BIBLIOTHECA AUGUSTANA

 

Strabon

ca. 64 a. Chr. n. - ca. 23 p. Chr. n.

 

Γεωγραφικά

 

Βιβλίον θʹ

 

___________________________________________________

 

 

 

θʹ

 

Ἐν τῶι ἐνάτωι περὶ τῆς Ἑλλάδος͵ Ἀθηνῶν μάλιστα πανηγυρικὴν ἔκφρασιν͵ καὶ Βοιωτίαν καὶ Θετταλίαν μετὰ τῆς παραλίας ταύτης.

 

1

1.1

Περιωδευκόσι δὲ τὴν Πελοπόννησον, ἣν πρώτην ἔφαμεν καὶ ἐλαχίστην τῶν συντιθεισῶν τὴν Ἑλλάδα χερρονήσων, ἐφεξῆς ἂν εἴη τὰς συνεχεῖς ἐπελθεῖν. ἦν δὲ δευτέρα μὲν ἡ προστιθεῖσα τῆι Πελοποννήσωι τὴν Μεγαρίδα, ὥστε τὸν Κρομμυῶνα Μεγαρέων εἶναι καὶ μὴ Κορινθίων· τρίτη δὲ ἡ πρὸς ταύτηι προσλαμβάνουσα τὴν Ἀττικὴν καὶ τὴν Βοιωτίαν καὶ τῆς Φωκίδος τι μέρος καὶ τῶν Ἐπικνημιδίων Λοκρῶν. περὶ τούτων οὖν [λεκτέον]. φησὶ δ᾽ Εὔδοξος, εἴ τις νοήσειεν ἀπὸ τῶν Κεραυνίων ὀρῶν ἐπὶ Σούνιον τὸ τῆς Ἀττικῆς ἄκρον ἐπὶ τὰ πρὸς ἕω μέρη τεταμένην εὐθεῖαν, ἐν δεξιᾶι μὲν ἀπολείψειν τὴν Πελοπόννησον ὅλην πρὸς νότον, ἐν ἀριστερᾶι δὲ καὶ πρὸς τὴν ἄρκτον τὴν ἀπὸ τῶν Κεραυνίων ὀρῶν συνεχῆ παραλίαν μέχρι τοῦ Κρισαίου κόλπου καὶ τῆς Μεγαρίδος καὶ συμπάσης τῆς Ἀττικῆς· νομίζει δ᾽ οὐδ᾽ ἂν κ[οιλαίνεσθαι οὕτως] τὴν ἠιόνα τὴν ἀπὸ Σουνίου μέχρι [τοῦ Ἰσθμοῦ ὥστε μεγάλην] ἔχειν ἐπιστροφήν, εἰ μὴ προσῆν τῆι [ἠιόνι ταύτηι καὶ] τὰ συνεχῆ τῶι Ἰσθμῶι χωρία τὰ [ποιοῦντα τὸν κόλπον τὸν] Ἑρμιονικὸν καὶ τὴν Ἀκτήν· ὡς δ᾽ αὕ[τως οὐδ᾽ ἂν τὴν ἀπὸ τῶν Κεραυν]ίων ἐπὶ τὸν Κορινθιακὸν κόλπον ἔχειν τινὰ τοσαύ[την ἐπιστρο]φὴν ὥστε κοιλαίνεσθαι κολποειδῶς καθ᾽ αὑ[τήν, εἰ μὴ τὸ] Ῥίον καὶ τὸ Ἀντίρριον συναγόμενα εἰς στενὸν [ἐποίει τὴν] ἔμφασιν ταύτην· ὁμοίως δὲ καὶ τὰ περι[έχοντα] τὸν μυχόν, εἰς ἃ καταλήγειν συμβαίνει τὴν [ταύτηι] θάλατταν. 

1.2

Οὕτω δ᾽ εἰρηκότος Εὐδόξου, μαθηματικοῦ ἀνδρὸς καὶ σχημάτων ἐμπείρου καὶ κλιμάτων καὶ τοὺς τόπους τούτους εἰδότος, δεῖ νοεῖν τήνδε τὴν πλευρὰν τῆς Ἀττικῆς σὺν τῆι Μεγαρίδι τὴν ἀπὸ Σουνίου μέχρι Ἰσθμοῦ κοίλην μὲν ἀλλ᾽ ἐπὶ μικρόν. ἐνταῦθα δ᾽ ἐστὶ κατὰ μέσην που τὴν λεχθεῖσαν γραμμὴν ὁ Πειραιεὺς τὸ τῶν Ἀθηνῶν ἐπίνειον. διέχει γὰρ τοῦ μὲν Σχοινοῦντος τοῦ κατὰ τὸν Ἰσθμὸν περὶ τριακοσίους πεντήκοντα σταδίους, τοῦ δὲ Σουνίου τριάκοντα καὶ τριακοσίους· [τός]ον πώς ἐστι διάστημα καὶ τὸ ἐπὶ Πηγὰς ἀπὸ τοῦ Πει[ραιῶς], ὅσονπερ καὶ ἐπὶ Σχοινοῦντα· δέκα δ᾽ ὅμως στα[δίοις] πλεονάζειν φασί. κάμψαντι δὲ τὸ Σούνιον πρὸς ἄρκτον μὲν ὁ πλοῦς, ἐκκλίνων [δὲ] πρὸς δύσιν. 

1.3

Ἀκτὴ δ᾽ ἐστὶν [ἡ Ἀττικὴ] ἀμφιθάλαττος, στενὴ τὸ πρῶτον, εἶτ᾽ εἰς τὴν μεσόγαιαν πλατύνεται, μηνοειδῆ δ᾽ οὐδὲν ἧττον ἐπιστροφὴν λαμβάνει πρὸς Ὠρωπὸν τῆς Βοιωτίας τὸ κυρτὸν ἔχουσαν πρὸς θαλάττηι· τοῦτο δ᾽ ἐστὶ τὸ δεύτερον πλευρὸν ἑῶιον τῆς Ἀττικῆς. τὸ δὲ λοιπὸν ἤδη τὸ προσάρκτιόν ἐστι πλευρὸν ἀπὸ τῆς Ὠρωπίας ἐπὶ δύσιν παρατεῖνον μέχρι τῆς Μεγαρίδος, ἡ Ἀττικὴ ὀρεινή, πολυώνυμός τις, διείργουσα τὴν Βοιωτίαν ἀπὸ τῆς Ἀττικῆς· ὥσθ᾽, ὅπερ εἶπον ἐν τοῖς πρόσθεν, ἰσθμὸν γίνεσθαι τὴν Βοιωτίαν ἀμφιθάλαττον οὖσαν τῆς τρίτης χερρονήσου τῆς λεχθείσης, ἀπολαμβάνοντα ἐντὸς τὰ πρὸς τῆι Πελοποννήσωι τήν τε Μεγαρίδα καὶ τὴν Ἀττικήν. διὰ δὲ τοῦτο καὶ Ἀκτήν φασι λεχθῆναι τὸ παλαιὸν καὶ Ἀκτικὴν τὴν νῦν Ἀττικὴν παρονομασθεῖσαν, ὅτι τοῖς ὄρεσιν ὑποπέπτωκε τὸ πλεῖστον μέρος αὐτῆς ἁλιτενὲς καὶ στενόν, μήκει δ᾽ ἀξιολόγωι κεχρημένον, προπεπτωκὸς μέχρι Σουνίου. ταύτας οὖν διέξιμεν ἀναλα[βόντες πάλιν ἀπὸ τῆς π]αραλίας ἀφ᾽ ἧσπερ ἀπελίπομεν. 

1.4

Μετὰ δὴ Κρομμυῶνα ὑπέρκεινται τῆς Ἀττικῆς αἱ Σκειρωνίδες πέτραι πάροδον οὐκ ἀπολείπουσαι πρὸς θαλάττηι· ὑπὲρ αὐτῶν δ᾽ ἐστὶν ἡ ὁδὸς ἡ ἐπὶ Μεγάρων καὶ τῆς Ἀττικῆς ἀπὸ τοῦ Ἰσθμοῦ· οὕτω δὲ σφόδρα πλησιάζει ταῖς πέτραις ἡ ὁδὸς ὥστε πολλαχοῦ καὶ παράκρημνός ἐστι διὰ τὸ ὑπερκείμενον ὄρος δύσβατόν τε καὶ ὑψηλὸν ὄν· ἐνταῦθα δὲ μυθεύεται τὰ περὶ τοῦ Σκείρωνος καὶ τοῦ Πιτυοκάμπτου τῶν ληιζομένων τὴν λεχθεῖσαν ὀρεινήν, οὓς καθεῖλε Θησεύς. ἀπὸ δὲ τῶν ἄκρων τούτων καταιγίζοντα σκαιὸν τὸν ἀργέστην σκείρωνα προσηγορεύκασιν Ἀθηναῖοι. μετὰ δὲ τὰς Σκειρωνίδας πέτρας ἄκρα πρόκειται Μινώια ποιοῦσα τὸν ἐν τῆι Νισαίαι λιμένα. ἡ δὲ Νίσαια ἐπίνειόν ἐστιν τῶν Μεγάρων δεκαοκτὼ σταδίους τῆς πόλεως διέχον, σκέλεσιν ἑκατέρωθεν συναπτόμενον πρὸς αὐτήν· ἐκαλεῖτο δὲ καὶ τοῦτο Μινώια. 

1.5

Τὸ παλαιὸν μὲν οὖν Ἴωνες εἶχον τὴν χώραν ταύτην οἵπερ καὶ τὴν Ἀττικήν, οὔπω τῶν Μεγάρων ἐκτισμένων· διόπερ οὐδ᾽ ὁ ποιητὴς μέμνηται τῶν τόπων τούτων ἰδίως, ἀλλ᾽ Ἀθηναίους καλῶν τοὺς ἐν τῆι Ἀττικῆι πάντας συμπεριείληφε καὶ τούτους τῶι κοινῶι ὀνόματι Ἀθηναίους νομίζων, ὡς ὅταν φῆι ἐν τῶι καταλόγωι «οἳ δ᾽ ἄρ᾽ Ἀθήνας εἶχον, ἐυκτίμενον πτολίεθρον» δέχεσθαι δεῖ καὶ τοὺς νῦν Μεγαρέας, ὡς καὶ τούτους μετασχόντας τῆς στρατείας. σημεῖον δέ· ἡ γὰρ Ἀττικὴ τὸ παλαιὸν Ἰωνία καὶ Ἰὰς ἐκαλεῖτο, καὶ ὁ ποιητὴς ὅταν φῆι «ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες» τοὺς Ἀθηναίους λέγει· 

1.6

Ταύτης δ᾽ ἦν μερὶς καὶ ἡ Μεγαρίς. καὶ δὴ καὶ τῶν ὁρίων ἀμφισβητοῦντες πολλάκις οἵ τε Πελοποννήσιοι καὶ Ἴωνες, ἐν οἷς ἦν καὶ ἡ Κρομμυωνία, συνέβησαν καὶ στήλην ἔστησαν ἐπὶ τοῦ συνομολογηθέντος τόπου περὶ αὐτὸν τὸν Ἰσθμόν, ἐπιγραφὴν ἔχουσαν ἐπὶ μὲν τοῦ πρὸς τὴν Πελοπόννησον μέρους «τάδ᾽ ἐστὶ «Πελοπόννησος οὐκ Ἰωνία,» ἐπὶ δὲ τοῦ πρὸς Μέγαρα «τάδ᾽ οὐχὶ Πελοπόννησος ἀλλ᾽ Ἰωνία.» οἵ τε δὴ τὴν Ἀτθίδα συγγράψαντες πολλὰ διαφωνοῦντες τοῦτό γε ὁμολογοῦσιν οἵ γε λόγου ἄξιοι, διότι τῶν Πανδιονιδῶν τεττάρων ὄντων, Αἰγέως τε καὶ Λύκου καὶ Πάλλαντος καὶ τετάρτου Νίσου, καὶ τῆς Ἀττικῆς εἰς τέτταρα μέρη διαιρεθείσης, ὁ Νῖσος τὴν Μεγαρίδα λάχοι καὶ κτίσαι τὴν Νίσαιαν. Φιλόχορος μὲν οὖν ἀπὸ Ἰσθμοῦ μέχρι τοῦ Πυθίου διήκειν αὐτοῦ φησι τὴν ἀρχήν, Ἄνδρων δὲ μέχρι Ἐλευσῖνος καὶ τοῦ Θριασίου πεδίου. τὴν δ᾽ εἰς τέτταρα μέρη διανομὴν ἄλλων ἄλλως εἰρηκότων ἀρκεῖ ταῦτα παρὰ Σοφοκλέους λαβεῖν· φησὶ δ᾽ ὁ Αἰγεὺς ὅτι ὁ πατὴρ ὥρισεν ἐμοὶ μὲν ἀ[πελθεῖ]ν εἰς ἀκτὰς τῆσδε γῆς πρεσβεῖα νείμας· [εἶτ]α Λύκωι «τὸν ἀντίπλευρον κῆπον Εὐβοίας νέμει, Νίσωι δὲ «τὴν ὅμαυλον ἐξαιρεῖ χθόνα Σκείρωνος ἀκτῆς, τῆς δὲ «γῆς τὸ πρὸς νότον ὁ σκληρὸς οὗτος καὶ γίγαντας ἐκ»τρέφων εἴληχε Πάλλας.» ὅτι μὲν οὖν ἡ Μεγαρὶς τῆς Ἀττικῆς μέρος ἦν, τούτοις χρῶνται τεκμηρίοις. 

