BIBLIOTHECA AUGUSTANA

 

Marcus Aurelius

121 - 180

 

Τὰ εἰς ἑαυτόν

 

Βιβλίον ιαʹ

ca. 174/180

 

___________________________________________________

 

 

 

Βιβλίον ιαʹ

 

1.

[1] Τὰ ἴδια τῆς λογικῆς ψυχῆς· ἑαυτὴν ὁρᾶι, ἑαυτὴν διαρθροῖ, ἑαυτὴν ὁποίαν ἂν βούληται ποιεῖ, τὸν καρπὸν ὃν φέρει αὐτὴ καρποῦται (τοὺς γὰρ τῶν φυτῶν καρποὺς καὶ τὸ ἀνάλογον ἐπὶ τῶν ζώιων ἄλλοι καρποῦνται), τοῦ ἰδίου τέλους τυγχάνει, ὅπου ἂν τὸ τοῦ βίου πέρας ἐπιστῆι, [2] οὐχ ὥσπερ ἐπὶ ὀρχήσεως καὶ ὑποκρίσεως καὶ τῶν τοιούτων ἀτελὴς γίνεται ἡ ὅλη πρᾶξις, ἐάν τι ἐγκόψηι, ἀλλ᾽ ἐπὶ παντὸς μέρους καὶ ὅπου ἂν καταληφθῆι, πλῆρες καὶ ἀπροσδεὲς ἑαυτῆι τὸ προτεθὲν ποιεῖ, ὥστε εἰπεῖν· ἐγὼ ἀπέχω τὰ ἐμά. [3] ἔτι δὲ περιέρχεται τὸν ὅλον κόσμον καὶ τὸ περὶ αὐτὸν κενὸν καὶ τὸ σχῆμα αὐτοῦ καὶ εἰς τὴν ἀπειρίαν τοῦ αἰῶνος ἐκτείνεται καὶ τὴν περιοδικὴν παλιγγενεσίαν τῶν ὅλων ἐμπεριλαμβάνει καὶ περινοεῖ καὶ θεωρεῖ ὅτι οὐδὲν νεώτερον ὄψονται οἱ μεθ᾽ ἡμᾶς οὐδὲ περιττότερον εἶδον οἱ πρὸ ἡμῶν, ἀλλὰ τρόπον τινὰ ὁ τεσσαρακοντούτης, ἐὰν νοῦν ὁποσονοῦν ἔχηι, πάντα τὰ γεγονότα καὶ τὰ ἐσόμενα ἑώρακε κατὰ τὸ ὁμοειδές. [4] ἴδιον δὲ λογικῆς ψυχῆς καὶ τὸ φιλεῖν τοὺς πλησίον καὶ ἀλήθεια καὶ αἰδὼς καὶ τὸ μηδὲν ἑαυτῆς προτιμᾶν, ὅπερ ἴδιον καὶ νόμου· οὕτως ἄρ᾽ οὐδὲν διήνεγκε λόγος ὀρθὸς καὶ λόγος δικαιοσύνης.

2.

[1] Ὠιδῆς ἐπιτερποῦς καὶ ὀρχήσεως καὶ παγκρατίου καταφρονήσεις, ἐὰν τὴν μὲν ἐμμελῆ φωνὴν καταμερίσηις εἰς ἕκαστον τῶν φθόγγων καὶ καθ᾽ ἕνα πύθηι σεαυτοῦ, εἰ τούτου ἥττων εἶ· διατραπήσηι γάρ· ἐπὶ δὲ ὀρχήσεως τὸ ἀνάλογον ποιήσας καθ᾽ ἑκάστην κίνησιν ἢ σχέσιν, τὸ δ᾽ αὐτὸ καὶ ἐπὶ τοῦ παγκρατίου. [2] ὅλως οὖν, χωρὶς ἀρετῆς καὶ τῶν ἀπ᾽ ἀρετῆς, μέμνησο ἐπὶ τὰ κατὰ μέρος τρέχειν καὶ τῆι διαιρέσει αὐτῶν εἰς καταφρόνησιν ἰέναι, τὸ δ᾽ αὐτὸ καὶ ἐπὶ τὸν βίον ὅλον μεταφέρειν.

3.

[1] Οἵα ἐστὶν ἡ ψυχὴ ἡ ἕτοιμος, ἐὰν ἤδη ἀπολυθῆναι δέηι τοῦ σώματος, [καὶ] ἤτοι σβεσθῆναι ἢ σκεδασθῆναι ἢ συμμεῖναι. [2] τὸ δὲ ἕτοιμον τοῦτο ἵνα ἀπὸ ἰδικῆς κρίσεως ἔρχηται, μὴ κατὰ ψιλὴν παράταξιν ὡς οἱ Χριστιανοί, ἀλλὰ λελογισμένως καὶ σεμνῶς καὶ ὥστε καὶ ἄλλον πεῖσαι, ἀτραγώιδως.

