ἐμπεδόκλειοςσφαῖρος κυκλοτερὴς μονίηι περιγηθέι γαίων,μόνον τε ζῆν ἐκμελετήσηις ὃ ζῆις, τουτέστι τὸ παρόν, δυνήσηι τό γε μέχρι τοῦ ἀποθανεῖν ὑπολειπόμενον ἀταράκτως καὶ εὐμενῶς καὶ ἵλεως τῶι σαυτοῦ δαίμονι διαβιῶναι. |
4. | [1] Πολλάκις ἐθαύμασα πῶς ἑαυτὸν μὲν ἕκαστος μᾶλλον πάντων φιλεῖ, τὴν δὲ ἑαυτοῦ περὶ αὑτοῦ ὑπόληψιν ἐν ἐλάττονι λόγωι τίθεται ἢ τὴν τῶν ἄλλων. [2] ἐὰν γοῦν τινα θεὸς ἐπιστὰς ἢ διδάσκαλος ἔμφρων κελεύσηι μηδὲν καθ᾽ αὑτὸν ἐνθυμεῖσθαι καὶ διανοεῖσθαι ὃ μὴ ἅμα καὶ γεγωνίσκων ἐξοίσει, οὐδὲ πρὸς μίαν ἡμέραν τοῦτο ὑπομενεῖ. [3] οὕτως τοὺς πέλας μᾶλλον αἰδούμεθα, τί ποτε περὶ ἡμῶν φρονήσουσιν, ἢ ἑαυτούς. |
5. | [1] Πῶς ποτε πάντα καλῶς καὶ φιλανθρώπως διατάξαντες οἱ θεοὶ τοῦτο μόνον παρεῖδον, τὸ ἐνίους τῶν ἀνθρώπων καὶ πάνυ χρηστοὺς καὶ πλεῖστα πρὸς τὸ θεῖον ὥσπερ συμβόλαια θεμένους καὶ ἐπὶ πλεῖστον δι᾽ ἔργων ὁσίων καὶ ἱερουργιῶν συνήθεις τῶι θείωι γενομένους, ἐπειδὰν ἅπαξ ἀποθάνωσι, μηκέτι αὖθις γίνεσθαι, ἀλλ᾽ εἰς τὸ παντελὲς ἀπεσβηκέναι; [2] τοῦτο δὲ εἴπερ ἄρα καὶ οὕτως ἔχει, εὖ ἴσθι ὅτι, εἰ ὡς ἑτέρως ἔχειν ἔδει, ἐποίησαν ἄν· [3] εἰ γὰρ δίκαιον ἦν, ἦν ἂν καὶ δυνατόν, καὶ εἰ κατὰ φύσιν, ἤνεγκεν ἂν αὐτὸ ἡ φύσις. [4] ἐκ δὴ τοῦ μὴ οὕτως ἔχειν, εἴπερ οὐχ οὕτως ἔχει, πιστούσθω σοι τὸ μὴ δεῆσαι οὕτως γίνεσθαι· [5] ὁρᾶις γὰρ καὶ αὐτὸς ὅτι τοῦτο παραζητῶν δικαιολογῆι πρὸς τὸν θεόν· οὐκ ἂν δ᾽ οὕτως διελεγόμεθα τοῖς θεοῖς, εἰ μὴ ἄριστοι καὶ δικαιότατοι ἦσαν. [6] εἰ δὲ τοῦτο, οὐκ ἄν τι περιεῖδον ἀδίκως καὶ ἀλόγως ἠμελημένον τῶν ἐν τῆι διακοσμήσει. |
6. | [1] Ἔθιζε καὶ ὅσα ἀπογινώσκεις. [2] καὶ γὰρ ἡ χεὶρ ἡ ἀριστερὰ πρὸς τὰ ἄλλα διὰ τὸ ἀνέθιστον ἀργὸς οὖσα τοῦ χαλινοῦ ἐρρωμενέστερον ἢ ἡ δεξιὰ κρατεῖ· τοῦτο γὰρ εἴθισται. |
7. | [1] Ὁποῖον δεῖ καταληφθῆναι ὑπὸ τοῦ θανάτου καὶ σώματι καὶ ψυχῆι· τὴν βραχύτητα τοῦ βίου· τὴν ἀχάνειαν τοῦ ὀπίσω καὶ πρόσω αἰῶνος· τὴν ἀσθένειαν πάσης ὕλης. |
