BIBLIOTHECA AUGUSTANA

 

Attikos

floruit ca. 176 p. Chr. n.

 

Ἀποσπάσματα

 

Πρὸς τοὺς διὰ τῶν Ἀριστοτέλους

τὰ Πλάτωνος ὑπισχνουμένους

 

________________________________________________________

 

 

 

Frag. 2  (Mullach/Baudry 2), Eus., Pr. ev., XV, 4,1-21

 

 

(δʹ. Ἀττικοῦ Πλατωνικοῦ πρὸς Ἀριστοτέλην, διενεχθέντα

Μωσεῖ καὶ Πλάτωνι ἐν τῶι περὶ τοῦ τέλους λόγωι)

 

[4.1] Τῆς γὰρ συμπάσης φιλοσοφίας κοινῆι γνώμηι τῶν φιλοσοφησάντων τὴν ἀνθρωπίνην εὐδαιμονίαν ὑπισχνουμένης, τριχῆι δὲ διαιρουμένης κατὰ τὴν τῶν ὅλων ποιητικὴν διανέμησιν, τοσοῦτον ἀποδέων ἐν τούτοις τοῦ διδάσκειν τι τῶν Πλάτωνος ὁ Περιπατητικὸς ὀφθήσεται ὥστε, πλειόνων ὄντων οἳ διαφέρονται Πλάτωνι, μάλιστα ἐναντιούμενος αὐτὸς φανεῖται. [4.2] Καὶ πρῶτόν γ᾽ ἀπὸ τοῦ κοινοῦ καὶ μεγίστου καὶ κυριωτάτου τὴν πρὸς Πλάτωνα παραλλαγὴν ἐποιήσατο, μὴ τηρήσας τὸ μέτρον τῆς εὐδαιμονίας μηδὲ τὴν ἀρετὴν αὐτάρκη πρὸς τοῦτο συγχωρήσας, ἀλλ᾽ ἀπολισθὼν τῆς δυνάμεως τῆς κατὰ τὴν ἀρετὴν καὶ ἡγησάμενος αὐτῆι προσδεῖν τῶν ἐκ τῆς τύχης, ἵνα μετὰ τούτων ἕληι τὴν εὐδαιμονίαν, εἰ δ᾽ ἐφ᾽ ἑαυτῆς λειφθείη, ὡς ἀδύνατον καὶ οὐκ ἐφικτὸν τῆς εὐδαιμονίας μεμψάμενος. [4.3] Τὸ μὲν οὖν ἀγεννὲς καὶ διημαρτημένον τῆς γνώμης ἐν τούτωι τε κἀν τοῖς ἄλλοις οὐ τοῦ παρόντος δεικνύναι καιροῦ· ἐκεῖνο δ᾽ οἶμαι πρόδηλον, ὅτι τοῦ σκοποῦ καὶ τῆς εὐδαιμονίας οὐκ ἴσων ὄντων οὐδὲ τῶν αὐτῶν κατὰ Πλάτωνα καὶ κατὰ Ἀριστοτέλην, ἀλλὰ τοῦ μὲν βοῶντος ἑκάστοτε καὶ κηρύττοντος ὅτι εὐδαιμονέστατος ὁ δικαιότατος, τοῦ δὲ μὴ ἐπιτρέποντος ἕπεσθαι τῆι ἀρετῆι τὴν εὐδαιμονίαν, ἂν μὴ καὶ γένος εὐτυχήσηι καὶ κάλλος, ἀλλὰ καὶ χρυσόν («ὃς καὶ χρυσὸν ἔχων πόλεμον δ᾽ ἴεν ἠΰτε κούρη»), ἀνάγκη κατὰ τὴν διαφορὰν τοῦ τέλους καὶ τὴν ἐπὶ τοῦτ᾽ ἄγουσαν φιλοσοφίαν διάφορον εἶναι. [4.4] Μιᾶι γὰρ ὁδῶι βαδίζοντα, ἥτις ἄγειν πέφυκεν ἐπί τι τῶν μικρῶν καὶ ταπεινῶν, οὐκ ἔστιν ἐλθεῖν ἐπὶ τὰ μείζω καὶ ἐν ὕψει κείμενα.