4.

[1] Πεποίηκά τι κοινωνικῶς; οὐκοῦν ὠφέλημαι. τοῦτο ἵνα ἀεὶ πρόχειρον ἀπαντᾶι καὶ μηδαμοῦ παύου.

5.

[1] Τίς σου ἡ τέχνη; ἀγαθὸν εἶναι. τοῦτο δὲ πῶς ἄλλως γίνεται ἢ ἐκ θεωρημάτων, τῶν μὲν περὶ τῆς τοῦ ὅλου φύσεως, τῶν δὲ περὶ τῆς ἰδίας τοῦ ἀνθρώπου κατασκευῆς.

6.

[1] Πρῶτον αἱ τραγωιδίαι παρήχθησαν ὑπομνηστικαὶ τῶν συμβαινόντων καὶ ὅτι ταῦτα οὕτως πέφυκε γίνεσθαι καὶ ὅτι, οἷς ἐπὶ τῆς σκηνῆς ψυχαγωγεῖσθε, τούτοις μὴ ἄχθεσθε ἐπὶ τῆς μείζονος σκηνῆς· [2] ὁρᾶτε γὰρ ὅτι οὕτως δεῖ ταῦτα περαίνεσθαι καὶ ὅτι φέρουσιν αὐτὰ καὶ οἱ κεκραγότες· «ἰὼ Κιθαιρών.» [3] καὶ λέγεται δέ τινα ὑπὸ τῶν τὰ δράματα ποιούντων χρησίμως· οἷόν ἐστιν ἐκεῖνο μάλιστα·

εἰ δ᾽ ἠμελήθην ἐκ θεῶν καὶ παῖδ᾽ ἐμώ,

ἔχει λόγον καὶ τοῦτο·

καὶ πάλιν·

τοῖς πράγμασιν γὰρ οὐχὶ θυμοῦσθαι <χρεών>.

καί·

βίον θερίζειν ὥστε κάρπιμον στάχυν·

καὶ ὅσα τοιαῦτα. [4] μετὰ δὲ τὴν τραγωιδίαν ἡ ἀρχαία κωμωιδία παρήχθη, παιδαγωγικὴν παρρησίαν ἔχουσα καὶ τῆς ἀτυφίας οὐκ ἀχρήστως δι᾽ αὐτῆς τῆς εὐθυρρημοσύνης ὑπομιμνήισκουσα· πρὸς οἷόν τι καὶ Διογένης ταυτὶ παρελάμβανεν. [5] μετὰ ταῦτα τίς ἡ μέση κωμωιδία καὶ λοιπὸν ἡ νέα πρὸς τί ποτε παρείληπται, ἣ κατ᾽ ὀλίγον ἐπὶ τὴν ἐκ μιμήσεως φιλοτεχνίαν ὑπερρύη, ἐπίστησον. [6] ὅτι μὲν γὰρ λέγεται καὶ ὑπὸ τούτων τινὰ χρήσιμα οὐκ ἀγνοεῖται, ἀλλὰ ἡ ὅλη ἐπιβολὴ τῆς τοιαύτης ποιήσεως καὶ δραματουργίας πρὸς τίνα ποτὲ σκοπὸν ἀπέβλεψεν;

7.

[1] Πῶς ἐναργὲς προσπίπτει τὸ μὴ εἶναι ἄλλην βίου ὑπόθεσιν εἰς τὸ φιλοσοφεῖν οὕτως ἐπιτήδειον ὡς ταύτην, ἐν ἧι νῦν ὢν τυγχάνεις.

8.

[1] Κλάδος τοῦ προσεχοῦς κλάδου ἀποκοπεὶς οὐ δύναται μὴ καὶ τοῦ ὅλου φυτοῦ ἀποκεκόφθαι. [2] οὕτω δὴ καὶ ἄνθρωπος ἑνὸς ἀνθρώπου ἀποσχισθεὶς ὅλης τῆς κοινωνίας ἀποπέπτωκεν. [3] κλάδον μὲν οὖν ἄλλος ἀποκόπτει· ἄνθρωπος δὲ αὐτὸς ἑαυτὸν τοῦ πλησίον χωρίζει μισήσας καὶ ἀποστραφείς, ἀγνοεῖ δὲ ὅτι καὶ τοῦ ὅλου πολιτεύματος ἅμα ἀποτέτμηκεν ἑαυτόν. [4] πλὴν ἐκεῖνό γε δῶρον τοῦ συστησαμένου τὴν κοινωνίαν Διός· ἔξεστι γὰρ ἡμῖν πάλιν συμφῦναι τῶι προσεχεῖ καὶ πάλιν τοῦ ὅλου συμπληρωτικοῖς γενέσθαι. [5] πλεονάκις μέντοι γινόμενον τὸ κατὰ τὴν τοιαύτην διαίρεσιν δυσένωτον καὶ δυσαποκατάστατον <τὸ> ἀποχωροῦν ποιεῖ. [6] ὅλως τε οὐχ ὅμοιος ὁ κλάδος ὁ ἀπ᾽ ἀρχῆς συμβλαστήσας καὶ σύμπνους συμμείνας τῶι μετὰ τὴν ἀποκοπὴν αὖθις ἐγκεντρισθέντι, ὅ τι ποτὲ λέγουσιν οἱ φυτουργοί.