8. | [1] Γυμνὰ τῶν φλοιῶν θεάσασθαι τὰ αἰτιώδη· τὰς ἀναφορὰς τῶν πράξεων· τί πόνος· τί ἡδονή· τί θάνατος· τί δόξα· τίς οὐχ ἑαυτῶι ἀσχολίας αἴτιος· πῶς οὐδεὶς ὑπ᾽ ἄλλου ἐμποδίζεται· ὅτι πάντα ὑπόληψις. |
9. | [1] Ὅμοιον εἶναι [δεῖ] ἐν τῆι τῶν δογμάτων χρήσει παγκρατιαστῆι, οὐχὶ μονομάχωι· ὁ μὲν γὰρ τὸ ξίφος ὧι χρῆται ἀποτίθεται καὶ ἀναιρεῖται· ὁ δὲ τὴν χεῖρα ἀεὶ ἔχει καὶ οὐδὲν ἄλλο ἢ συστρέψαι αὐτὴν δεῖ. |
10. | [1] Αὐτὰ τὰ πράγματα ὁρᾶν, διαιροῦντα εἰς ὕλην, αἴτιον, ἀναφοράν. |
11. | [1] Ἡλίκην ἐξουσίαν ἔχει ἄνθρωπος μὴ ποιεῖν ἄλλο ἢ ὅπερ μέλλει ὁ θεὸς ἐπαινεῖν, καὶ δέχεσθαι πᾶν ὃ ἂν νέμηι αὐτῶι ὁ θεός, <ὡς> τὸ ἑξῆς τῆι φύσει. |
12. | [1] Μήτε θεοῖς μεμπτέον· οὐδὲν γὰρ ἑκόντες ἢ ἄκοντες ἁμαρτάνουσι· μήτε ἀνθρώποις· οὐδὲν γὰρ οὐχὶ ἄκοντες. ὥστε οὐδενὶ μεμπτέον. |
13. | [1] Πῶς γελοῖος καὶ ξένος ὁ θαυμάζων καὶ ὁτιοῦν τῶν ἐν τῶι βίωι γινομένων. |
14. | [1] Ἤτοι ἀνάγκη εἱμαρμένης καὶ ἀπαράβατος τάξις ἢ πρόνοια ἱλάσιμος ἢ φυρμὸς εἰκαιότητος ἀπροστάτητος. [2] εἰ μὲν οὖν ἀπαράβατος ἀνάγκη, τί ἀντιτείνεις; [3] εἰ δὲ πρόνοια ἐπιδεχομένη τὸ ἱλάσκεσθαι, ἄξιον ἑαυτὸν ποίησον τῆς ἐκ τοῦ θείου βοηθείας. [4] εἰ δὲ φυρμὸς ἀνηγεμόνευτος, ἀσμένιζε ὅτι ἐν τοιούτωι τῶι κλύδωνι αὐτὸς ἔχεις ἐν ἑαυτῶι τινα νοῦν ἡγεμονικόν, [5] κἂν παραφέρηι σε ὁ κλύδων, παραφερέτω τὸ σαρκίδιον, τὸ πνευμάτιον, τἆλλα· τὸν γὰρ νοῦν οὐ παροίσει. 15. [1] ἦ τὸ μὲν τοῦ λύχνου φῶς, μέχρι σβεσθῆι, φαίνει καὶ τὴν αὐγὴν οὐκ ἀποβάλλει, ἡ δὲ ἐν σοὶ ἀλήθεια καὶ δικαιοσύνη καὶ σωφροσύνη προαποσβήσεται; |
