Attikos
floruit ca. 176 p. Chr. n.
Ἀποσπάσματα
Πρὸς τοὺς διὰ τῶν Ἀριστοτέλουςτὰ Πλάτωνος ὑπισχνουμένους
|
|
________________________________________________________
|
|
Frag. 1 (Mullach/Baudry 1), Eus., Pr. ev., XI, 1,2 - 2,1-6
[1.2] ... Θήσω δὲ τὰ ἀρέσκοντα Πλάτωνι ἀπὸ τῶν τὰ αὐτοῦ πρεσβευόντων, ὧν Ἀττικὸς διαφανὴς ἀνὴρ τῶν πλατωνικῶν φιλοσόφων ὧδέ πηι τὰ δοκοῦντα τῶι ἀνδρὶ διέξεισιν, ἐν οἷς ἵσταται «Πρὸς τοὺς διὰ τῶν Ἀριστοτέλους τὰ Πλάτωνος ὑπισχνουμένους».(γʹ. Ἀττικοῦ περὶ τοῦ τριμεροῦς τῆς κατὰ Πλάτωνα φιλοσοφίας.)
[2.1] Τριχῆ τοίνυν διαιρουμένης τῆς ἐντελοῦς φιλοσοφίας, εἴς τε τὸν ἠθικὸν καλούμενον τόπον καὶ τὸν φυσικὸν καὶ ἔτι τὸν λογικόν, καὶ τοῦ μὲν πρώτου κατασκευάζοντος ἡμῶν ἕκαστον καλὸν κἀγαθὸν καὶ τοὺς οἴκους ὅλους εἰς τὸ ἄριστον ἐπανορθοῦντος, ἤδη δὲ καὶ δῆμον σύμπαντα πολιτείαι τῆι διαφερούσηι καὶ νόμοις τοῖς ἀκριβεστάτοις κοσμοῦντος, τοῦ δευτέρου δὲ πρὸς τὴν περὶ τῶν θείων γνῶσιν διήκοντος αὐτῶν τε τῶν πρώτων καὶ τῶν αἰτίων καὶ τῶν ἄλλων, ὅσα ἐκ τούτων γίνεται, ἃ δὴ «περὶ φύσεως ἱστορίαν» ὁ Πλάτων ὠνόμακεν, εἰς δὲ τὴν περὶ τούτων ἀμφοτέρων διάκρισίν τε καὶ εὕρεσιν τοῦ τρίτου παραλαμβανομένου· [2.2] ὅτι μὲν Πλάτων πρῶτος καὶ μάλιστα συναγείρας εἰς ἓν πάντα τὰ τῆς φιλοσοφίας μέρη, τέως ἐσκεδασμένα καὶ διερριμμένα ὥσπερ τὰ τοῦ Πενθέως μέλη, καθάπερ εἶπέ τις, σῶμά τι καὶ ζῶιον ὁλόκληρον ἀπέφηνε τὴν φιλοσοφίαν, δῆλα παντὶ λεγόμενα. [2.3] Οὔτε γὰρ οἱ περὶ Θαλῆν καὶ Ἀναξιμένην καὶ Ἀναξαγόραν καὶ ὅσοι κατὰ ταὐτὸ γεγόνασι τούτοις ἀγνοοῦνται περὶ μόνην τὴν ὑπὲρ τῆς φύσεως τῶν ὄντων σκέψιν διατρίψαντες· οὐ μὴν οὐδὲ Πιττακὸς καὶ Περίανδρος καὶ Σόλων καὶ Λυκοῦργος καὶ οἱ παραπλήσιοι τούτοις λανθάνουσί τινας τὴν αὑτῶν φιλοσοφίαν εἰς πολιτείαν καταθέντες· Ζήνων δὲ καὶ πᾶν τὸ ἐλεατικὸν τοῦτο διδασκαλεῖον καὶ αὐτὸ γνώριμον ἐπὶ τῆι τέχνηι τῶν λόγων μάλιστα σπουδάσαν. [2.4] Τούτοις δὲ ἐπιγενόμενος Πλάτων, ἀνὴρ ἐκ φύσεως ἀρτιτελὴς καὶ πολὺ διενεγκών, οἷα κατάπεμπτος ὡς ἀληθῶς ἐκ θεῶν, ἵν᾽ ὁλόκληρος ὀφθῆι ἡ δι᾽ αὐτοῦ φιλοσοφία, παρῆκέ τ᾽ οὐδὲν καὶ ἕκαστα ἠκρίβωσε, μήτ᾽ ἐλλείπων πρὸς τὸ ἀναγκαῖον μήτε πρὸς τὸ ἄχρηστον ἐξενεχθείς. [2.5] Ἐπεὶ τοίνυν πάντων ἔφαμεν μετεῖναι τῶι Πλατωνικῶι καὶ φυσιολογοῦντι καὶ περὶ ἠθῶν λέγοντι καὶ διαλεγομένωι, φέρε καθ᾽ ἕκαστον ἐπισκεψώμεθα.
[2.6] Ταῦτα μὲν ὁ Ἀττικός· |