[7] Ὁμοθαμνεῖν μέν, μὴ ὁμοδογματεῖν δέ.

9.

[1] Οἱ ἐνιστάμενοι προιόντι σοι κατὰ τὸν ὀρθὸν λόγον ὥσπερ ἀπὸ τῆς ὑγιοῦς πράξεως ἀποτρέψαι σε οὐ δυνήσονται, οὕτως μηδὲ τῆς πρὸς αὐτοὺς εὐμενείας ἐκκρουέτωσαν, ἀλλὰ φύλασσε σεαυτὸν ἐπ᾽ ἀμφοτέρων ὁμοίως, μὴ μόνον ἐπὶ τῆς εὐσταθοῦς κρίσεως καὶ πράξεως, ἀλλὰ καὶ ἐπὶ τῆς πρὸς τοὺς κωλύειν ἐπιχειροῦντας ἢ ἄλλως δυσχεραίνοντας πραιότητος. [2] καὶ γὰρ τοῦτο ἀσθενές, τὸ χαλεπαίνειν αὐτοῖς, ὥσπερ τὸ ἀποστῆναι τῆς πράξεως καὶ ἐνδοῦναι καταπλαγέντα· ἀμφότεροι γὰρ ἐπίσης λιποτάκται, ὁ μὲν ὑποτρέσας, ὁ δὲ ἀλλοτριωθεὶς πρὸς τὸν φύσει συγγενῆ καὶ φίλον.

10.

[1] Οὐκ ἔστι χείρων οὐδεμία φύσις τέχνης· καὶ γὰρ αἱ τέχναι τὰς φύσεις μιμοῦνται. [2] εἰ δὲ τοῦτο, ἡ πασῶν τῶν ἄλλων τελεωτάτη καὶ περιληπτικωτάτη φύσις οὐκ ἂν ἀπολείποιτο τῆς τεχνικῆς εὐμηχανίας. [3] πᾶσαι δέ γε τέχναι τῶν κρειττόνων ἕνεκεν τὰ χείρω ποιοῦσιν· οὐκοῦν καὶ ἡ κοινὴ φύσις. [4] καὶ δὴ ἔνθεν μὲν γένεσις δικαιοσύνης, ἀπὸ δὲ ταύτης αἱ λοιπαὶ ἀρεταὶ ὑφίστανται· οὐ γὰρ τηρηθήσεται τὸ δίκαιον, ἐὰν ἤτοι διαφερώμεθα πρὸς τὰ μέσα ἢ εὐεξαπάτητοι καὶ προπτωτικοὶ καὶ μεταπτωτικοὶ ὦμεν.

11.

[1] [Εἰ μὲν] Οὐκ ἔρχεται ἐπὶ σὲ τὰ πράγματα ὧν αἱ διώξεις καὶ φυγαὶ θορυβοῦσί σε, ἀλλὰ τρόπον τινὰ αὐτὸς ἐπ᾽ ἐκεῖνα ἔρχηι· τὸ γοῦν κρῖμα τὸ περὶ αὐτῶν ἡσυχαζέτω κἀκεῖνα μενεῖ ἀτρεμοῦντα καὶ οὔτε διώκων οὔτε φεύγων ὀφθήσηι.

12.

[1] Σφαῖρα ψυχῆς αὐτοειδής, ὅταν μήτε ἐκτείνηται ἐπί τι μήτε ἔσω συντρέχηι μήτε σπείρηται μήτε συνιζάνηι, ἀλλὰ φωτὶ λάμπηται ὧι τὴν ἀλήθειαν ὁρᾶι τὴν πάντων καὶ τὴν ἐν αὑτῆι.

13.