1.7

Μετὰ δὲ τὴν τῶν Ἡρακλειδῶν κάθοδον καὶ τὸν τῆς χώρας μερισμὸν ὑπ᾽ αὐτῶν καὶ τῶν συγκατελθόντων αὐτοῖς Δωριέων ἐκπεσεῖν τῆς οἰκείας συνέβη πολλοὺς εἰς τὴν Ἀττικήν, ὧν ἦν καὶ ὁ τῆς Μεσσήνης βασιλεὺς Μέλανθος· οὗτος δὲ καὶ τῶν Ἀθηναίων ἐβασίλευσεν ἑκόντων, νικήσας ἐκ μονομαχίας τὸν τῶν Βοιωτῶν βασιλέα Ξάνθον. εὐανδρούσης δὲ τῆς Ἀττικῆς διὰ τοὺς φυγάδας φοβηθέντες οἱ Ἡρακλεῖδαι, παροξυνόντων αὐτοὺς μάλιστα τῶν ἐν Κορίνθωι καὶ τῶν ἐν Μεσσήνηι, τῶν μὲν διὰ τὴν γειτνίασιν, τῶν δὲ ὅτι Κόδρος τῆς Ἀττικῆς ἐβασίλευε τότε ὁ τοῦ Μελάνθου παῖς, ἐστράτευσαν ἐπὶ τὴν Ἀττικήν· ἡττηθέντες δὲ μάχηι τῆς μὲν ἄλλης ἐξέστησαν γῆς, τὴν Μεγαρικὴν δὲ κατέσχον καὶ τήν τε πόλιν ἔκτισαν τὰ Μέγαρα καὶ τοὺς ἀνθρώπους Δωριέας ἀντὶ Ἰώνων ἐποίησαν· ἠφάνισαν δὲ καὶ τὴν στήλην τὴν ὁρίζουσαν τούς τε Ἴωνας καὶ τοὺς Πελοποννησίους. 

1.8

Πολλαῖς δὲ κέχρηται μεταβολαῖς ἡ τῶν Μεγαρέων πόλις, συμμένει δ᾽ ὅμως μέχρι νῦν. ἔσχε δέ ποτε καὶ φιλοσόφων διατριβὰς τῶν προσαγορευθέντων Μεγαρικῶν, Εὐκλείδην διαδεξαμένων ἄνδρα Σωκρατικόν, Μεγαρέα τὸ γένος· καθάπερ καὶ Φαίδωνα μὲν τὸν Ἠλεῖον οἱ Ἠλειακοὶ διεδέξαντο, καὶ τοῦτον Σωκρατικόν, ὧν ἦν καὶ Πύρρων, Μενέδημον δὲ τὸν Ἐρετριέα οἱ Ἐρετρικοί. ἔστι δ᾽ ἡ χώρα τῶν Μεγαρέων παράλυπρος καθάπερ καὶ ἡ Ἀττική, καὶ τὸ πλέον αὐτῆς ἐπέχει τὰ καλούμενα Ὄνεια ὄρη, ῥάχις τις μηκυνομένη μὲν ἀπὸ τῶν Σκειρωνίδων πετρῶν ἐπὶ τὴν Βοιωτίαν καὶ τὸν Κιθαιρῶνα, διείργουσα δὲ τὴν κατὰ Νίσαιαν θάλατταν ἀπὸ τῆς κατ[ὰ τὰς Παγὰς] Ἀλκυονίδος προσαγορευομένης. 

1.9

Πρόκειται δ᾽ ἀπὸ Νισαίας πλέοντι εἰς τὴν Ἀττικὴν πέντε νησία. εἶτα Σαλαμὶς ἑβδομήκοντά που σταδίων οὖσα τὸ μῆκος, οἱ δ᾽ ὀγδοήκοντά φασιν· ἔχει δ᾽ ὁμώνυμον πόλιν τὴν μὲν ἀρχαίαν ἔρημον πρὸς Αἴγιναν τετραμμένην καὶ πρὸς νότον (καθάπερ καὶ Αἰσχύλος εἴρηκεν «Αἴγινα δ᾽ αὕτη πρὸς νότου κεῖται πνοάς»), τὴν δὲ νῦν ἐν κόλπωι κειμένην ἐπὶ χερρονησοειδοῦς τόπου συνάπτοντος πρὸς τὴν Ἀττικήν. ἐκαλεῖτο δ᾽ ἑτέροις ὀνόμασι τὸ παλαιόν· καὶ γὰρ Σκιρὰς καὶ Κύχρεια ἀπό τινων ἡρώων, ἀφ᾽ οὗ μὲν Ἀθηνᾶ τε λέγεται Σκιρὰς καὶ τόπος Σκίρα ἐν τῆι Ἀττικῆι καὶ ἐπὶ Σκίρωι ἱεροποιία τις καὶ ὁ μὴν ὁ Σκιροφοριών, ἀφ᾽ οὗ δὲ καὶ Κυχρείδης ὄφις, ὅν φησιν Ἡσίοδος τραφέντα ὑπὸ Κυχρέως ἐξελαθῆναι ὑπὸ Εὐρυλόχου λυμαινόμενον τὴν νῆσον, ὑποδέξασθαι δὲ αὐτὸν τὴν Δήμητρα εἰς Ἐλευσῖνα καὶ γενέσθαι ταύτης ἀμφίπολον. ὠνομάσθη δὲ καὶ Πιτυοῦσσα ἀπὸ τοῦ φυτοῦ· ἐπιφανὴς δὲ ἡ νῆσος ὑπῆρξε διά τε τοὺς Αἰακίδας ἐπάρξαντας αὐτῆς, καὶ μάλιστα δι᾽ Αἴαντα τὸν Τελαμώνιον, καὶ διὰ τὸ περὶ τὴν νῆσον ταύτην καταναυμαχηθῆναι Ξέρξην ὑπὸ τῶν Ἑλλήνων καὶ φυγεῖν εἰς τὴν οἰκείαν. συναπέλαυσαν δὲ καὶ Αἰγινῆται τῆς περὶ τὸν ἀγῶνα τοῦτον δόξης, γείτονές τε ὄντες καὶ ναυτικὸν ἀξιόλογον παρασχόμενοι. Βώκαρος δ᾽ ἐστὶν ἐν Σαλαμῖνι ποταμός, ὁ νῦν Βωκαλία καλούμενος. 

1.10

Καὶ νῦν μὲν ἔχουσιν Ἀθηναῖοι τὴν νῆσον, τὸ δὲ παλαιὸν πρὸς Μεγαρέας ὑπῆρξεν αὐτοῖς ἔρις περὶ αὐτῆς· καί φασιν οἱ μὲν Πεισίστρατον οἱ δὲ Σόλωνα παρεγγράψαντα ἐν τῶι νεῶν καταλόγωι μετὰ τὸ ἔπος τοῦτο «Αἴας δ᾽ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας» ἑξῆς τοῦτο «στῆσε δ᾽ ἄγων, ἵν᾽ Ἀθηναίων ἵσταντο φά»λαγγες,» μάρτυρι χρήσασθαι τῶι ποιητῆι τοῦ τὴν νῆσον ἐξ ἀρχῆς Ἀθηναίων ὑπάρξαι. οὐ παραδέχονται δὲ τοῦθ᾽ οἱ κριτικοὶ διὰ τὸ πολλὰ τῶν ἐπῶν ἀντιμαρτυρεῖν αὐτοῖς. διὰ τί γὰρ ναυλοχῶν ἔσχατος φαίνεται ὁ Αἴας, οὐ μετ᾽ Ἀθηναίων ἀλλὰ μετὰ τῶν ὑπὸ Πρωτεσιλάωι Θετταλῶν; «ἔνθ᾽ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου» καὶ ἐν τῆι ἐπιπωλήσει ὁ Ἀγαμέμνων «εὗρ᾽ υἱὸν Πετεῶο «Μενεσθῆα πλή[ξιππον ἑστα]ότ᾽, ἀμφὶ δ᾽ Ἀθηναῖοι, «μήστωρες ἀυτῆς. αὐτὰρ ὁ πλησίον ἑστήκει πολύμη»τις Ὀδυσσεύς, πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες.» ἐπὶ δὲ τὸν Αἴαντα καὶ τοὺς Σαλαμινίους πάλιν «ἦλθε «δ᾽ ἐπ᾽ Αἰάντεσσι,» καὶ παρ᾽ αὐτούς «Ἰδομενεὺς δ᾽ «ἑτέρωθεν,» οὐ Μενεσθεύς. οἱ μὲν δὴ Ἀθηναῖοι τοιαύτην τινὰ σκήψασθαι μαρτυρίαν παρ᾽ Ὁμήρου δοκοῦσιν, οἱ δὲ Μεγαρεῖς ἀντιπαρωιδῆσαι οὕτως «Αἴας «δ᾽ ἐκ Σαλαμῖνος ἄγεν νέας, ἔκ τε Πολίχνης, ἔκ τ᾽ «Αἰγειρούσσης Νισαίης τε Τριπόδων τε.» ἅ ἐστι χωρία Μεγαρικά, ὧν οἱ Τρίποδες Τριποδίσκιον λέγονται, καθ᾽ ὃ ἡ νῦν ἀγορὰ τῶν Μεγάρων κεῖται. 

1.11

Τινὲς δ᾽ ἀπὸ τοῦ τὴν ἱέρειαν τῆς Πολιάδος Ἀθηνᾶς χλωροῦ τυροῦ τοῦ μὲν ἐπιχωρίου μὴ ἅπτεσθαι, ξενικὸν δὲ μόνον προσφέρεσθαι, χρῆσθαι δὲ καὶ τῶι Σαλαμινίωι, ξένην φασὶ τῆς Ἀττικῆς τὴν Σαλαμῖνα οὐκ εὖ· καὶ γὰρ τὸν ἀπὸ τῶν ἄλλων νήσων τῶν ὁμολογουμένως τῆι Ἀττικῆι προσχώρων προσφέρεται, ξενικὸν πάντα τὸν διαπόντιον νοησάντων τῶν ἀρξάντων τοῦ ἔθους τούτου. ἔοικε δὴ τὸ παλαιὸν ἡ νῦν Σαλαμὶς καθ᾽ αὑτὴν τάττεσθαι, τὰ δὲ Μέγαρα τῆς Ἀττικῆς ὑπάρξαι μέρος. ἐν δὲ τῆι παραλίαι τῆι κατὰ Σαλαμῖνα κεῖσθαι συμβαίνει τὰ ὅρια τῆς τε Μεγαρικῆς καὶ τῆς Ἀτθίδος, ὄρη δύο ἃ καλοῦσι Κέρατα. 

1.12

Εἶτ᾽ Ἐλευσὶς πόλις, ἐν ἧι τὸ τῆς Δήμητρος ἱερὸν τῆς Ἐλευσινίας καὶ ὁ μυστικὸς σηκός, ὃν κατεσκεύασεν Ἰκτῖνος ὄχλον θεάτρου δέξασθαι δυνάμενον, ὃς καὶ τὸν παρθενῶνα ἐποίησε τὸν ἐν ἀκροπόλει τῆι Ἀθηνᾶι, Περικλέους ἐπιστατοῦντος τῶν ἔργων· ἐν δὲ τοῖς δήμοις καταριθμεῖται ἡ πόλις. 