16. | [1] Ἐπὶ τοῦ φαντασίαν παρασχόντος ὅτι ἥμαρτε· τί δαὶ οἶδα εἰ τοῦτο ἁμάρτημα; εἰ δὲ καὶ ἥμαρτεν, ὅτι <οὐ> κατέκρινεν αὐτὸς ἑαυτόν, καὶ οὕτως ὅμοιον τοῦτο τῶι καταδρύπτειν τὴν ἑαυτοῦ ὄψιν;[2] Ὅτι ὁ μὴ θέλων τὸν φαῦλον ἁμαρτάνειν ὅμοιος τῶι μὴ θέλοντι τὴν συκῆν ὀπὸν ἐν τοῖς σύκοις φέρειν καὶ τὰ βρέφη κλαυθμυρίζεσθαι καὶ τὸν ἵππον χρεμετίζειν καὶ ὅσα ἄλλα ἀναγκαῖα. [3] τί γὰρ πάθηι τὴν ἕξιν ἔχων τοιαύτην; εἰ οὖν γοργὸς εἶ, ταύτην θεράπευσον. |
17. | [1] Εἰ μὴ καθήκει, μὴ πράξηις· εἰ μὴ ἀληθές ἐστι, μὴ εἴπηις. [2] ἡ γὰρ ὁρμή σου ἔστω εἰς τὸ πάν<τως> (18.) ἀεὶ ὁρᾶν, τί ἐστιν αὐτὸ ἐκεῖνο τὸ τὴν φαντασίαν σοι ποιοῦν, καὶ ἀναπτύσσειν διαιροῦντα εἰς τὸ αἴτιον, εἰς τὸ ὑλικόν, εἰς τὴν ἀναφοράν, εἰς τὸν χρόνον ἐντὸς οὗ πεπαῦσθαι αὐτὸ δεήσει. |
19. | [1] Αἴσθου ποτὲ ὅτι κρεῖττόν τι καὶ δαιμονιώτερον ἔχεις ἐν σαυτῶι τῶν τὰ πάθη ποιούντων καὶ καθάπαξ τῶν νευροσπαστούντων σε. [2] τί μου νῦν ἐστιν ἡ διάνοια; μὴ φόβος; μὴ ὑποψία; μὴ ἐπιθυμία; μὴ ἄλλο τι τοιοῦτον; |
20. | [1] Πρῶτον τὸ μὴ εἰκῆι μηδὲ ἄνευ ἀναφορᾶς. [2] δεύτερον τὸ μὴ ἐπ᾽ ἄλλο τι ἢ ἐπὶ τὸ κοινωνικὸν τέλος τὴν ἀναγωγὴν ποιεῖσθαι. |
21. | [1] Ὅτι μετ᾽ οὐ πολὺ οὐδεὶς οὐδαμοῦ ἔσηι οὐδὲ τούτων τι ἃ νῦν βλέπεις οὐδὲ τούτων τις τῶν νῦν βιούντων· [2] ἅπαντα γὰρ μεταβάλλειν καὶ τρέπεσθαι καὶ φθείρεσθαι πέφυκεν, ἵνα ἕτερα ἐφεξῆς γίνηται. |
22. | [1] Ὅτι πάντα ὑπόληψις καὶ αὕτη ἐπὶ σοί. ἆρον οὖν ὅτε θέλεις τὴν ὑπόληψιν καὶ ὥσπερ κάμψαντι τὴν ἄκραν γαλήνη, σταθερὰ πάντα καὶ κόλπος ἀκύμων. |
23. | [1] Μία καὶ ἡτισοῦν ἐνέργεια κατὰ καιρὸν παυσαμένη οὐδὲν κακὸν πάσχει, καθὸ πέπαυται· οὐδὲ ὁ πράξας τὴν πρᾶξιν ταύτην κατ᾽ αὐτὸ τοῦτο, καθὸ πέπαυται, κακόν τι πέπονθεν. [2] ὁμοίως οὖν τὸ ἐκ πασῶν τῶν πράξεων σύστημα, ὅπερ ἐστὶν ὁ βίος, ἐὰν ἐν καιρῶι παύσηται, οὐδὲν κακὸν πάσχει κατ᾽ αὐτὸ τοῦτο, καθὸ πέπαυται· οὐδὲ ὁ καταπαύσας ἐν καιρῶι τὸν εἱρμὸν τοῦτον κακῶς διετέθη. [3] τὸν δὲ καιρὸν καὶ τὸν ὅρον δίδωσιν ἡ φύσις, ποτὲ μὲν καὶ ἡ ἰδία, ὅταν ἐν γήραι, πάντως δὲ ἡ τῶν ὅλων, ἧς τῶν μερῶν μεταβαλλόντων