[1] Καταφρονήσει μού τις; ὄψεται. ἐγὼ δὲ ὄψομαι ἵνα μή τι καταφρονήσεως ἄξιον πράσσων ἢ λέγων εὑρίσκωμαι. [2] μισήσει; ὄψεται. ἀλλὰ ἐγὼ εὐμενὴς καὶ εὔνους παντὶ καὶ τούτωι αὐτῶι ἕτοιμος τὸ παρορώμενον δεῖξαι, οὐκ ὀνειδιστικῶς οὐδὲ ὡς κατεπιδεικνύμενος ὅτι ἀνέχομαι, ἀλλὰ γνησίως καὶ χρηστῶς, οἷος ὁ Φωκίων ἐκεῖνος, εἴ γε μὴ προσεποιεῖτο. [3] τὰ ἔσω γὰρ δεῖ τοιαῦτα εἶναι καὶ ὑπὸ τῶν θεῶν βλέπεσθαι ἄνθρωπον πρὸς μηδὲν ἀγανακτικῶς διατιθέμενον μηδὲ δεινοπαθοῦντα. [4] τί γάρ σοι κακόν, εἰ αὐτὸς νῦν ποιεῖς τὸ τῆι φύσει σου οἰκεῖον καὶ δέχηι τὸ νῦν τῆι τῶν ὅλων φύσει εὔκαιρον, ἄνθρωπος τεταμένος πρὸς τὸ γίνεσθαι δι᾽ ὅτου δὴ τὸ κοινῆι συμφέρον;

14.

[1] Ἀλλήλων καταφρονοῦντες ἀλλήλοις ἀρεσκεύονται καὶ ἀλλήλων ὑπερέχειν θέλοντες ἀλλήλοις ὑποκατακλίνονται.

15.

[1] Ὡς σαπρὸς καὶ κίβδηλος ὁ λέγων· ἐγὼ προήιρημαι ἁπλῶς σοι προσφέρεσθαι. [2] τί ποιεῖς, ἄνθρωπε; τοῦτο οὐ δεῖ προλέγειν. [3] αὐτὸ φανήσεται· ἐπὶ τοῦ μετώπου γεγράφθαι ὀφείλει· εὐθὺς ἡ φωνὴ τοιοῦτον ἠχεῖν, εὐθὺς ἐν τοῖς ὄμμασιν ἐξέχειν, ὡς τῶν ἐραστῶν ἐν τῶι βλέμματι πάντα εὐθὺς γνωρίζει ὁ ἐρώμενος. [4] τοιοῦτον ὅλως δεῖ τὸν ἁπλοῦν καὶ ἀγαθὸν εἶναι, οἷον γράσωνα, ἵνα ὁ παραστὰς ἅμα τῶι προσελθεῖν, θέλει οὐ θέλει, αἴσθηται. ἐπιτήδευσις δὲ ἁπλότητος σκάλμη ἐστίν. [5] οὐδέν ἐστιν αἴσχιον λυκοφιλίας· πάντων μάλιστα τοῦτο φεῦγε. [6] ὁ ἀγαθὸς καὶ ἁπλοῦς καὶ εὐμενὴς ἐν τοῖς ὄμμασιν ἔχει ταῦτα καὶ οὐ λανθάνει.

16.

[1] Κάλλιστα διαζῆν, δύναμις αὕτη ἐν τῆι ψυχῆι, ἐὰν πρὸς τὰ ἀδιάφορά τις ἀδιαφορῆι. [2] ἀδιαφορήσει δέ, ἐὰν ἕκαστον αὐτῶν θεωρῆι διηιρημένως καὶ ὁλικῶς καὶ μεμνημένος ὅτι οὐδὲν αὐτῶν ὑπόληψιν περὶ αὐτοῦ ἡμῖν ἐμποιεῖ οὐδὲ ἔρχεται ἐφ᾽ ἡμᾶς, ἀλλὰ τὰ μὲν ἀτρεμεῖ, ἡμεῖς δέ ἐσμεν οἱ τὰς περὶ αὐτῶν κρίσεις γεννῶντες καὶ οἷον γράφοντες ἐν ἑαυτοῖς, ἐξὸν μὲν μὴ γράφειν, ἐξὸν δέ, κἄν που λάθηι, εὐθὺς ἐξαλεῖψαι· ὅτι ὀλίγου χρόνου ἔσται ἡ τοιαύτη προσοχὴ καὶ λοιπὸν πεπαύσεται ὁ βίος. [3] τί μέντοι δύσκολον ἔχει ταῦτα; εἰ μὲν γὰρ κατὰ φύσιν ἐστί, χαῖρε αὐτοῖς καὶ ῥάιδια ἔσται σοι· εἰ δὲ παρὰ φύσιν, ζήτει τί ἐστί σοι κατὰ τὴν σὴν φύσιν καὶ ἐπὶ τοῦτο σπεῦδε κἂν ἄδοξον ἦι· παντὶ γὰρ συγγνώμη τὸ ἴδιον ἀγαθὸν ζητοῦντι.