1.13

Εἶτα τὸ Θριάσιον πεδίον καὶ ὁμώνυμος αἰγιαλὸς καὶ δῆμος· εἶθ᾽ ἡ ἄκρα ἡ Ἀμφιάλη καὶ τὸ ὑπερκείμενον λατόμιον καὶ ὁ εἰς Σαλαμῖνα πορθμὸς ὅσον διστάδιος, ὃν διαχοῦν ἐπειρᾶτο Ξέρξης, ἔφθη δὲ ἡ ναυμαχία γενομένη καὶ φυγὴ τῶν Περσῶν. ἐνταῦθα δὲ καὶ αἱ Φαρμακοῦσσαι, δύο νησία ὧν ἐν τῶι μείζονι Κίρκης τάφος δείκνυται. 

1.14

Ὑπὲρ δὲ τῆς ἀκτῆς ταύτης ὄρος ἐστὶν ὃ καλεῖται Κορυδαλλός, καὶ ὁ δῆμος οἱ Κορυδαλλεῖς· εἶθ᾽ ὁ Φώρων λιμὴν καὶ ἡ Ψυττάλεια, νησίον ἔρημον πετρῶδες ὅ τινες εἶπον λήμην τοῦ Πειραιῶς· πλησίον δὲ καὶ ἡ Ἀταλάντη ὁμώνυμος τῆι περὶ Εὔβοιαν καὶ Λοκρούς, καὶ ἄλλο νησίον ὅμοιον τῆι Ψυτταλείαι καὶ τοῦτο· εἶθ᾽ ὁ Πειραιεὺς καὶ αὐτὸς ἐν τοῖς δήμοις ταττόμενος καὶ ἡ Μουνυχία. 

1.15

Λόφος δ᾽ ἐστὶν ἡ Μουνυχία χερρονησιάζων καὶ κοῖλος καὶ ὑπόνομος πολὺ μέρος φύσει τε καὶ ἐπίτηδες ὥστ᾽ οἰκήσεις δέχεσθαι, στομίωι δὲ μικρῶι τὴν εἴσοδον ἔχων. ὑποπίπτουσι δ᾽ αὐτῶι λιμένες τρεῖς. τὸ μὲν οὖν παλαιὸν ἐτετείχιστο καὶ συνώικιστο ἡ Μουνυχία παραπλησίως ὥσπερ ἡ τῶν Ῥοδίων πόλις, προσειληφυῖα τῶι περιβόλωι τόν τε Πειραιᾶ καὶ τοὺς λιμένας πλήρεις νεωρίων, ἐν οἷς καὶ ἡ ὁπλοθήκη Φίλωνος ἔργον· ἄξιόν τε ἦν ναύσταθμον ταῖς τετρακοσίαις ναυσίν, ὧν οὐκ ἐλάττους ἔστελλον Ἀθηναῖοι. τῶι δὲ τείχει τούτωι συνῆπτε τὰ καθειλκυσμένα ἐκ τοῦ ἄστεος σκέλη· ταῦτα δ᾽ ἦν μακρὰ τείχη τετταράκοντα σταδίων τὸ μῆκος, συνάπτοντα τὸ ἄστυ τῶι Πειραιεῖ. οἱ δὲ πολλοὶ πόλεμοι τὸ τεῖχος κατήρειψαν καὶ τὸ τῆς Μουνυχίας ἔρυμα, τόν τε Πειραιᾶ συνέστειλαν εἰς ὀλίγην κατοικίαν τὴν περὶ τοὺς λιμένας καὶ τὸ ἱερὸν τοῦ Διὸς τοῦ σωτῆρος· τοῦ δὲ ἱεροῦ τὰ μὲν στοΐδια ἔχει πίνακας θαυμαστούς, ἔργα τῶν ἐπιφανῶν τεχνιτῶν, τὸ δ᾽ ὕπαιθρον ἀνδριάντας. κατέσπασται δὲ καὶ τὰ μακρὰ τείχη, Λακεδαιμονίων μὲν καθελόντων πρότερον Ῥωμαίων δ᾽ ὕστερον, ἡνίκα Σύλλας ἐκ πολιορκίας εἷλε καὶ τὸν Πειραιᾶ καὶ τὸ ἄστυ. 

1.16

Τὸ δ᾽ ἄστυ αὐτὸ πέτρα ἐστὶν ἐν πεδίωι περιοικουμένη κύκλωι· ἐπὶ δὲ τῆι πέτραι τὸ τῆς Ἀθηνᾶς ἱερὸν ὅ τε ἀρχαῖος νεὼς ὁ τῆς Πολιάδος ἐν ὧι ὁ ἄσβεστος λύχνος, καὶ ὁ παρθενὼν ὃν ἐποίησεν Ἰκτῖνος, ἐν ὧι τὸ τοῦ Φειδίου ἔργον ἐλεφάντινον ἡ Ἀθηνᾶ. ἀλλὰ γὰρ εἰς πλῆθος ἐμπίπτων τῶν περὶ τῆς πόλεως ταύτης ὑμνουμένων τε καὶ διαβοωμένων ὀκνῶ πλεονάζειν, μὴ συμβῆι τῆς προθέσεως ἐκπεσεῖν τὴν γραφήν. ἔπεισι γὰρ ὅ φησιν Ἡγησίας «ὁρῶ τὴν ἀκρόπολιν καὶ τὸ πε»ριττῆς τριαίνης ἐκεῖθι σημεῖον, ὁρῶ τὴν Ἐλευσῖνα, καὶ «τῶν ἱερῶν γέγονα μύστης· ἐκεῖνο Λεωκόριον, τοῦτο «Θησεῖον· οὐ δύναμαι δηλῶσαι καθ᾽ ἓν ἕκαστον· ἡ «γὰρ Ἀττικὴ θεῶν αὐτοῖς * * * καταλαβόντων καὶ «τῶν προγόνων ἡρώων * * *» οὗτος μὲν οὖν ἑνὸς ἐμνήσθη τῶν ἐν ἀκροπόλει σημείων, Πολέμων δ᾽ ὁ περιηγητὴς τέτταρα βιβλία συνέγραψε περὶ τῶν ἀναθημάτων τῶν ἐν ἀκροπόλει· τὸ δ᾽ ἀνάλογον συμβαίνει καὶ ἐπὶ τῶν ἄλλων τῆς πόλεως μερῶν καὶ τῆς χώρας· Ἐλευσῖνά τε εἰπὼν ἕνα τῶν ἑκατὸν ἑβδομήκοντα δήμων πρὸς δὲ καὶ τεττάρων, ὥς φασιν, οὐδένα τῶν ἄλλων ὠνόμακεν. ==> 

1.17

Ἔχουσι δὲ κἂν εἰ μὴ πάντες οἵ γε πολλοὶ μυθοποιίας συχνὰς καὶ ἱστορίας· καθάπερ Ἄφιδνα μὲν τὴν τῆς Ἑλένης ἁρπαγὴν ὑπὸ Θησέως καὶ τὴν ὑπὸ τῶν Διοσκούρων ἐκπόρθησιν αὐτῆς καὶ ἀνακομιδὴν τῆς ἀδελφῆς, Μαραθὼν δὲ τὸν Περσικὸν ἀγῶνα, Ῥαμνοῦς δὲ τὸ τῆς Νεμέσεως ξόανον, ὅ τινες μὲν Διοδότου φασὶν ἔργον τινὲς δὲ Ἀγορακρίτου τοῦ Παρίου, καὶ μεγέθει καὶ κάλλει σφόδρα κατωρθωμένον καὶ ἐνάμιλλον τοῖς Φειδίου ἔργοις. οὕτω δὲ καὶ Δεκέλεια μὲν τὸ ὁρμητήριον τῶν Πελοποννησίων κατὰ τὸν Δεκελεικὸν πόλεμον, Φυλὴ δὲ ὅθεν ἐπήγαγε τὸν δῆμον Θρασύβουλος εἰς Πειραιᾶ κἀκεῖθεν εἰς ἄστυ. οὕτω δὲ καὶ ἐπ᾽ ἄλλων πλειόνων ἔστιν ἱστορεῖν πολλά· καὶ ἔτι τὸ Λεωκόριον καὶ τὸ Θη[σεῖον μύθο]υς ἔχει, καὶ τὸ Λύκειον καὶ τὸ Ὀλυμπικὸν * * * ὸ τὸ Ὀλύμπιον, ὅπερ ἡμιτελὲς κατέλιπε τελευτῶν ὁ ἀναθεὶς βασιλεύς· ὁμοίως δὲ καὶ ἡ Ἀκαδημία καὶ οἱ κῆποι τῶν φιλοσόφων καὶ τὸ Ὠιδεῖον καὶ ἡ ποικίλη στοὰ καὶ τὰ ἱερὰ τὰ ἐν τῆι πό[λει πλεῖστα] ἔχοντα τεχνιτῶν ἔργα. 

1.18

Πολὺ δ᾽ ἂν πλείων εἴη λόγος, εἰ τοὺς ἀρχηγέτας τοῦ κτίσματος ἐξετάζοι τις ἀρξάμενος ἀπὸ Κέκροπος· οὐδὲ γὰρ ὁμοίως λέγουσιν ἅπαντες. τοῦτο δὲ καὶ ἀπὸ τῶν ὀνομάτων δῆλον· Ἀκτὴν μὲν γὰρ ἀπὸ Ἀκταίωνος φασίν, Ἀτθίδα δὲ καὶ Ἀττικὴν ἀπὸ Ἀτθίδος τῆς Κραναοῦ, ἀφ᾽ οὗ καὶ Κραναοὶ οἱ ἔνοικοι, Μοψοπίαν δὲ ἀπὸ Μοψόπου, Ἰωνίαν δὲ ἀπὸ Ἴωνος τοῦ Ξούθου, Ποσειδωνίαν δὲ καὶ Ἀθήνας ἀπὸ τῶν ἐπωνύμων θεῶν. εἴρηται δ᾽ ὅτι κἀνταῦθα φαίνεται τὸ τῶν Πελασγῶν ἔθνος ἐπιδημῆσαν, καὶ διότι ὑπὸ τῶν Ἀττικῶν Πελαργοὶ προσηγορεύθησαν διὰ τὴν πλάνην. 

1.19

Ὅσωι δὲ πλέον ἐστὶ τὸ φιλότιμον περὶ τὰ ἔνδοξα καὶ πλείους οἱ λαλήσαντές τι περὶ αὐτῶν, τοσῶιδε μείζων ὁ ἔλεγχος, ἐὰν μὴ κρατῆι τις τῆς ἱστορίας· οἷον ἐν τῆι συναγωγῆι τῶν ποταμῶν ὁ Καλλίμαχος γελᾶν φησιν, εἴ τις θαρρεῖ γράφειν τὰς τῶν Ἀθηναίων παρθένους «ἀφύσσεσθαι καθαρὸν γάνος Ἠριδανοῖο,» οὗ καὶ τὰ βοσκήματα ἀπόσχοιτ᾽ ἄν. εἰσὶ μὲν νῦν αἱ πηγαὶ καθαροῦ καὶ ποτίμου ὕδατος, ὥς φασιν, ἐκτὸς τῶν Διοχάρους καλουμένων πυλῶν πλησίον τοῦ Λυκείου· πρότερον δὲ καὶ κρήνη κατεσκεύαστό τις πλησίον πολλοῦ καὶ καλοῦ ὕδατος· εἰ δὲ μὴ νῦν, τί ἂν εἴη θαυμαστόν, εἰ πάλαι πολὺ καὶ καθαρὸν ἦν ὥστε καὶ πότιμον εἶναι, μετέβαλε δὲ ὕστερον; ἐν μὲν οὖν τοῖς καθ᾽ ἕκαστα τοσούτοις οὖσιν οὐκ ἐνδέχεται διατρίβειν, οὐ μὴν οὐδὲ σιγῆι παρελθεῖν ὥστε μηδ᾽ ἐν κεφαλαίωι μνησθῆναί τινων. 