νεαρὸς ἀεὶ καὶ ἀκμαῖος ὁ σύμπας κόσμος διαμένει. [4] καλὸν δὲ ἀεὶ πᾶν καὶ ὡραῖον τὸ συμφέρον τῶι ὅλωι. [5] ἡ οὖν κατάπαυσις τοῦ βίου ἑκάστωι οὐ κακὸν μὲν ὅτι οὐδὲ αἰσχρόν, εἴπερ καὶ ἀπροαίρετον καὶ οὐκ ἀκοινώνητον· ἀγαθὸν δὲ εἴπερ τῶι ὅλωι καίριον καὶ συμφέρον καὶ συμφερόμενον. [6] οὕτως γὰρ καὶ θεοφόρητος ὁ φερόμενος κατὰ ταὐτὰ θεῶι καὶ ἐπὶ ταὐτὰ τῆι γνώμηι φερόμενος. |
24. | [1] Τρία ταῦτα δεῖ πρόχειρα ἔχειν· ἐπὶ μὲν ὧν ποιεῖς, [εἰ] μήτε εἰκῆι μήτε ἄλλως ἢ ὡς ἂν ἡ Δίκη αὐτὴ ἐνήργησεν· ἐπὶ δὲ τῶν ἔξωθεν συμβαινόντων, ὅτι ἤτοι κατ᾽ ἐπιτυχίαν ἢ κατὰ πρόνοιαν· οὔτε δὲ τῆι ἐπιτυχίαι μεμπτέον οὔτε τῆι προνοίαι ἐγκλητέον. [2] δεύτερον τό· ὁποῖον ἕκαστον ἀπὸ σπέρματος μέχρι ψυχώσεως καὶ ἀπὸ ψυχώσεως μέχρι τοῦ τὴν ψυχὴν ἀποδοῦναι καὶ ἐξ οἵων ἡ σύγκρισις καὶ εἰς οἷα ἡ λύσις. [3] τρίτον εἰ ἄφνω μετέωρος ἐξαρθεὶς κατασκέψαιο τὰ ἀνθρώπεια καὶ τὴν πολυτροπίαν [ὅση] κατανοήσαις, ὅτι καταφρονήσεις συνιδὼν ἅμα καὶ ὅσον τὸ περιοικοῦν ἐναερίων καὶ ἐναιθερίων· καὶ ὅτι, ὁσάκις ἂν ἐξαρθῆις, ταὐτὰ ὄψηι· τὸ ὁμοειδές, τὸ ὀλιγοχρόνιον· ἐπὶ τούτοις ὁ τῦφος. |
25. | [1] Βάλε ἔξω τὴν ὑπόληψιν· σέσωσαι. τίς οὖν ὁ κωλύων ἐκβάλλειν; |
26. | [1] Ὅταν δυσφορῆις ἐπί τινι, ἐπελάθου τοῦ, ὅτι πάντα κατὰ τὴν τῶν ὅλων φύσιν γίνεται, καὶ τοῦ, ὅτι τὸ ἁμαρτανόμενον ἀλλότριον, καὶ ἐπὶ τούτοις τοῦ, ὅτι πᾶν τὸ γινόμενον οὕτως ἀεὶ ἐγίνετο καὶ γενήσεται καὶ νῦν πανταχοῦ γίνεται· τοῦ, ὅση ἡ συγγένεια ἀνθρώπου πρὸς πᾶν τὸ ἀνθρώπειον γένος· οὐ γὰρ αἱματίου ἢ σπερματίου, ἀλλὰ νοῦ κοινωνία. [2] ἐπελάθου δὲ καὶ τοῦ, ὅτι ὁ ἑκάστου νοῦς θεὸς καὶ ἐκεῖθεν ἐρρύηκεν· τοῦ, ὅτι οὐδὲν ἴδιον οὐδενός, ἀλλὰ καὶ τὸ τεκνίον καὶ τὸ σωμάτιον καὶ αὐτὸ τὸ ψυχάριον ἐκεῖθεν ἐλήλυθεν· τοῦ, ὅτι πάνθ᾽ ὑπόληψις· τοῦ, ὅτι τὸ παρὸν μόνον ἕκαστος ζῆι καὶ τοῦτο ἀποβάλλει. |