17.

[1] Πόθεν ἐλήλυθεν ἕκαστον καὶ ἐκ τίνων ἕκαστον ὑποκειμένων καὶ εἰς τί μεταβάλλει καὶ οἷον ἔσται μεταβαλὸν καὶ ὡς οὐδὲν κακὸν πείσεται.

18.

[1] [Καὶ] Πρῶτον, τίς ἡ πρὸς αὐτούς μοι σχέσις καὶ ὅτι ἀλλήλων ἕνεκεν γεγόναμεν καὶ καθ᾽ ἕτερον λόγον προστησόμενος αὐτῶν γέγονα ὡς κριὸς ποίμνης ἢ ταῦρος ἀγέλης. [2] ἄνωθεν δὲ ἔπιθι ἀπὸ τοῦ· εἰ μὴ ἄτομοι, φύσις ἡ τὰ ὅλα διοικοῦσα· εἰ τοῦτο, τὰ χείρονα τῶν κρειττόνων ἕνεκεν, ταῦτα δὲ ἀλλήλων.

[3] Δεύτερον δέ, ὁποῖοί τινές εἰσιν ἐπὶ τῆς τραπέζης, ἐν τῶι κλιναρίωι, τἆλλα· μάλιστα δέ, οἵας ἀνάγκας δογμάτων κειμένας ἔχουσι· καὶ αὐτὰ δὲ ταῦτα, μεθ᾽ οἵου τύφου ποιοῦσιν.

[4] Τρίτον, ὅτι, εἰ μὲν ὀρθῶς ταῦτα ποιοῦσιν, οὐ δεῖ δυσχεραίνειν· εἰ δ᾽ οὐκ ὀρθῶς, δηλονότι ἄκοντες καὶ ἀγνοοῦντες· – [5] πᾶσα γὰρ ψυχὴ ἄκουσα στέρεται, ὥσπερ τοῦ ἀληθοῦς, οὕτως καὶ τοῦ κατ᾽ ἀξίαν ἑκάστωι προσφέρεσθαι – [6] ἄχθονται γοῦν ἀκούοντες ἄδικοι καὶ ἀγνώμονες καὶ πλεονέκται καὶ καθάπαξ ἁμαρτητικοὶ περὶ τοὺς πλησίον.

[7] Τέταρτον, ὅτι καὶ αὐτὸς πολλὰ ἁμαρτάνεις καὶ ἄλλος τοιοῦτος εἶ· καὶ εἴ τινων δὲ ἁμαρτημάτων ἀπέχηι, ἀλλὰ τήν γε ἕξιν ἐποιστικὴν ἔχεις, εἰ καὶ διὰ δειλίαν ἢ δοξοκοπίαν ἢ τοιοῦτό τι κακὸν ἀπέχηι τῶν ὁμοίων ἁμαρτημάτων.

[8] Πέμπτον, ὅτι οὐδὲ εἰ ἁμαρτάνουσι κατείληφας· πολλὰ γὰρ κατ᾽ οἰκονομίαν γίνεται [9] καὶ ὅλως πολλὰ δεῖ πρότερον μαθεῖν, ἵνα τις περὶ ἀλλοτρίας πράξεως καταληπτικῶς τι ἀποφήνηται.

[10] Ἕκτον, ὅτι, ὅταν λίαν ἀγανακτῆις ἢ καὶ δυσπαθῆις, ἀκαριαῖος ὁ ἀνθρώπινος βίος καὶ μετ᾽ ὀλίγον πάντες ἐξετάθημεν.

[11] Ἕβδομον, ὅτι οὐχ αἱ πράξεις αὐτῶν ἐνοχλοῦσιν ἡμῖν· ἐκεῖναι γάρ εἰσιν ἐν τοῖς ἐκείνων ἡγεμονικοῖς· ἀλλὰ αἱ ἡμέτεραι ὑπολήψεις. [12] ἆρον γοῦν καὶ θέλησον ἀφεῖναι τὴν ὡς περὶ δεινοῦ κρίσιν καὶ ἀπῆλθεν ἡ ὀργή. [13] πῶς οὖν ἀρεῖς; λογισάμενος ὅτι οὐκ αἰσχρόν· ἐὰν γὰρ μὴ μόνον ἦι τὸ αἰσχρὸν κακόν, ἀνάγκη καὶ σὲ πολλὰ ἁμαρτάνειν καὶ ληιστὴν καὶ παντοῖον γίνεσθαι.

[14] Ὄγδοον, ὅσωι χαλεπώτερα ἐπιφέρουσιν αἱ ὀργαὶ καὶ λῦπαι αἱ ἐπὶ τοῖς τοιούτοις, ἤπερ αὐτά ἐστιν ἐφ᾽ οἷς ὀργιζόμεθα καὶ λυπούμεθα.