1.20

Τοσαῦτ᾽ οὖν ἀπόχρη προσθεῖσιν ὅτι φησὶ Φιλόχορος πορθουμένης τῆς χώρας ἐκ θαλάττης μὲν ὑπὸ Καρῶν ἐκ γῆς δὲ ὑπὸ Βοιωτῶν, οὓς ἐκάλουν Ἄονας, Κέκροπα πρῶτον εἰς δώδεκα πόλεις συνοικίσαι τὸ πλῆθος, ὧν ὀνόματα Κεκροπία Τετράπολις Ἐπακρία Δεκέλεια Ἐλευσὶς Ἄφιδνα (λέγουσι δὲ καὶ πληθυντικῶς Ἀφίδνας) Θόρικος Βραυρὼν Κύθηρος Σφηττὸς Κηφισιά * * * πάλιν δ᾽ ὕστερον εἰς μίαν πόλιν συναγαγεῖν λέγεται τὴν νῦν τὰς δώδεκα Θησεύς. ἐβασιλεύοντο μὲν [οὖν οἱ Ἀθηναῖοι] πρότερον, εἶτ᾽ εἰς δημοκρατίαν μετέστησαν· τυράννων δ᾽ ἐπιθεμένων αὐτοῖς, Πεισιστράτου καὶ τῶν παίδων, ὕστερόν τε ὀλιγαρχίας γενομένης τῆς τε τῶν τετρακοσίων καὶ τῆς τῶν τριάκοντα τυράννων, οὓς ἐπέστησαν Λακεδαιμόνιοι, τούτους μὲν διεκρούσαντο ῥαιδίως, ἐφύλαξαν δὲ τὴν δημοκρατίαν μέχρι τῆς Ῥωμαίων ἐπικρατείας. καὶ γὰρ εἴ τι μικρὸν ὑπὸ τῶν Μακεδονικῶν βασιλέων παρελυπήθησαν ὥσθ᾽ ὑπακούειν αὐτῶν ἀναγκασθῆναι, τόν γε ὁλοσχερῆ τύπον τῆς πολιτείας τὸν αὐτὸν διετήρουν. ἔνιοι δέ φασι καὶ βέλτιστα τότε αὐτοὺς πολιτεύσασθαι δεκαετῆ χρόνον ὃν ἦρχε Μακεδόνων Κάσανδρος. οὗτος γὰρ ὁ ἀνὴρ πρὸς μὲν τὰ ἄλλα δοκεῖ τυραννικώτερος γενέσθαι, πρὸς Ἀθηναίους δὲ εὐγνωμόνησε λαβὼν ὑπήκοον τὴν πόλιν· ἐπέστησε γὰρ τῶν πολιτῶν Δημήτριον τὸν Φαληρέα τῶν Θεοφράστου τοῦ φιλοσόφου γνωρίμων, ὃς οὐ μόνον οὐ κατέλυσε τὴν δημοκρατίαν ἀλλὰ καὶ ἐπηνώρθωσε. δηλοῖ δὲ τὰ ὑπομνήματα ἃ συνέγραψε περὶ τῆς πολιτείας ταύτης ἐκεῖνος. ἀλλ᾽ οὕτως ὁ φθόνος ἴσχυσε καὶ ἡ πρὸς ὀλίγους ἀπέχθεια ὥστε μετὰ τὴν Κασάνδρου τελευτὴν ἠναγκάσθη φυγεῖν εἰς Αἴγυπτον· τὰς δ᾽ εἰκόνας αὐτοῦ πλείους ἢ τριακοσίας κατέσπασαν οἱ ἐπαναστάντες καὶ κατεχώνευσαν, ἔνιοι δὲ καὶ προστιθέασιν ὅτι καὶ εἰς ἀμίδας. Ῥωμαῖοι δ᾽ οὖν παραλαβόντες αὐτοὺς δημοκρατουμένους ἐφύλαξαν τὴν αὐτονομίαν αὐτοῖς καὶ τὴν ἐλευθερίαν. ἐπιπεσὼν δ᾽ ὁ Μιθριδατικὸς πόλεμος τυράννους αὐτοῖς κατέστησεν οὓς ὁ βασιλεὺς ἐβούλετο· τὸν δ᾽ ἰσχύσαντα μάλιστα τὸν Ἀριστίωνα καὶ ταύτην βιασάμενον τὴν πόλιν ἐκ πολιορκίας ἑλὼν Σύλλας ὁ τῶν Ῥωμαίων ἡγεμὼν ἐκόλασε, τῆι δὲ πόλει συγγνώμην ἔνειμε· καὶ μέχρι νῦν ἐν ἐλευθερίαι τέ ἐστι καὶ τιμῆι παρὰ τοῖς Ῥωμαίοις. 

1.21

Μετὰ δὲ τὸν Πειραιᾶ Φαληρεῖς δῆμος ἐν τῆι ἐφεξῆς παραλίαι· εἶθ᾽ Ἁλιμούσιοι Αἰξωνεῖς Ἁλαιεῖς οἱ Αἰξωνικοὶ Ἀναγυράσιοι· εἶτα Θοραιεῖς Λαμπτρεῖς Αἰγιλιεῖς Ἀναφλύστιοι Ἀζηνιεῖς· οὗτοι μὲν οἱ μέχρι τῆς ἄκρας τοῦ Σουνίου. μεταξὺ δὲ τῶν λεχθέντων δήμων μακρὰ ἄκρα, πρώτη μετὰ τοὺς Αἰξωνέας Ζωστήρ, εἶτ᾽ ἄλλη μετὰ Θοραιέας Ἀστυπάλαια· ὧν τῆς μὲν πρόκειται νῆσος Φάβρα τῆς δ᾽ Ἐλαιοῦσσα· καὶ κατὰ τοὺς Αἰξωνέας δ᾽ ἔστιν Ὑδροῦσσα· περὶ δὲ Ἀνάφλυστόν ἐστι καὶ τὸ Πανεῖον καὶ τὸ τῆς Κωλιάδος Ἀφροδίτης ἱερόν, εἰς ὃν τόπον ἐκκυμανθῆναι τὰ τελευταῖα τὰ ἐκ τῆς περὶ Σαλαμῖνα ναυμαχίας τῆς Περσικῆς ναυάγιά φασι, περὶ ὧν καὶ τὸν Ἀπόλλω προειπεῖν «Κωλιάδες δὲ γυναῖκες «ἐρετμοῖσι φρύξουσι.» πρόκειται δὲ καὶ τούτων τῶν τόπων Βέλβινα νῆσος οὐ πολὺ ἄπωθεν καὶ ὁ Πατρόκλου χάραξ· ἔρημοι δ᾽ αἱ πλεῖσται τούτων. 

1.22

Κάμψαντι δὲ τὴν κατὰ τὸ Σούνιον ἄκραν ἀξιόλογος δῆμος Σούνιον, εἶτα Θόρικος, εἶτα Ποταμὸς δῆμος οὕτω καλούμενος, ἐξ οὗ οἱ ἄνδρες Ποτάμιοι, εἶτα Πρασιὰ Στειριὰ Βραυρών, ὅπου τὸ τῆς Βραυρωνίας Ἀρτέμιδος ἱερόν, [Ἁλαὶ Ἀραφη]νίδες, ὅπου τὸ τῆς Ταυροπόλου, Μυρρινοῦς Προβάλινθος Μαραθών, ὅπου Μιλτιάδης τὰς μετὰ Δάτιος τοῦ Πέρσου δυνάμεις ἄρδην διέφθειρεν οὐ περιμείνας ὑστερίζοντας Λακεδαιμονίους διὰ τὴν πανσέληνον· ἐνταῦθα μεμυθεύκασι καὶ τὸν Μαραθώνιον ταῦρον ὃν ἀνεῖλε Θησεύς. μετὰ δὲ Μαραθῶνα Τρικόρυνθος, εἶτα Ῥαμνοῦς, [ὅπου] τὸ τῆς Νεμέσεως ἱερόν, εἶτα Ψαφὶς ἡ τῶν Ὠρωπίων· ἐνταῦθα δέ που καὶ τὸ Ἀμφιαράειόν ἐστι τετιμημένον ποτὲ μαντεῖον, ὅπου φυγόντα τὸν Ἀμφιάρεων, ὥς φησι Σοφοκλῆς, «ἐδέξατο ῥαγεῖσα Θηβαία κόνις αὐτοῖσιν «ὅπλοις καὶ τετρωρίστωι δίφρωι.» Ὠρωπὸς δ᾽ ἐν ἀμφισβητησίμωι γεγένηται πολλάκις· ἵδρυται γὰρ ἐν μεθορίωι τῆς τε Ἀττικῆς καὶ τῆς Βοιωτίας. πρόκειται δὲ τῆς παραλίας ταύτης πρὸ μὲν τοῦ Θορίκου καὶ τοῦ Σουνίου νῆσος Ἑλένη τραχεῖα καὶ ἔρημος, παραμήκης ὅσον ἑξήκοντα σταδίων τὸ μῆκος, ἧς φασι μεμνῆσθαι τὸν ποιητὴν ἐν οἷς Ἀλέξανδρος λέγει πρὸς τὴν Ἑλένην «οὐδ᾽ «ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς [ἔπλεον] «ἁρπάξας ἐν ποντοπόροισι νέεσσι, νήσωι δ᾽ ἐν Κρα»νάηι ἐμίγην φιλότητι καὶ εὐνῆι.» ταύτην γὰρ λέγει Κρανάην τὴν νῦν Ἑλένην ἀπὸ τοῦ ἐκεῖ γενέσθαι τὴν μῖξιν. μετὰ δὲ τὴν Ἑλένην ἡ Εὔβοια πρόκειται τῆς ἑξῆς παραλίας, ὁμοίως στενὴ καὶ μακρὰ καὶ κατὰ μῆκος τῆι ἠπείρωι παραβεβλημένη καθάπερ ἡ Ἑλένη. ἔστι δ᾽ ἀπὸ τοῦ Σουνίου πρὸς τὸ νότιον τῆς Εὐβοίας ἄκρον, ὃ καλοῦσι Λευκὴν ἀκτήν, σταδίων τριακοσίων πλοῦς· ἀλλὰ περὶ Εὐβοίας μὲ[ν λέξομεν ὕστερον], τοὺς δ᾽ ἐν τῆι μεσογαίαι δήμους τῆς Ἀττικῆς μακρὸν εἰπεῖν διὰ τὸ πλῆθος. 

1.23

Τῶν δ᾽ ὀρῶν τὰ μὲν ἐν ὀνόματι μάλιστά ἐστιν ὅ τε Ὑμηττὸς καὶ Βριλησσὸς καὶ Λυκαβηττός, ἔτι δὲ Πάρνης καὶ Κορυδαλλός. μαρμάρου δ᾽ ἐστὶ τῆς τε Ὑμηττίας καὶ τῆς Πεντελικῆς κάλλιστα μέταλλα πλησίον τῆς πόλεως· ὁ δ᾽ Ὑμηττὸς καὶ μέλι ἄριστον ποιεῖ. τὰ δ᾽ ἀργυρεῖα τὰ ἐν τῆι Ἀττικῆι κατ᾽ ἀρχὰς μὲν ἦν ἀξιόλογα, νυνὶ δ᾽ ἐκλείπει· καὶ δὴ καὶ οἱ ἐργαζόμενοι, τῆς μεταλλείας ἀσθενῶς ὑπακουούσης, τὴν παλαιὰν ἐκβολάδα καὶ σκωρίαν ἀναχωνεύοντες εὕρισκον ἔτι ἐξ αὐτῆς ἀποκαθαιρόμενον ἀργύριον, τῶν ἀρχαίων ἀπείρως καμινευόντων. τοῦ δὲ μέλιτος ἀρίστου τῶν πάντων ὄντος τοῦ Ἀττικοῦ πολὺ βέλτιστόν φασι τὸ ἐν τοῖς ἀργυρείοις, ὃ καὶ ἀκάπνιστον καλοῦσιν ἀπὸ τοῦ τρόπου τῆς σκευασίας. 

1.24

Ποταμοὶ δ᾽ εἰσὶν ὁ μὲν Κηφισσὸς ἐκ Τρινεμέων τὰς ἀρχὰς ἔχων ῥέων δὲ διὰ τοῦ πεδίου, ἐφ᾽ οὗ καὶ ἡ γέφυρα καὶ οἱ γεφυρισμοί, διὰ δὲ τῶν σκελῶν τῶν ἀπὸ τοῦ ἄστεος εἰς τὸν Πειραιᾶ καθηκόντων ἐκδίδωσιν εἰς τὸ Φαληρικόν, χειμαρρώδης τὸ πλέον, θέρους δὲ μειοῦται τελέως. ἔστι δὲ τοιοῦτος μᾶλλον ὁ Ἰλισσός, ἐκ θατέρου μέρους τοῦ ἄστεος ῥέων εἰς τὴν αὐτὴν παραλίαν ἐκ τῶν ὑπὲρ τῆς Ἄγρας καὶ τοῦ Λυκείου μερῶν καὶ τῆς πηγῆς ἣν ὕμνηκεν ἐν Φαίδρωι Πλάτων. περὶ μὲν τῆς Ἀττικῆς ταῦτα.