 

Ὁρᾶις ἵν᾽ ἔστ᾽ ἐκεῖνος ὑψηλὸς πάγος,

τρηχύς τε καὶ παλίγκοτος,

ἐν τῶι κάθηται σὴν ἐλαφρίζων μάχην;

 

[4.5] Ἐπὶ τοῦτον τὸν «ὑψηλὸν πάγον» τὸ δριμὺ καὶ πανοῦργον ἐκεῖνο θηρίον ἀνελθεῖν ἀδύνατον· ἵνα δ᾽ εἰς ταὐτὸν ἔλθηι τοῖς ἀετοῦ γεννήμασιν ἀλώπηξ, ἢ τύχηι τινὶ δεῖ χρησαμένους ἐκείνους πονηρᾶι καταπεσεῖν εἰς γῆν, τῶν οἰκείων αὐτοῖς φθαρέντων, ἢ φύσασαν αὐτήν ἃ μὴ πέφυκε φύειν

 

λαιψηρὰ κυκλῶσαι πτερὰ

 

καὶ οὕτως ἀρθεῖσαν ἐκ γῆς ἀναπτέσθαι πρὸς τὸν «ὑψηλὸν πάγον». ἕως δ᾽ ἑκάτερον ἐπὶ τῆς οἰκείας μένει τάξεως, οὐκ ἔνι κοινωνία τοῖς γῆς πρὸς τὰ οὐρανοῦ θρέμματα.

 

[4.6] Καὶ μεθ᾽ ἕτερα ἐπιλέγει·

 

Τούτων τοίνυν οὕτως ἐχόντων καὶ πειρωμένου τοῦ Πλάτωνος «ἕλκειν» τὰς τῶν νέων ψυχὰς «ἄνω» που πρὸς τὸ θεῖον καὶ τοῦτον τὸν τρόπον προσοικειοῦντος μὲν τῆι ἀρετῆι καὶ τῶι καλῶι, τῶν δ᾽ ἄλλων ἁπάντων ἀναπείθοντος ὑπερφρονεῖν, φράσον ἡμῖν, ὦ Περιπατητικέ, πῶς ἐκδιδάξεις ταῦτα; πῶς ὁδηγήσεις ἐπ᾽ αὐτὰ τοὺς φιλοπλάτωνας; [4.7] ποῦ σοι τῆς αἱρέσεως τοσοῦτον ὕψος λόγων ὥστε τὸ τῶν Ἀλωαδῶν φρόνημα κτήσασθαι καὶ τὴν εἰς οὐρανὸν ὁδὸν ζητεῖν, ἣν ἐκεῖνοι μὲν ὤιοντο ὀρῶν ἀναθέσει δύνασθαι γίνεσθαι, τὸ δ᾽ ἄρ᾽ ἦν ἀφαιρέσει «τῶν ἀνθρωπίνων σπουδασμάτων» γινόμενον, ὥς φησι Πλάτων; [4.8] Τίς οὖν ἡ παρὰ σοῦ πρὸς ταῦτα τοῖς νέοις βοήθεια; καὶ πόθεν τίς ὁ τῆς ἀρετῆς συναγωνιστὴς λόγος; ἐκ ποίων πραγματειῶν Ἀριστοτέλους; τίνος τῶν ἀπ᾽ αὐτοῦ; ἐκ ποίων ἀγράφων; δίδωμι γάρ σοι κἂν ψεύδεσθαι θέληις, μόνον τι νεανικόν· ἀλλὰ γὰρ οὔτ᾽ ἔχεις εἰπεῖν οὔτ᾽ ἂν ἐπιτρέψαι σοι τῶν ἡγεμόνων τῆς αἱρέσεως οὐδείς. [4.9] Αἱ γοῦν Ἀριστοτέλους περὶ ταῦτα πραγματεῖαι, Εὐδήμειοί τε καὶ Νικομάχειοι καὶ Μεγάλων Ἠθικῶν ἐπιγραφόμεναι, μικρόν τι καὶ ταπεινὸν καὶ δημῶδες περὶ τῆς ἀρετῆς φρονοῦσι καὶ τοσοῦτον ὅσον ἄν τις καὶ ἰδιώτης καὶ ἀπαίδευτος καὶ μειράκιον καὶ γυνή. Τὸ μὲν γὰρ διάδημαι, ὡς εἰπεῖν, καὶ τὸ σκῆπτρον τὸ βασιλικόν, ὃ παρὰ τοῦ Διὸς ἔχει λαβοῦσ᾽ ἀναφαίρετον ἡ ἀρετή (ἐπεὶ «οὐ παλινάγρετον, ὅττι κεν» οὗτος «τῆι κεφαλῆι ἐπινεύσει»), τοῦτ᾽ αὐτὴν ἀφαιρεῖσθαι τολμῶσιν· [4.10] οὐ γὰρ ἐπιτρέπουσιν αὐτὴν ποιεῖν εὐδαίμονας, ὁμοίαν δ᾽ αὐτὴν καθιστᾶσι πλούτωι καὶ δόξηι καὶ γένει καὶ ὑγείαι καὶ κάλλει καὶ ὅσ᾽ ἄλλα κοινὰ τῆς κακίας· ὡς γὰρ τούτων ὁτιοῦν παρὸν χωρὶς ἀρετῆς οὐκ αὔταρκες εὐδαίμονα τὸν κεκτημένον ἀποφῆναι, καὶ ἡ ἀρετὴ κατὰ ταὐτὰ χωρὶς τούτων οὐχ ἱκανὴ ποιῆσαι τὸν ἔχοντ᾽ αὐτὴν εὐδαίμονα. [4.11] Πῶς οὖν οὐ καθήιρηται καὶ καταβέβληται τὸ τῆς ἀρετῆς ἀξίωμα; Ναί· ἀλλὰ πολὺ τῶν ἄλλων ἀγαθῶν ὑπερέχειν τὴν ἀρετὴν λέγουσι. Τί δὴ τοῦτο; καὶ γὰρ τὴν ὑγείαν τοῦ πλούτου· ἀλλὰ τό γε χωρὶς ἀλλήλων μὴ ἀρκεῖν πρὸς εὐδαιμονίαν πᾶσι κοινόν. [4.12] Ὁπόταν οὖν τις ἐκ τούτων τῶν δογμάτων καὶ ταύτης τῆς αἱρέσεως διδάξειε τὸν ἐν αὐτῆι τῆι ψυχῆι τὸ πᾶν ἀνθρώπινον ἀγαθὸν ζητοῦντα, εὐδαιμονία, φησίν, ἐπὶ τροχὸν οὐκ ἀναβαίνει οὐδ᾽ ὁ ταῖς πριαμικαῖς τύχαις συνεχόμενος δύναιτ᾽ ἂν εὐδαίμων καὶ μακάριος εἶναι. [4.13] Τὸν δὲ τὴν ἀρετὴν ἔχοντα τοιούτοις τισὶ περιπεσεῖν οὐκ ἀπεικός· τούτοις δὲ ἕπεται τὸ μήτ᾽ ἀκολουθεῖν ἐκ παντὸς τὴν εὐδαιμονίαν τοῖς τὴν ἀρετὴν ἔχουσι μήτ᾽, εἰ γένοιτο, παραμένειν ἀεί.