[15] Ἔνατον, ὅτι τὸ εὐμενὲς ἀνίκητον, ἐὰν γνήσιον ἦι καὶ μὴ σεσηρὸς μηδὲ ὑπόκρισις. [16] τί γάρ σοι ποιήσει ὁ ὑβριστικώτατος, ἐὰν διατελῆις εὐμενὴς αὐτῶι καί, εἰ οὕτως ἔτυχε, πράιως παραινῆις καὶ μεταδιδάσκηις εὐσχολῶν παρ᾽ αὐτὸν ἐκεῖνον τὸν καιρὸν ὅτε κακοποιεῖν σε ἐπιχειρεῖ· «μή, τέκνον· πρὸς ἄλλο πεφύκαμεν· ἐγὼ μὲν οὐ μὴ βλαβῶ, σὺ δὲ βλάπτηι, τέκνον.» [17] καὶ δεικνύναι εὐαφῶς καὶ ὁλικῶς ὅτι τοῦτο οὕτως ἔχει, ὅτι οὐδὲ μέλισσαι αὐτὸ ποιοῦσιν οὐδ᾽ ὅσα συναγελαστικὰ πέφυκε. [18] δεῖ δὲ μήτε εἰρωνικῶς αὐτὸ ποιεῖν μήτε ὀνειδιστικῶς, ἀλλὰ φιλοστόργως καὶ ἀδήκτως τῆι ψυχῆι καὶ μὴ ὡς ἐν σχολῆι μηδὲ ἵνα ἄλλος παραστὰς θαυμάσηι, ἀλλ᾽ ἧι τοι πρὸς μόνον καὶ ἐὰν ἄλλοι τινὲς περιεστήκωσι.

[19] Τούτων τῶν ἐννέα κεφαλαίων μέμνησο ὡς παρὰ τῶν Μουσῶν δῶρα εἰληφὼς καὶ ἄρξαι ποτὲ ἄνθρωπος εἶναι, ἕως ζῆις. [20] φυλακτέον δὲ ἐπίσης τῶι ὀργίζεσθαι αὐτοῖς τὸ κολακεύειν αὐτούς· ἀμφότερα γὰρ ἀκοινώνητα καὶ πρὸς βλάβην φέρει. [21] πρόχειρον δὲ ἐν ταῖς ὀργαῖς ὅτι οὐχὶ τὸ θυμοῦσθαι ἀνδρικόν, ἀλλὰ τὸ πρᾶιον καὶ ἥμερον ὥσπερ ἀνθρωπικώτερον, οὕτως καὶ ἀρρενικώτερον, καὶ ἰσχύος καὶ νεύρων καὶ ἀνδρείας τούτωι μέτεστιν, οὐχὶ τῶι ἀγανακτοῦντι καὶ δυσαρεστοῦντι· [22] ὅσωι γὰρ ἀπαθείαι τοῦτο οἰκειότερον, τοσούτωι καὶ δυνάμει, [23] ὥσπερ τε ἡ λύπη ἀσθενοῦς, οὕτως καὶ ἡ ὀργή· ἀμφότεροι γὰρ τέτρωνται καὶ ἐνδεδώκασιν.

[24] Εἰ δὲ βούλει, καὶ δέκατον παρὰ τοῦ Μουσηγέτου δῶρον λάβε, ὅτι τὸ ἀξιοῦν μὴ ἁμαρτάνειν τοὺς φαύλους μανικόν· ἀδυνάτου γὰρ ἐφίεται. [25] τὸ δὲ συγχωρεῖν <εἰς> ἄλλους μὲν εἶναι τοιούτους, ἀξιοῦν δὲ μὴ εἰς σὲ ἁμαρτάνειν, ἄγνωμον καὶ τυραννικόν.

19.

[1] Τέσσαρας μάλιστα τροπὰς τοῦ ἡγεμονικοῦ παραφυλακτέον διηνεκῶς καὶ ἐπειδὰν φωράσηις ἀπαλειπτέον, ἐπιλέγοντα ἐφ᾽ ἑκάστου οὕτως· τοῦτο τὸ φάντασμα οὐκ ἀναγκαῖον· τοῦτο λυτικὸν κοινωνίας· τοῦτο οὐκ ἀπὸ σαυτοῦ μέλλεις λέγειν· τὸ γὰρ μὴ ἀφ᾽ ἑαυτοῦ λέγειν ἐν τοῖς ἀτοπωτάτοις νόμιζε. [2] τέταρτον δέ ἐστι καθ᾽ ὃ σεαυτῶι ὀνειδιεῖς, ὅτι τοῦτο ἡττωμένου ἐστὶ καὶ ὑποκατακλινομένου τοῦ ἐν σοὶ θειοτέρου μέρους τῆι ἀτιμοτέραι καὶ θνητῆι μοίραι, τῆι τοῦ σώματος καὶ ταῖς τούτου παχείαις ἡδοναῖς.