 

2

2.1

Ἑξῆς δ᾽ ἐστὶν ἡ Βοιωτία, περὶ ἧς λέγοντα καὶ περὶ τῶν συνεχῶν ἐθνῶν ἀνάμνησιν ποιήσασθαι χρὴ τοῦ σαφοῦς χάριν ὧν εἴπομεν πρότερον. ἐλέγομἐν δὲ τὴν ἀπὸ Σουνίου παραλίαν μέχρι Θετταλὁνικείας ἐπὶ τὰς ἄρκτους τετάσθαι, μικρὸν ἐκκλίνουσαν πρὸς δύσιν καἶ ἔχουσαν τὴν θάλατταν πρὸς ἕω, τὰ δ᾽ ὑπεῥκείμενα μέῤη πρὸς δύσιν ὡς ἂν ταινίας τινὰς διὰ τῆς πάσης χώρας τεταμένας παραλλήλους· ὧν πρώτη ἐστὶν ἧ Ἀττικὴ σὺν τἧι Μεγαρίδι ὡς ἂν ταινία τις, τὸ μὲν ἑωθἷνὸν πλευρὸν ἔχοὖσα τὴν ἀπὸ Σουνίου μέχρι Ὠρωποῦ καὶ . . . ίας, τὸ δ᾽ ἑσπέριον τόν τε Ἰσθμὸν καὶ τὴν Ἀλκυονίδα θάλἆτταν τὴν κατὰ Παγὰς μέχρι τῶν τόπων τῆς Βοιωτἶας τῶν περὶ Κρέουσαν· τὰ δὲ λοιπὰ τὴν ἀπὸ Σουνίοὖ μέχρι Ἰσθμοῦ παραλίαν καὶ τὴν ὡς ἂν . . . Σ ὀρεινὴν τὴν διείργουσαν ἀπὸ τῆς Βοιωτίας τὴν Ἀττικήν. Δευτέρα δ᾽ ἐστὶν ἡ Βοιωτία ἀπὸ τῆς ἕω ἐπὶ δύσιν τεταμένη ταινία τις ἀπὸ τῆς κατ᾽ Εὔβοιαν θαλάττης ἐπὶ θάλατταν τὴν κατὰ τὸν Κρισαῖον κόλπον, ἰσομήκης πως τῆι Ἀττικῆι ἢ καὶ ἐλάττων κατὰ μῆκος· ἀρετῆι μέντοι τῆς χώρας πάμπολυ διαφέρει.

2.2

Ἔφορος δὲ καὶ ταύτηι κρείττω τὴν Βοιωτίαν ἀποφαίνει τῶν ὁμόρων ἐθνῶν καὶ ὅτι μόνη τριθάλαττός ἐστι καὶ λιμένων εὐπορεῖ πλειόνων, ἐπὶ μὲν τῶι Κρισαίωι κόλπωι καὶ τῶι Κορινθιακῶι τὰ ἐκ τῆς Ἰταλίας καὶ Σικελίας καὶ Λιβύης δεχομένη, ἐπὶ δὲ τῶν πρὸς Εὔβοιαν μερῶν ἐφ᾽ ἑκάτερα τοῦ Εὐρίπου σχιζομένης τῆς παραλίας τῆι μὲν ἐπὶ τὴν Αὐλίδα καὶ τὴν Ταναγρικὴν τῆι δ᾽ ἐπὶ τὸν Σαλγανέα καὶ τὴν Ἀνθηδόνα, τῆι μὲν εἶναι συνεχῆ τὴν κατ᾽ Αἴγυπτον καὶ Κύπρον καὶ τὰς νήσους θάλατταν τῆι δὲ τὴν κατὰ Μακεδόνας καὶ τὴν Προποντίδα καὶ τὸν Ἑλλήσποντον. Προστίθησι δὲ ὅτι καὶ τὴν Εὔβοιαν τρόπον τινὰ μέρος αὐτῆς πεποίηκεν ὁ Εὔριπος οὕτω στενὸς ὢν καὶ γεφύραι συνεζευγμένος πρὸς αὐτὴν διπλέθρωι. Τὴν μὲν οὖν χώραν ἐπαινεῖ διὰ ταῦτα, καί φησι πρὸς ἡγεμονίαν εὐφυῶς ἔχειν, ἀγωγῆι δὲ καὶ παιδείαι μὴ χρησαμένους ἐπιμελεῖ τοὺς ἀεὶ προϊσταμένους αὐτῆς, εἰ καί τἶ ποτε κατώρθωσαν, ἐπὶ μικρὸν τὸν χρόνον συμμεῖναι, καθάπερ Ἐπαμεινώνδας ἔδειξε· τελευτήσαντος γὰρ ἐκείνου τὴν ἡγεμονίαν ἀποβαλεῖν εὐθὺς τοὺς Θηβαίους γευσαμένους αὐτῆς μόνον· αἴτιον δὲ εἶναι τὸ λόγων καὶ ὁμιλίας τῆς πρὸς ἀνθρώπους ὀλιγωρῆσαι, μόνης δ᾽ ἐπιμεληθῆναι τῆς κατὰ πόλεμον ἀρετῆς. ἔδει δὲ προσθεῖναι διότι τοῦτο πρὸς Ἕλληνας μάλιστα χρήσιμόν ἐστιν, ἐπεὶ πρός γε τοὺς βαρβάρους βία λόγου κρείττων ἐστί. Καὶ Ῥωμαῖοι δὲ τὸ παλαιὸν μὲν ἀγριωτέροις ἔθνεσι πολεμοῦντες οὐδὲν ἐδέοντο τῶν τοιούτων παιδευμάτων, ἀφ᾽ οὗ δὲ ἤρξαντο πρὸς ἡμερώτερα ἔθνη καὶ φῦλα τὴν πραγματείαν ἔχειν, ἐπέθεντο καὶ ταύτηι τῆι ἀγωγῆι καὶ κατέστησαν πάντων κύριοι.

2.3

Ἡ δ᾽ οὖν Βοιωτία πρότερον μὲν ὑπὸ βαρβάρων ὠικεῖτο Ἀόνων καὶ Τεμμίκων ἐκ τοῦ Σουνίου πεπλανημένων καὶ Λελέγων καὶ Ὑάντων· εἶτα Φοίνικες ἔσχον οἱ μετὰ Κάδμου, ὃς τήν τε Καδμείαν ἐτείχισε καὶ τὴν ἀρχὴν τοῖς ἐκγόνοις ἀπέλιπεν. ἐκεῖνοι δὲ τὰς Θήβας τῆι Καδμείαι προσέκτισαν, καὶ συνεφύλαξαν τὴν ἀρχὴν ἡγούμενοι τῶν πλείστων Βοιωτῶν ἕως τῆς τῶν Ἐπιγόνων στρατείας. Κατὰ δὲ τούτους ὀλίγον χρόνον ἐκλιπόντες τὰς Θήβας ἐπανῆλθον πάλιν· ὡς δ᾽ αὕτως ὑπὸ Θραικῶν καὶ Πελασγῶν ἐκπεσόντες ἐν Θετταλίαι συνεστήσαντο τὴν ἀρχὴν μετὰ Ἀρναίων ἐπὶ πολὺν χρόνον, ὥστε καὶ Βοιωτοὺς κληθῆναι πάντας. Εἶτ᾽ ἀνέστρεψαν εἰς τὴν οἰκείαν, ἤδη τοῦ Αἰολικοῦ στόλου παρεσκευασμένου περὶ Αὐλίδα τῆς Βοιωτίας, ὃν ἔστελλον εἰς τὴν Ἀσίαν οἱ Ὀρέστου παῖδες. Προσθέντες δὲ τῆι Βοιωτίαι τὴν Ὀρχομενίαν οὐ γὰρ ἦσαν κοινῆι πρότερον, οὐδ᾽ Ὅμηρος μετὰ Βοιωτῶν αὐτοὺς κατέλεξεν ἀλλ᾽ ἰδίαι, Μινύας προσαγορεύσας μετ᾽ ἐκείνων ἐξέβαλον τοὺς μὲν Πελασγοὺς εἰς Ἀθήνας, ἀφ᾽ ὧν ἐκλήθη μέρος τι τῆς πόλεως Πελασγικόν ὤικησαν δὲ ὑπὸ τῶι Ὑμηττῶι , τοὺς δὲ Θρᾶικας ἐπὶ τὸν Παρνασσόν. Ὕαντες δὲ τῆς Φωκίδος Ὕαν πόλιν ὤικισαν. 

2.4

Φησὶ δ᾽ Ἔφορος τοὺς μὲν Θρᾶικας ποιησαμένους σπονδὰς πρὸς τοὺς Βοιωτοὺς ἐπιθέσθαι νύκτωρ στρατοπεδεύουσιν ὀλιγωρότερον ὡς εἰρήνης γεγονυίας· διακρουσαμένων δ᾽ αὐτοὺς αἰτιωμένων τε ἅμα ὅτι τὰς σπονδὰς παρέβαινον, μὴ παραβῆναι φάσκειν ἐκείνους· συνθέσθαι γὰρ ἡμέρας, νύκτωρ δ᾽ ἐπιθέσθαι· ἀφ᾽ οὗ δὴ καὶ τὴν παροιμίαν εἰρῆσθαι «Θραικία παρεύρεσις.» Τοὺς δὲ Πελασγοὺς μένοντος ἔτι τοῦ πολέμου χρηστηριασομένους ἀπελθεῖν, ἀπελθεῖν δὲ καὶ τοὺς Βοιωτούς· τὸν μὲν οὖν τοῖς Πελασγοῖς δοθέντα χρησμὸν ἔφη μὴ ἔχειν εἰπεῖν, τοῖς δὲ Βοιωτοῖς ἀνελεῖν τὴν προφῆτιν ἀσεβήσαντας εὖ πράξειν· τοὺς δὲ θεωροὺς ὑπονοήσαντας χαριζομένην τοῖς Πελασγοῖς τὴν προφῆτιν κατὰ τὸ συγγενὲς ἐπειδὴ καὶ τὸ ἱερὸν Πελασγικὸν ἐξ ἀρχῆς ὑπῆρξεν οὕτως ἀνελεῖν, ἁρπάσαντας τὴν ἄνθρωπον εἰς πυρὰν ἐμβαλεῖν ἐνθυμηθέντας, εἴτε κακουργήσασαν εἴτε μή, πρὸς ἀμφότερα ὀρθῶς ἔχειν, εἰ μὲν παρεχρηστηρίασε, κολασθείσης αὐτῆς, εἰ δ᾽ οὐδὲν ἐκακούργησε, τὸ προσταχθὲν αὐτῶν πραξάντων. Τοὺς δὲ περὶ τὸ ἱερὸν τὸ μὲν ἀκρίτους κτείνειν τοὺς πράξαντας, καὶ ταῦτ᾽ ἐν ἱερῶι, μὴ δοκιμάσαι, καθιστάναι δ᾽ εἰς κρίσιν, καλεῖν δ᾽ ἐπὶ τὰς ἱερείας, ταύτας δὲ εἶναι τὰς προφήτιδας αἳ λοιπαὶ τριῶν οὐσῶν περιῆσαν· λεγόντων δ᾽ ὡς οὐδαμοῦ νόμος εἴη δικάζειν γυναῖκας, προσελέσθαι καὶ ἄνδρας ἴσους ταῖς γυναιξὶ τὸν ἀριθμόν· τοὺς μὲν οὖν ἄνδρας ἀπογνῶναι, τὰς δὲ γυναῖκας καταγνῶναι, ἴσων δὲ τῶν ψήφων γενομένων τὰς ἀπολυούσας νικῆσαι· ἐκ δὲ τούτων Βοιωτοῖς μόνοις ἄνδρας προθεσπίζειν ἐν Δωδώνηι. Τὰς μέντοι προφήτιδας ἐξηγουμένας τὸ μαντεῖον εἰπεῖν, ὅτι προστάττοι ὁ θεὸς τοῖς Βοιωτοῖς τοὺς παρ᾽ αὐτοῖς τρίποδας συλήσαντας ἕνα εἰς Δωδώνην πέμπειν κατ᾽ ἔτος· καὶ δὴ καὶ ποιεῖν τοῦτο· ἀεὶ γάρ τινα τῶν ἀνακειμένων τριπόδων νύκτωρ καθαιροῦντας καὶ κατακαλύπτοντας ἱματίοις ὡς ἂν λάθραι τριποδηφορεῖν εἰς Δωδώνην. 