27. | [1] Συνεχῶς ἀναπολεῖν τοὺς ἐπί τινι λίαν ἀγανακτήσαντας, τοὺς ἐν μεγίσταις δόξαις ἢ συμφοραῖς ἢ ἔχθραις ἢ ὁποιαισοῦν τύχαις ἀκμάσαντας· εἶτα ἐφιστάνειν· ποῦ νῦν πάντα ἐκεῖνα; καπνὸς καὶ σποδὸς καὶ μῦθος ἢ οὐδὲ μῦθος. [2] συμπροσπιπτέτω δὲ καὶ τὸ τοιοῦτο πᾶν, οἷον· Φάβιος Κατουλλῖνος ἐπ᾽ ἀγροῦ καὶ Λούσιος Λοῦπος ἐν τοῖς κήποις καὶ Στερτίνιος ἐν Βαίαις καὶ Τιβέριος ἐν Καπρέαις καὶ Οὐήλιος Ῥοῦφος καὶ ὅλως ἡ πρὸς ὁτιοῦν μετ᾽ οἰήσεως διαφορά· καὶ ὡς εὐτελὲς πᾶν τὸ κατεντεινόμενον καὶ ὅσωι φιλοσοφώτερον τὸ ἐπὶ τῆς δοθείσης ὕλης ἑαυτὸν δίκαιον, σώφρονα, θεοῖς ἑπόμενον ἀφελῶς παρέχειν· [3] ὁ γὰρ ἐπὶ ἀτυφίαι τῦφος τυφόμενος πάντων χαλεπώτατος. |
28. | [1] Πρὸς τοὺς ἐπιζητοῦντας· ποῦ γὰρ ἰδὼν τοὺς θεοὺς ἢ πόθεν κατειληφὼς ὅτι εἰσὶν οὕτω σέβεις; πρῶτον μὲν καὶ ὄψει ὁρατοί εἰσιν· ἔπειτα μέντοι οὐδὲ τὴν ψυχὴν τὴν ἐμαυτοῦ ἑώρακα καὶ ὅμως τιμῶ· [2] οὕτως οὖν καὶ τοὺς θεούς, ἐξ ὧν τῆς δυνάμεως αὐτῶν ἑκάστοτε πειρῶμαι, ἐκ τούτων ὅτι τε εἰσὶ καταλαμβάνω καὶ αἰδοῦμαι. |
29. | [1] Σωτηρία βίου ἕκαστον δι᾽ ὅλου αὐτὸ τί ἐστιν ὁρᾶν, τί μὲν αὐτοῦ τὸ ὑλικόν, τί δὲ τὸ αἰτιῶδες· [2] ἐξ ὅλης τῆς ψυχῆς τὰ δίκαια ποιεῖν καὶ τἀληθῆ λέγειν. [3] τί λοιπὸν ἢ ἀπολαύειν τοῦ ζῆν συνάπτοντα ἄλλο ἐπ᾽ ἄλλωι ἀγαθόν, ὥστε μηδὲ τὸ βραχύτατον διάστημα ἀπολείπειν; |
30. | [1] Ἒν φῶς ἡλίου, κἂν διείργηται τοίχοις, ὄρεσιν, ἄλλοις μυρίοις. [2] μία οὐσία κοινή, κἂν διείργηται ἰδίως ποιοῖς σώμασι μυρίοις. [3] μία ψυχή, κἂν φύσεσι διείργηται μυρίαις καὶ ἰδίαις περιγραφαῖς. [4] μία νοερὰ ψυχή, κἂν διακεκρίσθαι δοκῆι. [5] τὰ μὲν οὖν ἄλλα μέρη τῶν εἰρημένων, οἷον πνεύματα καὶ ὑποκείμενα ἀναίσθητα, καὶ ἀνοικείωτα ἀλλήλοις· καίτοι κἀκεῖνα τὸ ἑνοῦν συνέχει καὶ τὸ ἐπὶ τὰ αὐτὰ βρῖθον. [6] διάνοια δὲ ἰδίως ἐπὶ τὸ ὁμόφυλον τείνεται καὶ συνίσταται καὶ οὐ διείργεται τὸ κοινωνικὸν πάθος. |