20.

[1] Τὸ μὲν πνευματικόν σου καὶ τὸ πυρῶδες πᾶν, ὅσον ἐγκέκραται, καίτοι φύσει ἀνωφερῆ ὄντα, ὅμως πειθόμενα τῆι τῶν ὅλων διατάξει παρακρατεῖται ἐνταῦθα ἐπὶ τοῦ συγκρίματος. [2] καὶ τὸ γεῶδες δὲ τὸ ἐν σοὶ πᾶν καὶ τὸ ὑγρόν, καίτοι κατωφερῆ ὄντα, ὅμως ἐγήγερται καὶ ἕστηκε τὴν οὐχ ἑαυτῶν φυσικὴν στάσιν. [3] οὕτως ἄρα καὶ τὰ στοιχεῖα ὑπακούει τοῖς ὅλοις, ἐπειδάν που καταταχθῆι, βίαι συμμένοντα μέχρις ἂν ἐκεῖθεν πάλιν τὸ ἐνδόσιμον τῆς διαλύσεως σημήνηι. [4] οὐ δεινὸν οὖν μόνον τὸ νοερόν σου μέρος ἀπειθὲς εἶναι καὶ ἀγανακτεῖν τῆι ἑαυτοῦ χώραι; καίτοι οὐδέν γε βίαιον τούτωι ἐπιτάσσεται, ἀλλὰ μόνα ὅσα κατὰ φύσιν ἐστὶν αὐτῶι· οὐ μέντοι ἀνέχεται, ἀλλὰ τὴν ἐναντίαν φέρεται. [5] ἡ γὰρ ἐπὶ τὰ ἀδικήματα καὶ τὰ ἀκολαστήματα καὶ τὰς ὀργὰς καὶ τὰς λύπας καὶ τοὺς φόβους κίνησις οὐδὲν ἄλλο ἐστὶν ἢ ἀφισταμένου τῆς φύσεως. [6] καὶ ὅταν δέ τινι τῶν συμβαινόντων δυσχεραίνηι τὸ ἡγεμονικόν, καταλείπει καὶ τότε τὴν ἑαυτοῦ χώραν· πρὸς ὁσιότητα γὰρ καὶ θεοσέβειαν κατεσκεύασται οὐχ ἧττον ἢ πρὸς δικαιοσύνην. [7] καὶ γὰρ ταῦτα ἐν εἴδει ἐστὶ τῆς εὐκοινωνησίας, μᾶλλον δὲ πρεσβύτερα τῶν δικαιοπραγημάτων.

21.

[1] «Ὣι μὴ εἷς καὶ ὁ αὐτός ἐστιν ἀεὶ τοῦ βίου σκοπός, οὗτος εἷς καὶ ὁ αὐτὸς δι᾽ ὅλου τοῦ βίου εἶναι οὐ δύναται.» [2] οὐκ ἀρκεῖ τὸ εἰρημένον, ἐὰν μὴ κἀκεῖνο προσθῆις, ὁποῖον εἶναι δεῖ τοῦτον τὸν σκοπόν. [3] ὥσπερ γὰρ οὐχ ἡ πάντων τῶν ὁπωσοῦν τοῖς πλείοσι δοκούντων ἀγαθῶν ὑπόληψις ὁμοία ἐστίν, ἀλλ᾽ ἡ τῶν τοιῶνδέ τινων, τουτέστι τῶν κοινῶν, οὕτω καὶ τὸν σκοπὸν δεῖ τὸν κοινωνικὸν καὶ πολιτικὸν ὑποστήσασθαι. [4] ὁ γὰρ εἰς τοῦτον πάσας τὰς ἰδίας ὁρμὰς ἀπευθύνων πάσας τὰς πράξεις ὁμοίας ἀποδώσει καὶ κατὰ τοῦτο ἀεὶ ὁ αὐτὸς ἔσται.

22.

[1] Τὸν μῦν τὸν ὀρεινὸν καὶ τὸν κατοικίδιον καὶ τὴν πτοίαν τούτου καὶ διασόβησιν.

23.

[1] <Ὁ> Σωκράτης καὶ τὰ τῶν πολλῶν δόγματα Λαμίας ἐκάλει, παιδίων δείματα.

24.

[1] <Οἱ> Λακεδαιμόνιοι τοῖς μὲν ξένοις ἐν ταῖς θεωρίαις ὑπὸ τῆι σκιᾶι τὰ βάθρα ἐτίθεσαν, αὐτοὶ δὲ οὗ ἔτυχεν, ἐκαθέζοντο.

25.

[1] Τῶι Περδίκκαι ὁ Σωκράτης περὶ τοῦ μὴ ἔρχεσθαι παρ᾽ αὐτόν· «ἵνα, ἔφη, μὴ τῶι κακίστωι ὀλέθρωι ἀπόλωμα», τουτέστι, μὴ εὖ παθὼν οὐ δυνηθῶ ἀντευποιῆσαι.

26.

[1] Ἐν τοῖς τῶν Ἐπικουρείων γράμμασι παράγγελμα ἔκειτο συνεχῶς ὑπομιμνήισκεσθαι τῶν παλαιῶν τινος τῶν ἀρετῆι χρησαμένων.

27.

[1] Οἱ Πυθαγόρειοι· ἕωθεν εἰς τὸν οὐρανὸν ἀφορᾶν, ἵν᾽ ὑπομιμνηι σκώμεθα τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως τὸ ἑαυτῶν ἔργον διανυόντων καὶ τῆς τάξεως καὶ τῆς καθαρότητος καὶ τῆς γυμνότητος· [2] οὐδὲν γὰρ προκάλυμμα ἄστρου.

28.

[1] Οἷος ὁ Σωκράτης τὸ κώιδιον ὑπεζωσμένος, ὅτε ἡ Ξανθίππη λαβοῦσα τὸ ἱμάτιον ἔξω προῆλθεν· καὶ ἃ εἶπεν ὁ Σωκράτης τοῖς ἑταίροις αἰδεσθεῖσι καὶ ἀναχωρήσασιν, ὅτε αὐτὸν εἶδον οὕτως ἐσταλμένον.

29.

[1] Ἐν τῶι γράφειν καὶ ἀναγινώσκειν οὐ πρότερον ἄρξεις πρὶν ἀρχθῆις. τοῦτο πολλῶι μᾶλλον ἐν τῶι βίωι.

30.

[1] Δοῦλος πέφυκας, οὐ μέτεστί σοι λόγου.

31.

[1] Ἐμὸν δ᾽ ἐγέλασσε φίλον κῆρ.

32.

[1] Μέμψονται δ᾽ ἀρετὴν χαλεποῖς βάζοντες ἔπεσσιν.

33.

[1] Σῦκον χειμῶνος ζητεῖν μαινομένου· τοιοῦτος ὁ [τὸ] παιδίον ζητῶν, ὅτε οὐκέτι δίδοται.

34.

[1] Καταφιλοῦντα τὸ παιδίον δεῖν, ἔλεγεν ὁ Ἐπίκτητος, ἔνδον ἐπιφθέγγεσθαι· «αὔριον ἴσως ἀποθανῆι.» – «δύσφημα ταῦτα.» – «οὐδὲν δύσφημον», ἔφη, «φυσικοῦ τινος ἔργου σημαντικόν· ἢ καὶ τὸ τοὺς στάχυας θερισθῆναι δύσφημον.»

35.

[1] Ὄμφαξ, σταφυλή, σταφίς, πάντα μεταβολαί, οὐκ εἰς τὸ μὴ ὄν, ἀλλὰ εἰς τὸ νῦν μὴ ὄν.

36.

[1] Ληιστὴς προαιρέσεως οὐ γίνεται· τὸ τοῦ Ἐπικτήτου.

37.

[1] «Τέχνην», ἔφη, «δεῖ περὶ τὸ συγκατατίθεσθαι εὑρεῖν καὶ ἐν τῶι περὶ τὰς ὁρμὰς τόπωι τὸ προσεκτικὸν φυλάσσειν, ἵνα μεθ᾽ ὑπεξαιρέσεως <ὦσιν,> ἵνα κοινωνικαί, ἵνα κατ᾽ ἀξίαν, [2] καὶ ὀρέξεως μὲν παντάπασιν ἀπέχεσθαι, ἐκκλίσει δὲ πρὸς μηδὲν τῶν οὐκ ἐφ᾽ ἡμῖν χρῆσθαι.»

38.

[1] «Οὐ περὶ τοῦ τυχόντος οὖν», ἔφη, «ἐστὶν ὁ ἀγών, ἀλλὰ περὶ τοῦ μαίνεσθαι ἢ μή.»

39.

[1] Ὁ Σωκράτης ἔλεγεν· «τί θέλετε; λογικῶν ψυχὰς ἔχειν ἢ ἀλόγων;» «λογικῶν.» «τίνων λογικῶν; ὑγιῶν ἢ φαύλων;» «ὑγιῶν.» «τί οὖν οὐ ζητεῖτε;» «ὅτι ἔχομεν.» «τί οὖν μάχεσθε καὶ διαφέρεσθε;»