2.5

Μετὰ δὲ ταῦτα τὴν Αἰολικὴν ἀποικίαν συνέπραξαν τοῖς περὶ Πενθίλον, πλείστους ἐξ ἑαυτῶν συμπέμψαντες, ὥστε καὶ Βοιωτικὴν προσαγορευθῆναι. ὕστερον δὲ χρόνοις πολλοῖς ὁ Περσικὸς πόλεμος περὶ Πλαταιὰς γενόμενος διελυμήνατο τὴν χώραν. Εἶτ᾽ ἀνέλαβον σφᾶς πάλιν ἐπὶ τοσοῦτον ὥστε καὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς ἀμφισβητῆσαι Θηβαίους δυσὶ μάχαις κρατήσαντας Λακεδαιμονίους. Ἐπαμεινώνδα δὲ πεσόντος ἐν τῆι μάχηι ταύτης μὲν τῆς ἐλπίδος διεσφάλησαν, ὑπὲρ δὲ τῶν Ἑλλήνων ὅμως ἐπολέμησαν πρὸς Φωκέας τοὺς τὸ ἱερὸν συλήσαντας τὸ κοινόν. Κακωθέντες δ᾽ ὑπό τε τούτου τοῦ πολέμου καὶ τῶν Μακεδόνων ἐπιθεμένων τοῖς Ἕλλησιν, ὑπὸ τῶν αὐτῶν τούτων καὶ ἀπέβαλον τὴν πόλιν κατασκαφεῖσαν καὶ ἀνέλαβον ἀνακτισθεῖσαν. ἐξ ἐκείνου δ᾽ ἤδη πράττοντες ἐνδεέστερον ἀεὶ μέχρι εἰς ἡμᾶς οὐδὲ κώμης ἀξιολόγου τύπον σώζουσι· καὶ ἇἶ ἄλλαι δὲ πόλεις ἀνάλογον πλὴν Τανάγρας καὶ Θεσπιῶν· αὗται δ᾽ ἱκανῶς συμμένουσι πρὸς ἐκείνας κρινόμεναι. 

2.6

Ἑξῆς δὲ τὴν περιήγησιν τῆς χώρας ποιητέον ἀρξαμένους ἀπὸ τῆς πρὸς Εὔβοιαν παραλίας τῆς συνεχοῦς τῆι Ἀττικῆι. ἀρχὴ δ᾽ ὁ Ὠρωπὸς καὶ ὁ ἱερὸς λιμὴν ὃν καλοῦσι Δελφίνιον, καθ᾽ ὃν ἡ παλαιὰ Ἐρέτρια ἐν τῆι Εὐβοίαι, διάπλουν ἔχουσα ἑξήκοντα σταδίων. Μετὰ δὲ τὸ Δελφίνιον ὁ Ὠρωπὸς ἐν εἴκοσι σταδίοις· κατὰ δὲ τοῦτόν ἐστιν ἡ νῦν Ἐρέτρια, διάπλους δ᾽ ἐπ᾽ αὐτὴν στάδιοι τετταράκοντα. 

2.7

Εἶτα Δήλιον τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐκ Δήλου ἀφιδρυμένον, Ταναγραίων πολίχνιον Αὐλίδος διέχον σταδίους τριάκοντα, ὅπου μάχηι λειφθέντες Ἀθηναῖοι προτροπάδην ἔφυγον· ἐν δὲ τῆι φυγῆι πεσόντα ἀφ᾽ ἵππου Ξενοφῶντα ἰδὼν κείμενον τὸν Γρύλλου Σωκράτης ὁ φιλόσοφος στρατεύων πεζὸς τοῦ ἵππου γεγονότος ἐκποδὼν ἀνέλαβε τοῖς ὤμοις αὐτόν, καὶ ἔσωσεν ἐπὶ πολλοὺς σταδίους ἕως ἐπαύσατο ἡ φυγή. 

2.8

Εἶτα λιμὴν μέγας ὃν καλοῦσι Βαθὺν λιμένα· εἶθ᾽ ἡ Αὐλὶς πετρῶδες χωρίον καὶ κώμη Ταναγραίων· λιμὴν δ᾽ ἐστὶ πεντήκοντα πλοίοις, ὥστ᾽ εἰκὸς τὸν ναύσταθμον τῶν Ἑλλήνων ἐν τῶι μεγάλωι ὑπάρξαι λιμένι. Καὶ ὁ Εὔριπος δ᾽ ἐστὶ πλησίον ὁ Χαλκίδος, εἰς ὃν ἀπὸ Σουνίου στάδιοι ἑξακόσιοι ἑβδομήκοντα· ἔστι δ᾽ ἐπ᾽ αὐτῶι γέφυρα δίπλεθρος, ὡς εἴρηκα· πύργος δ᾽ ἑκατέρωθεν ἐφέστηκεν ὁ μὲν ἐκ τῆς Χαλκίδος ὁ δ᾽ ἐκ τῆς Βοιωτίας· διωικοδόμηται δ᾽ εἰς αὐτοὺς σῦριγξ. Περὶ δὲ τῆς παλιρροίας τοῦ Εὐρίπου τοσοῦτον μόνον εἰπεῖν ἱκανόν, ὅτι ἑπτάκις μεταβάλλειν φασὶ καθ᾽ ἡμέραν ἑκάστην καὶ νύκτα· τὴν δ᾽ αἰτίαν ἐν ἄλλοις σκεπτέον. 

2.9

Πλησίον δ᾽ ἐστὶν ἐφ᾽ ὕψους κείμενον χωρίον Σαλγανεύς, ἐπώνυμον τοῦ ταφέντος ἐπ᾽ αὐτῶι Σαλγανέως ἀνδρὸς Βοιωτίου, καθηγησαμένου τοῖς Πέρσαις εἰσπλέουσιν εἰς τὸν διάπλουν τοῦτον ἐκ τοῦ Μαλιακοῦ κόλπου, ὅν φασιν ἀναιρεθῆναι πρὶν ἢ τῶι Εὐρίπωι συνάπτειν ὑπὸ τοῦ ναυάρχου Μεγαβάτου νομισθέντα κακοῦργον, ὡς ἐξ ἀπάτης ἐμβαλόντα τὸν στόλον εἰς τυφλὸν τῆς θαλάττης στενωπόν· αἰσθόμενον δὲ τὸν βάρβαρον τὴν περὶ αὐτὸν ἀπάτην μεταγνῶναί τε καὶ ταφῆς ἀξιῶσαι τὸν ἀναιτίως ἀποθανόντα. 

2.10

Καὶ ἡ Γραῖα δ᾽ ἐστὶ τόπος Ὠρωποῦ πλησίον καὶ τὸ ἱερὸν τοῦ Ἀμφιαράου καὶ τὸ Ναρκίσσου τοῦ Ἐρετριέως μνῆμα ὃ καλεῖται Σιγηλοῦ, ἐπειδὴ σιγῶσι παριόντες· τινὲς δὲ τῆι Τανάγραι τὴν αὐτήν φασιν· ἡ Ποιμανδρὶς δ᾽ ἐστὶν ἡ αὐτὴ τῆι Ταναγρικῆι· καλοῦνται δὲ καὶ Γεφυραῖοι οἱ Ταναγραῖοι. ἐκ Κνωπίας δὲ τῆς Θηβαϊκῆς μεθιδρὗθη κατὰ χρησμὸν δεῦρο τὸ Ἀμφιαράειον. 

2.11

Καὶ ὁ Μυκαλησσὸς δὲ κώμη τῆς Ταναγραϊκῆς· κεῖται δὲ παρ᾽ ὁδὸν τὴν ἐκ Θηβῶν εἰς Χαλκίδα· ὡς δ᾽ αὕτως καὶ τὸ Ἅρμα, τῆς Ταναγραϊκῆς κώμη ἔρημος περὶ τὴν Μυκαλησσόν, ἀπὸ τοῦ Ἀμφιαράου ἅρματος λαβοῦσα τοὔνομα, ἑτέρα οὖσα τοῦ Ἅρματος τοῦ κατὰ τὴν Ἀττικήν, ὅ ἐστι περὶ Φυλήν, δῆμον τῆς Ἀττικῆς ὅμορον τῆι Τανάγραι. ἐντεῦθεν δὲ ἡ παροιμία τὴν ἀρχὴν ἔσχεν ἡ λέγουσα «ὁπόταν δι᾽ Ἅρματος ἀστράψηι,» ἀστραπήν τινα σημειουμένων κατὰ χρησμὸν τῶν λεγομένων Πυθαϊστῶν, βλεπόντων ὡς ἐπὶ τὸ Ἅρμα καὶ τότε πεμπόντων τὴν θυσίαν εἰς Δελφοὺς ὅταν ἀστράψαντα ἴδωσιν· ἐτήρουν δ᾽ ἐπὶ τρεῖς μῆνας, καθ᾽ ἕκαστον μῆνα ἐπὶ τρεῖς ἡμέρας καὶ νύκτας, ἀπὸ τῆς ἐσχάρας τοῦ ἀστραπαίου Διός· ἔστι δ᾽ αὕτη ἐν τῶι τείχει μεταξὺ τοῦ Πυθίου καὶ τοῦ Ὀλυμπίου. Περὶ δὲ τοῦ Ἅρματος τοῦ Βοιωτιακοῦ οἱ μέν φασιν ἐκπεσόντος ἐκ τοῦ ἅρματος ἐν τῆι μάχηι τοῦ Ἀμφιαράου κατὰ τὸν τόπον, ὅπου νῦν ἐστὶ τὸ ἱερὸν αὐτοῦ, τὸ ἅρμα ἔρημον ἐνεχθῆναι ἐπὶ τὸν ὁμώνυμον τόπον· οἱ δὲ τοῦ Ἀδράστου συντριβῆναι τὸ ἅρμα φεύγοντός φασιν ἐνταῦθα, τὸν δὲ διὰ τοῦ Ἀρείονος σωθῆναι. Φιλόχορος δ᾽ ὑπὸ τῶν κωμητῶν σωθῆναί φησιν αὐτόν, καὶ διὰ τοῦτο ἰσοπολιτείαν αὐτοῖς παρὰ τῶν Ἀργείων ὑπάρξαι. 

2.12

Ἔστι δὲ τῶι ἐκ Θηβῶν εἰς Ἄργος ἀνιόντι ἐν ἀριστερᾶι ἡ Τάναγρα κ . . . ἐν δεξιᾶι κεῖται· καὶ ἡ Ὑρία δὲ τῆς Ταναγραίας νῦν ἐστί, πρότερον δὲ τῆς Θηβαΐδος· ὅπου ὁ Ὑριεὺς μεμύθευται καὶ ἡ τοῦ Ὠρίωνος γένεσις, ἥν φησι Πίνδαρος ἐν τοῖς διθυράμβοις· κεῖται δ᾽ ἐγγὺς Αὐλίδος. ἔνιοι δὲ τὰς Ὑσιὰς Ὑρίην λέγεσθαί φασι, τῆς Παρασωπίας οὖσαν ὑπὸ τῶι Κιθαιρῶνι πλησίον Ἐρυθρῶν ἐν τῆι μεσογαίαι, ἄποικον Ὑριέων, κτίσμα δὲ Νυκτέως τοῦ Ἀντιόπης πατρός. Εἰσὶ δὲ καὶ ἐν τῆι Ἀργείαι Ὑσίαι κὧμἦ, οἱ δ᾽ ἐξ αὐτῆς Ὑσιᾶται λέγονται. Τῶν δ᾽ Ἐρυθρῶν τούτων ἄποικοι αἱ ἐν Ἰωνίαι Ἐρυθραί. Καὶ ὁ Ἑλεὼν δ᾽ ἐστὶ κώμη Ταναγρική, ἀπὸ τῶν ἑλῶν ὠνομασμένη.