 

Φύλλα τὰ μέν τ᾽ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ᾽ ὕλη

τηλεθόωσα φύει·

ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει, ἡ δ᾽ ἀπολήγει·

 

[4.14] ἔτι σοι τὸ παράδειγμα μικρὸν καὶ ἄτολμον, ὦ ποιητά·

 

ἔαρος δ᾽ ἐπιγίνεται ὥρη·

 

πολὺς ὁ μεταξὺ χρόνος καὶ ὧι μὴ γίνεται. Εἰ θέλεις ἀκριβῶς τὸ ἐπίκηρον καὶ σαθρὸν τῆς ἀνθρωπίνης γενεᾶς ἀπεικάσαι, παράβαλλε τὴν Ἀριστοτέλους εὐδαιμονίαν· ῥᾶιον τῶν φύλλων αὕτη καὶ φύεται καὶ ἀπολείπει, οὐκ ἀναμένουσα περιτελλόμενον τὸν ἐνιαυτὸν οὐδ᾽ αὐτοετεὶ οὐδ᾽ αὐτομηνί, ἀλλ᾽ αὐτῆς ἡμέρας, αὐτῆς ὥρας καὶ γίνεται καὶ ἀπόλλυται. [4.15] Πολλὰ δὲ τὰ ἀπολλύντα, καὶ πάντα ἐκ τῆς τύχης· καὶ γὰρ αἱ τοῦ σώματος «κῆρες, μυρίαι» δ᾽ αὗται, καὶ πενία καὶ ἀτιμία καὶ ὅσα τοιαῦτα· καὶ πρὸς οὐδὲν αὐταρκεῖ τὰ τῆς φίλης ἀρετῆς, πρὸς βοήθειαν οὐχ ἱκανά· τὴν μὲν γὰρ κακοδαιμονίαν εἴργειν, τὴν δ᾽ εὐδαιμονίαν διασώιζειν ἀσθενής. [4.16] Τούτοις οὖν τις ἐντραφεὶς καὶ τούτοις ἀρεσκόμενος τοῖς λόγοις τίνα τρόπον ἢ αὐτὸς συνάισεται τοῖς Πλάτωνος ἢ ἄλλους πρὸς αὐτὰ ἐπιρρώσει ποτέ; οὐ γὰρ ἔστιν ὅπως ἄν τις ἐκ τούτων ὁρμώμενος παραδέξαιτο τὰ ἡράκλεια καὶ θεῖα ἐκεῖνα δόγματα, ὡς ἰσχυρόν τι καὶ πάγκαλον χρῆμα ἀρετὴ καὶ οὔτε ποτ᾽ ἐνδέουσα πρὸς εὐδαιμονίαν οὔτε ποτ᾽ αὐτῆς ἀφαιρουμένη, ἀλλὰ κἂν πενία κἂν νόσος κἂν ἀδοξία κἂν βάσανοι καὶ πίττα καὶ σταυρός, κἂν τὰ ἐκ τῆς τραγωιδίας ἅμα πάντ᾽ ἐπιρρυῆι, ἔτι ὁ δίκαιος εὐδαίμων καὶ μακάριος. [4.17] Ὑπὸ κήρυκι γοῦν αὑτῶι τῶι μεγαλοφωνοτάτωι κηρύττει, καθάπερ ἀθλητήν τινα νικηφόρον, τὸν δικαιότατον, ὅτι οὗτός ἐστιν εὐδαιμονέστατος <ὁ> ἐξ αὐτῆς τῆς δικαιοσύνης τὸν «καρπὸν» τῆς εὐδαιμονίας «δρεπόμενος». Διαίρει τοίνυν, εἰ βούλει, καὶ ποίκιλλε τριχῆι καὶ τετραχῆι καὶ πολλαχῆι τἀγαθὰ διαστελλόμενος· οὐδὲν γὰρ ταῦτα πρὸς τὸ προκείμενον, οὐδέ ποθ᾽ ἡμᾶς δι᾽ αὐτῶν προσάξεις τῶι Πλάτωνι. [4.18] Τί γὰρ εἰ τῶν ἀγαθῶν, ὡς φήις, τὰ μὲν τίμια, καθάπερ οἱ θεοί, τὰ δ᾽ ἐπαινετά, ὡς αἱ ἀρεταί, τὰ δὲ δυνάμεις, ὡς πλοῦτος καὶ ἰσχύς, τὰ δ᾽ ὠφέλιμα, ὡς αἱ θεραπεῖαι; τί δ᾽ εἰ ταῦτα ἐλάττονι διαιρέσει διαστελλόμενος λέγοις τῶν ἀγαθῶν τὰ μὲν εἶναι τέλη, τὰ δ᾽ οὐ τέλη; τέλη μὲν ὀνομάζων ὧν χάριν τἄλλα, οὐ τέλη δὲ τὰ τῶν ἄλλων ἕνεκεν λαμβανόμενα. [4.19] Τί δ᾽ εἰ μάθοι τις ὅτι τὰ μὲν ἁπλῶς ἀγαθά, τὰ δ᾽ οὐ πᾶσιν; ἢ ὅτι τὰ μὲν ψυχῆς ἀγαθά, τὰ δὲ σώματος, τὰ δ᾽ ἐκτός; ἢ πάλιν ὅτι τῶν ἀγαθῶν τὰ μὲν δυνάμεις, τὰ δὲ διαθέσεις καὶ ἕξεις, ἄλλα δ᾽ ἐνέργειαι, τὰ δὲ τέλη, τὰ δὲ ὗλαι, τὰ δὲ ὄργανα; κἂν κατὰ τὰς δέκα δὲ κατηγορίας παρὰ σοῦ μάθηι τις δεκαχῆι διανέμειν τἀγαθόν, τί ταῦτα πρὸς τὴν Πλάτωνος γνώμην τὰ διδάγματα; [4.20] Ἕως οὗ γὰρ σὺ μὲν εἴτ᾽ ὁμωνύμως εἴτ᾽ ὅπως βούλει καλῶν ἀγαθὰ τὰ τῆς ἀρετῆς, ἄλλα πρὸς τὴν εὐδαιμονίαν ὡς ἀναγκαῖα παραλαμβάνεις, τὸ ἱκανὸν τῆς ἀρετῆς ἀφαιρούμενος, Πλάτων δ᾽ ἐκ περιουσίας περὶ τῶν ἄλλων ζητεῖ τὸ δὴ ἔκπλεων εἰς εὐδαιμονίαν ἀπ᾽ αὐτῆς τῆς ἀρετῆς ἔχων, οὐδὲν ἂν ἡμῖν εἴη κατὰ τοῦτο κοινόν· ἄλλων σοὶ δεῖ λόγων, ἄλλων τοῖς Πλάτωνος.

 

[4.21] Ὡς (γὰρ) οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστὰ

οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,

 

οὕτως οὐκ ἔστι Πλάτωνι καὶ Ἀριστοτέλει φιλία περὶ τοῦ κορυφαιοτάτου καὶ κυριωτάτου τῆς εὐδαιμονίας δόγματος· «διαμπερὲς» γάρ, εἰ μὴ καὶ «κακὰ φρονέουσιν ἀλλήλοις», τά γ᾽ ὑπεναντία περὶ τῶν εἰς τοῦτο διαφερόντων φαίνονται λέγοντες.

 

[2.6] Ταῦτα μὲν ὁ Ἀττικός·