31. | [1] Τί ἐπιζητεῖς; τὸ διαγίνεσθαι; ἀλλὰ τὸ αἰσθάνεσθαι; τὸ ὁρμᾶν; τὸ αὔξεσθαι; τὸ λήγειν αὖθις; τὸ φωνῆι χρῆσθαι; τὸ διανοεῖσθαι; τί τούτων πόθου σοι ἄξιον δοκεῖ; [2] εἰ δὲ ἕκαστα εὐκαταφρόνητα, πρόιθι ἐπὶ τελευταῖον τὸ ἕπεσθαι τῶι λόγωι καὶ τῶι θεῶι. ἀλλὰ μάχεται τὸ τιμᾶν ταῦτα, τὸ ἄχθεσθαι εἰ διὰ τοῦ τεθνηκέναι στερήσεταί τις αὐτῶν. |
32. | [1] Πόστον μέρος τοῦ ἀπείρου καὶ ἀχανοῦς αἰῶνος ἀπομεμέρισται ἑκάστωι· τάχιστα γὰρ ἐναφανίζεται τῶι ἀιδίωι· [2] πόστον δὲ τῆς ὅλης οὐσίας· πόστον δὲ τῆς ὅλης ψυχῆς· ἐν πόστωι δὲ βωλαρίωι τῆς ὅλης γῆς ἕρπεις. [3] πάντα ταῦτα ἐνθυμούμενος μηδὲν μέγα φαντάζου ἢ τό, ὡς μὲν ἡ σὴ φύσις ἄγει ποιεῖν, πάσχειν δὲ ὡς ἡ κοινὴ φύσις φέρει. |
33. | [1] Πῶς ἑαυτῶι χρῆται τὸ ἡγεμονικόν; ἐν γὰρ τούτωι τὸ πᾶν ἐστι. [2] τὰ δὲ λοιπὰ ἢ προαιρετικά ἐστιν ἢ ἀπροαίρετα, νεκρὰ καὶ καπνός. |
34. | [1] Πρὸς θανάτου καταφρόνησιν ἐγερτικώτατον ὅτι καὶ οἱ τὴν ἡδονὴν ἀγαθὸν καὶ τὸν πόνον κακὸν κρίνοντες ὅμως τούτου κατεφρόνησαν. |
35. | [1] Ὣι τὸ εὔκαιρον μόνον ἀγαθὸν καὶ ὧι τὸ πλείους κατὰ λόγον ὀρθὸν πράξεις ἀποδοῦναι τῶι ὀλιγωτέρας ἐν ἴσωι ἐστὶ καὶ ὧι τὸν κόσμον θεωρῆσαι πλείονι ἢ ἐλάσσονι χρόνωι οὐ διαφέρει, τούτωι οὐδὲ ὁ θάνατος φοβερόν. |
36. | [1] Ἄνθρωπε, ἐπολιτεύσω ἐν τῆι μεγάληι ταύτηι πόλει· τί σοι διαφέρει, εἰ πέντε ἔτεσιν <ἢ πεντήκοντα>; τὸ γὰρ κατὰ τοὺς νόμους ἴσον ἑκάστωι. [2] τί οὖν δεινόν, εἰ τῆς πόλεως ἀποπέμπει σε οὐ τύραννος οὐδὲ δικαστὴς ἄδικος, ἀλλ᾽ ἡ φύσις ἡ εἰσαγαγοῦσα, οἷον εἰ κωμωιδὸν ἀπολύοι τῆς σκηνῆς ὁ παραλαβὼν στρατηγός; – [3] «ἀλλ᾽ οὐκ εἶπον τὰ πέντε μέρη, ἀλλὰ τὰ τρία.» – «καλῶς εἶπας· ἐν μέντοι τῶι βίωι τὰ τρία ὅλον τὸ δρᾶμά ἐστι.» [4] τὸ γὰρ τέλειον ἐκεῖνος ὁρίζει ὁ τότε μὲν τῆς συγκρίσεως, νῦν δὲ τῆς διαλύσεως αἴτιος· σὺ δὲ ἀναίτιος ἀμφοτέρων. [5] ἄπιθι οὖν ἵλεως· καὶ γὰρ ὁ ἀπολύων ἵλεως. |