2.13

Μετὰ δὲ Σαλγανέα Ἀνθηδὼν πόλις λιμένα ἔχουσα, ἐσχάτη τῆς Βοιωτιακῆς παραλίας τῆς πρὸς Εὐβοίαι, καθάπερ καὶ ὁ ποιητὴς εἴρηκεν «Ἀνθηδόνα τ᾽ ἐσχατόωσαν.» Εἰσὶ μέντοι ἔτι προϊόντι μικρὸν πολίχναι δύο τῶν Βοιωτῶν, Λάρυμνά τε, παρ᾽ ἣν ὁ Κηφισσὸς ἐκδίδωσι, καὶ ἔτι ἐπέκεινα Ἁλαί, ὁμώνυμοι τοῖς Ἀττικοῖς δήμοις. Κατὰ δὲ τὴν παραλίαν ταύτην κεῖσθαί φασιν Αἰγὰς τὰς ἐν Εὐβοίαι, ἐν αἷς τὸ τοῦ Ποσειδῶνος ἱερὸν τοῦ Αἰγαίου· ἐμνήσθημεν δ᾽ αὐτοῦ καὶ πρότερον. Δίαρμα δ᾽ ἐστὶν ἀπὸ μὲν τῆς Ἀνθηδόνος εἰς Αἰγὰς ἑκατὸν εἴκοσι στάδιοι, ἀπὸ δὲ τῶν ἄλλων τόπων πολὺ ἐλάττους· κεῖται δ᾽ ἐπὶ ὄρους ὑψηλοῦ τὸ ἱερόν, ἦν δέ ποτε καὶ πόλις· ἐγγὺς δὲ τῶν Ἁἰγῶν καὶ αἱ Ὀρόβιαι. ἐν δὲ τῆι Ἀνθηδονίαι Μεσσάπιον ὄρος ἐστὶν ἀπὸ Μεσσάπου, ὃς εἰς τὴν Ἰαπυγίαν ἐλθὼν Μεσσαπίαν τὴν χώραν ἐκάλεσεν. ἐνταῦθα δὲ καὶ τὰ περὶ τὸν Γλαῦκον μυθεύεται τὸν Ἀνθηδόνιον, ὅν φασιν εἰς κῆτος μεταβαλεῖν.

2.14

Πλησίον δ᾽ ἐστὶν Ἀνθηδόνος ἱεροπρεπὴς τόπος τῆς Βοιωτίας, ἴχνη πόλεως ἔχων, ὁ καλούμενος Ἴσος συστέλλοντι τὴν πρώτην συλλαβήν. Οἴονται δέ τινες δεῖν γράφειν «Ἰσόν τε ζαθέην Ἀνθηδόνα τ᾽ ἐσχατόωσαν» ἐκτείνοντες τὴν πρώτην συλλαβὴν ποιητικῶς διὰ τὸ μέτρον, ἀντὶ τοῦ «Νῖσάν τε ζαθέην.» ἡ γὰρ Νῖσα οὐδαμοῦ φαίνεται τῆς Βοιωτίας, ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς περὶ νεῶν . . . ἐἴη, εἰ μὴ τὴν Νῖσαν οὕτως εἴρηκεν· ἦν γὰρ ὁ . . . Μεγαρικῆι. ἐκεῖθεν ἀπωικισμένη πρόςχωρος τοῦ Κιθἆιρῶνος, ἐκλέλειπται δὲ νῦν. Τινὲς δὲ γράφουσι «Κρεῦσάν τε «ζαθέην,» τὴν νῦν Κρέουσαν δεχόμενοι, τὸ τῶν Θεσπιέων ἐπίνειον ἐν τῶι Κρισαίωι κόλπωι ἱδρυμένον· ἄλλοι δὲ «Φαράς τε ζαθέας.» ἔστι δὲ τῆς τετρακωμίας τῆς περὶ Τάναγραν, Ἑλεῶνος Ἅρματος Μυκαλησσοῦ Φαρῶν. Γράφουσι δὲ καὶ τοῦτο «Νῦσάν τε ζαθέην.» Κώμη δ᾽ ἐστὶ τοῦ Ἑλικῶνος ἡ Νῦσα. ἡ μὲν οὖν παραλία τοιαύτη τις ἡ πρὸς Εὔβοιαν. 

2.15

Τὰ δ᾽ ἑξῆς ἐν τῆι μεσογαίαι πεδία ἐστὶ κοῖλα πάντοθεν ἐκ τῶν ἄλλων μερῶν ὄρεσι περιεχόμενα, τοῖς Ἀττικοῖς μὲν πρὸς νότου, πρὸς ἄρκτου δὲ τοῖς Φωκικοῖς· ἀπὸ δὲ τῆς ἑσπέρας ὁ Κιθαιρὼν λοξὸς ἐμπίπτει μικρὸν ὑπὲρ τῆς Κρισαίας θαλάττης, ἔχων τὴν ἀρχὴν συνεχῆ τοῖς Μεγαρικοῖς καὶ τοῖς Ἀττικοῖς ὄρεσιν, εἶτ᾽ ἐπιστρέφων εἰς τὰ πεδία, παυόμενος δὲ περὶ τὴν Θηβαίαν. 

2.16

Τῶν δὲ πεδίων τούτων τὰ μὲν λιμνάζει, ποταμῶν ἀναχεομένων εἰς αὐτά, τῶν δ᾽ ἐμπιπτόντων, εἶτα ἐκρύσεις λαμβανόντων· τὰ δ᾽ ἀνέψυκται καὶ γεωργεῖται παντοδαπῶς διὰ τὴν εὐκαρπίαν. ὑπάντρου δὲ καὶ σηραγγώδους οὔσης κατὰ βάθους τῆς γῆς, σεισμοὶ γενόμενοι πολλάκις ἐξαίσιοι τοὺς μὲν ἔφραξαν τῶν πόρων τοὺς δὲ ἀνέωιξαν, τοὺς μὲν μέχρι τῆς ἐπιφανείας τοὺς δὲ δι᾽ ὑπονόμων· συμβαίνει δὴ καὶ τοῖς ὕδασι τοῖς μὲν δι᾽ ὑπονόμων φέρεσθαι τῶν ῥείθρων τοῖς δ᾽ ἐπιπολῆς, τοῖς τε λιμναίοις καὶ τοῖς ποταμίοις. ἐγχωσθέντων δὲ κατὰ βάθους τῶν πόρων αὔξεσθαι τὰς λίμνας συμβαίνει μέχρι τῶν οἰκουμένων τόπων ὥστε καὶ πόλεις καταπίνεσθαι καὶ χώρας, ἀνοιχθέντων δὲ τῶν αὐτῶν ἢ ἄλλων ἀνακαλύπτεσθαι, καὶ τοὺς αὐτοὺς τόπους ποτὲ μὲν πλεῖσθαι ποτὲ δὲ πεζεύεσθαι, καὶ τὰς αὐτὰς πόλεις ποτὲ μὲν ἐπὶ τῆι λίμνηι ποτὲ δὲ ἄπωθεν κεῖσθαι.

2.17

Διττῶς δὲ τοῦτο γίνεται· καὶ γὰρ μενουσῶν ἀκινήτων τῶν πόλεων, ὅταν ἡ αὔξησις τῶν ὑδάτων ἥττων ἧι τῆς ὑπερχύσεως διὰ ὕψος τῶν οἰκήσεων ἢ διὰ ἀπόστασιν, καὶ διὰ ἀνοικισμόν, ὅταν τῶι πλησιασμῶι κινδυνεύσαντες πολλάκις ἀπαλλαγὴν πορίσωνται τοῦ φόβου τὴν μετάληψιν τῶν χωρίων τῶν ἄπωθεν ἢ τῶν ἐν ὕψει. Παρακολουθεῖ δὲ τοῖς οὕτως ἀνοικισθεῖσι τὸ τὴν αὐτὴν προσηγορίαν φυλάττουσιν, ἐτύμως πρότερον λεγομένοις ἀπὸ τοῦ συμβεβηκότος τοπικῶς, νῦν μἧκέτἶ λέγεσθαι ἐτύμως· Πλαταιὰς γὰρ ἀπὸ τῆς πλάτης τῶν κωπῶν εἰρῆσθαι πιθανὸν καὶ Πλαταιέας τοὺς ἀπὸ κωπηλασίας ζῶντας, ἀλλὰ νῦν ἄπωθεν τῆς λίμνης οἰκοῦντες οὐκέτ᾽ ἂν προσαγορεύοιντο ἐτύμως. Ἕλος τε καὶ Ἑλεὼν καὶ Εἱλέσιον ἐκλήθη διὰ τὸ ἐπὶ τοῖς ἕλεσιν ἱδρῦσθαι· νῦν δὲ οὐχ ὁμοίως ἔχει ταῦτα, ἢ ἀνοικισθέντων ἢ τῆς λίμνης ἐπιπολὺ ταπεινωθείσης διὰ τὰς ὕστερον γενομένας ἐκρύσεις· καὶ γὰρ τοῦτο δυνατόν. 

2.18

Δηλοῖ δὲ καὶ ὁ Κηφισσὸς τοῦτο μάλιστα τὴν Κωπαΐδα λίμνην πληρῶν. Αὐξομένης γὰρ αὐτῆς ὥστε κινδυνεύειν καταποθῆναι τὰς Κώπας, ἃς ὅ τε ποιητὴς ὀνομάζει, καὶ ἀπ᾽ αὐτῶν ἡ λίμνη τὴν ἐπωνυμίαν εἴληφε, χάσμα γενηθὲν πρὸς τῆι λίμνηι πλησίον τῶν Κωπῶν ἀνέωιξεν ὑπὸ γῆς ῥεῖθρον ὅσον τριάκοντα σταδίων καὶ ἐδέξατο τὸν ποταμόν, εἶτα ἐξέρρηξεν εἰς τὴν ἐπιφάνειαν κατὰ Λάρυμναν τῆς Λοκρίδος τὴν ἄνω· καὶ γὰρ ἑτέρα ἐστίν, ἧς ἐμνήσθἦμεν, ἦ Βοιωτιακή, ἐπὶ τῆι θαλάττηι, ἦι προσέθεσαν Ῥωμαῖοι τὴν ἄνω. Καλεῖται δ᾽ ὁ τόπος Ἀγχόη· ἔστι δὲ καὶ λίμνη ὁμώνυμος· ἐντεῦθεν δ᾽ ἤδη ὁ Κηφισσὸς ἐκδίδωσιν ἐπὶ τὴν θάλατταν. Τότε μὲν οὖν παυσαμένης τῆς πλημμυρίδος, παῦλα καὶ τοῦ κινδύνου τοῖς παροικοῦσιν ὑπῆρξε, πλὴν τῶν ἤδη καταποθεισῶν πόλεων. Πάλιν δ᾽ ἐγχουμένων τῶν πόρων, ὁ μεταλλευτὴς Κράτης ἀνὴρ Χαλκιδεὺς ἀνακαθαίρειν τὰ ἐμφράγματα ἐπαύσατο στασιασάντων τῶν Βοιωτῶν, καίπερ, ὡς αὐτὸς ἐν τῆι πρὸς Ἀλέξανδρον ἐπιστολῆι φησιν, ἀνεψυγμένων ἤδη πολλῶν, ἐν οἷς οἱ μὲν τὸν Ὀρχομενὸν οἰκεῖσθαι τὸν ἀρχαῖον ὑπελάμβανον, οἱ δ᾽ Ἐλευσῖνα καὶ Ἀθήνας παρὰ τὸν Τρίτωνα ποταμόν· λέγεται δ᾽ οἰκίσαἶ Κέκροπα, ἡνίκα τῆς Βοιωτίας ἐπῆρξε καλουμένης τότε Ὠγυγίας, ἀφανισθῆναι δὲ ταύτας ἐπικλυσθείσας ὕστερον. Γενέσθαι δέ φασιν καὶ κατὰ Ὀρχομενὸν χάσμα, καὶ δέξασθαι τὸν Μέλανα ποταμὸν τὸν ῥέοντα διὰ τῆς Ἁλιαρτίας καὶ ποιοῦντα ἐνταῦθα τὸ ἕλος τὸ φύον τὸν αὐλητικὸν κάλαμον. ἀλλ᾽ οὗτος ἠφάνισται τελέως, εἴτε τοῦ χάσματος διαχέοντος αὐτὸν εἰς ἀδήλους πόρους, εἴτε τῶν περὶ Ἁλίαρτον ἑλῶν καὶ λιμνῶν προαναλισκόντων αὐτόν, ἀφ᾽ ὧν ποιήεντα καλεῖ τὸν τόπον ὁ ποιητὴς «καὶ ποιήενθ᾽ Ἁλίαρτον» λέγων. 

2.19

Οὗτοι μὲν οὖν ἐκ τῶν Φωκικῶν ὀρῶν οἱ ποταμοὶ καταφέρονται, ὧν ὁ Κηφισσὸς ἐκ Λιλαίας Φωκικῆς πόλεως τὴν ἀρχὴν λαμβάνει, καθάπερ καὶ Ὅμηρός φησιν «οἵ τε Λίλαιαν ἔχον πηγῆις ἔπι Κηφισσοῖο·» δι᾽ Ἐλατείας δὲ ῥυεὶς μεγίστης τῶν ἐν Φωκεῦσι πόλεων, καὶ διὰ Παραποταμίων καὶ Φανοτέων ὁμοίως Φωκικῶν πολισμάτων, εἰς Χαιρώνειαν τῆς Βοιωτίας πρόεισιν, εἶτα διὰ τῆς Ὀρχομενίας καὶ τῆς Κορωνειακῆς εἰς τὴν Κωπαΐδα λίμνην ἐξίησι· καὶ ὁ Περμησσὸς δὲ καὶ ὁ Ὀλμειός, ἐκ τοῦ Ἑλικῶνος συμβάλλοντες ἀλλήλοις, εἰς τὴν αὐτὴν ἐμπίπτουσι λίμνην τὴν Κωπαΐδα τοῦ Ἁλιάρτου πλἧσίον· καὶ ἄλλἆ δὲ ῥεύματα εἰς αὐτὴν ἐμβάλλει. ἔστι μὲν οὖν μεγάλη, τὴν περίμετρον ἔχουσα ὀγδοήκοντα καὶ τριακοσίων σταδίων, αἱ δὲ ἐκρύσεις οὐδαμοῦ φαίνονται πλὴν τοῦ δεχομένου τὸν Κηφισσὸν χάσματος καὶ τῶν ἑλῶν. 

2.20

Τῶν δὲ περἶκειμένων λιμνῶν ἐστὶν ἥ τε Τρεφία καὶ ἡ Κἧφισσίς, ἧς μέμνηται καὶ Ὅμηρος «ὅς ῥ᾽ «ἐν Ὕληι ναίεσκε μέγα πλούτοιο μεμηλώς, λίμνηι κεκλιμένος Κηφισσίδι.» Οὐ γὰρ λίμνην τὴν Κωπαΐδα βούλεται λέγειν, ὡς οἴονταί τινες, ἀλλὰ τὴν Ὑλικὴν προσαγορευομένην ἀπὸ τῆς πλησίον κώμης ἣν καλοῦσιν Ὕλας, οὐδὲ Ὕδην, ὡς ἔνιοι γράφουσιν «ὅς ῥ᾽ ἐν «Ὕδηι ναίεσκεν.» ἡ μὲν γάρ ἐστιν ἐν Λυδίαι «Τμώλωι «ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμωι,» ἡ δὲ Βοιωτιακή· ἐπιφέρει γοῦν τῶι «λίμνηι κεκλιμένος Κηφισσίδ» τὸ «πὰρ δὲ οἱ ἄλλοι ναῖον Βοιωτοί.» ἡ μὲν γάρ ἐστι μεγάλη καὶ οὐκ ἐν τῆι Θηβαΐδι, ἡ δὲ μικρά, ἐκεῖθεν δι᾽ ὑπονόμων πληρουμένη, κειμένη μεταξὺ Θηβῶν καὶ Ἀνθηδόνος. Ὅμηρος δ᾽ ἑνικῶς ἐκφέρει τοτὲ μὲν ἐκτείνων τὴν πρώτην συλλαβήν, ὡς ἐν τῶι καταλόγωι «ἠδ᾽ «Ὕλην καὶ Πετεῶνα,» ποιητικῶς, τοτὲ δὲ συστέλλων «ὅς ῥ᾽ ἐν Ὕληι ναίεσκ» «σκυτοτόμων ὄχ᾽ ἄριστος Ὕληι «ἔνι οἰκία ναίων.» Οὐδ᾽ ἐνταῦθα εὖ γραφόντων τινῶν Ὕδηι ἔνι· οὐ γὰρ ὁ Αἴας ἐκ Λυδίας τὸ σάκος μετεπέμπετο.

2.21

Ἁὗται δ᾽ αἶ λίμναι τὴν τάξιν τῶν ἐφεξῆς τόπὧν ὑπογράφουσιν ὥστἐ λόγωι περιληφθῆναι σαφῶς, ὅτι ὁ ποιητὴς ἀτάκτως χρῆταἶ τοῖς ὀνόμασι τῶν τόπων τῶν τε ἀξἷολόγων καὶ τῶν μή· καἶ χαλεπὸν ἐν τοσούτοις καὶ ἀσήμοις τοῖς πλείστοις καὶ ἐν μεσογαίαι μηδαμοῦ τῆι τάξει διαπεσεῖν· ἡ παραλία δ᾽ ἔχει τι πλεονέκτημα πρὸς τοῦτο· καὶ γνωριμώτεροι οἱ τόποι, καὶ ἡ θάλαττα τό γε ἑξῆς ὑπαγορεύει βέλτιον· διόπερ καὶ ἡμεῖς ἐκεῖθεν πειρώμἑθα περιοδεύειν· ἐνταῦθα δ᾽ ἐάσαντες τοῦτο τῶι πὁιητῆι ἀκολουθοῦντες ποιήσομεν τὴν διαρίθμησιν, προστιθέντες ὅ τι ἂν χρήσιμον ἧι πρὸς τὴν ὑπόθεσἶν ἡμῖν, ὑπ᾽ ἐκείνου δὲ παραλειφθέν. ἄρχεται δ᾽ ἀπὸ τῆς Ὑρἶης καὶ τῆς Αὐλίδος, περὶ ὧν εἰρήκαμεν. 

2.22

Σχοῖνος δ᾽ ἐστὶ χώρα τῆς Θηβαϊκῆς κατὰ τὴν ὁδὸν τὴν ἐπὶ Ἀνθηδόνος, διέχουσα τῶν Θηβῶν ὅσον πεντήκοντα σταδίους· ῥεῖ δὲ καὶ ποταμὸς δι᾽ αὐτῆς Σχοινοῦς.

2.23

Σκῶλος δ᾽ ἐστὶ κώμη τῆς Παρασωπίας ὑπὸ τῶι Κιθαιρῶνι, δυσοίκητος τόπος καὶ τραχύς, ἀφ᾽ οὗ καὶ ἡ παροιμία «εἰς Σκῶλον μήτ᾽ αὐτὸς ἴναι, μήτ᾽ ἄλλωι ἕπεσθαι.» Καὶ τὸν Πενθέα δὲ ἐνθένδε καταγόμενον διασπασθῆναί φασιν. ἦν δὲ καὶ τῶν περὶ Ὄλυνθον πόλεων ὁμώνυμος αὐτῆι Σκῶλος. Εἴρηται δ᾽ ὅτι Παρασώπιοι καὶ κώμη τις καλεῖται ἐν Ἡρακλείαι τῆι Τραχινίαι, παρ᾽ ἣν ῥεῖ Ἀσωπὸς ποταμός, καὶ ὅτι ἐν Σικυωνίαι ἄλλος ἐστὶν Ἀσωπὸς καὶ ἡ χώρα Ἀσωπία, δι᾽ ἧς ῥεῖ.

2.24

Ὁ Ἐτεωνὸς δὲ Σκάρφη μετωνομάσθη, καὶ αὕτη δὲ τῆς Παρασωπίας. ὁ γὰρ Ἀσωπὸς καὶ ὁ Ἰσμηνὸς διὰ τοῦ πεδίου ῥέουσι τοῦ πρὸ τῶν Θηβῶν· ἔστι δὲ καὶ ἡ Δίρκη κρήνη καὶ Πότνιαι, ἐφ᾽ ὧν μυθεύεται τὰ περὶ τὸν Ποτνιέα Γλαῦκον τὸν διασπασθέντα ὑπὸ τῶν Ποτνιάδων ἵππων τῆς πόλεως πλησίον, καὶ ὁ Κιθαιρὼν δὲ οὐκ ἄπωθεν τῶν Θηβῶν τελευτᾶι· παρ᾽ αὐτὸν δὲ ὁ Ἀσωπὸς ῥεῖ, τὴν ὑπώρειαν αὐτοῦ κλύζων καὶ ποιῶν τοὺς Παρασωπίους εἰς κατοικίας πλείους διηιρημένους, ἅπαντας δ᾽ ὑπὸ Θηβαίοις ὄντας ἕτεροι δ᾽ ἐν τῆι Πλαταιέων φασὶ τόν τε Σκῶλον καὶ τὸν Ἐτεωνὸν καὶ τὰς Ἐρύθρας· καὶ γὰρ παρἇρρεἶ Πλαταιὰς καὶ παρὰ Τάναγραν ἐκδίδωσιν · ἐν δὲ τῆι Θηβαίων εἰσὶ καὶ αἱ Θεράπναι καὶ ὁ Τευμησσός, ὃν ἐκόσμησεν Ἀντίμαχος διὰ πολλῶν ἐπῶν, τὰς μὴ προσούσας ἀρετὰς διαριθμούμενος «ἔστι τις ἠνεμόεις ὀλίγος λόφος.» Γνώριμα δὲ τὰ ἔπη.

2.25

Θέσπειαν δὲ λέγει τὰς νῦν Θεσπιάς, πολλῶν ὀνομάτων τῶν μὲν ἀμφοτέρως λεγομένων καὶ ἑνικῶς καὶ πληθυντικῶς, καθάπερ καὶ ἀρρενικῶς καὶ θηλυκῶς, τῶν δ᾽ ὁποτέρως. ἔστι δὲ πόλις πρὸς τῶι Ἑλικῶνι νοτιωτέρα αὐτοῦ, ἐπικειμένη δὲ τῶι Κρισαίωι κόλπωι καὶ αὐτὴ καὶ ὁ Ἑλικών· ἐπίνειον δ᾽ ἔχουσιν αἱ Θεσπιαὶ Κρέουσαν, ἣν καὶ Κρεουσίδα καλοῦσιν. ἐν δὲ τῆι Θεσπιέων ἐστὶ καὶ ἡ Ἄσκρη κατὰ τὸ πρὸς Ἑλικῶνα μέρος, ἡ τοῦ Ἡσιόδου πατρίς· ἐν δεξιᾶι γάρ ἐστι τοῦ Ἑλικῶνος, ἐφ᾽ ὑψηλοῦ καὶ τραχέος τόπου κειμένη, ἀπέχουσα τῶν Θεσπιῶν ὅσον τετταράκοντα σταδίους, ἣν καὶ κεκωμώιδηκεν αὐτὸς ἑπιλαβόμενος τοῦ πατρός, ὅτι ἐκ Κύμης τῆς Αἰολίδος μἑτέστη, θρασὖτερον λέγων «νάσσατο δ᾽ ἄγχ᾽ Ἑλικῶνος ὀιζυρῆι ἐνὶ κώμἧι, Ἄσκρηι χεῖμα κακῆι, θέρει ἀργαλέηι, οὐδέ ποτ᾽ ἐσθλἧι.» ὁ δὲ Ἑλικὼν συνεχής ἐστι τῆι Φωκίδι ἐκ τῶν πρὸς ἄρκτον αὐτοῦ μερῶν· μικρὰ δὲ καὶ ἐκ τῶν πρὸς ἑσπέραν κατὰ τὸν ὕστατον λιμένα τῆς Φωκίδος, ὃν καλοῦσιν ἀπὸ τοῦ συμβεβηκότος μυχόν· ὑπέρκειται γὰρ κατὰ τοῦτον μάλιστα τὸν λιμένα τοῦ Κρισαίου κόλπου καὶ ὁ Ἑλικὼν καὶ ἡ Ἄσκρη καὶ ἔτι αἱ Θεσπιαὶ καὶ τὸ ἐπίνειον αὐτῆς ἡ Κρέουσα. Τοῦτο δὲ καὶ κοιλότατον νομίζεται τὸ μέρος τοῦ Κρισαίου κόλπου καὶ ἁπλῶς τοῦ Κορινθιακοῦ· στάδιοι δ᾽ εἰσὶ τῆς παραλίας τῆς ἀπὸ τοῦ μυχοῦ τοῦ λιμένος εἰς Κρέουσαν ἐνἑνήκοντα· ἐντεῦθεν δὲ ἑκατὸν εἴκοσιν ἕως τῆς ἄκρας ἣν Ὀλμιὰς καλοῦσιν· ἐν δὲ τῶι κοιλοτάτωι τοῦ κόλπου τοῦ Κρισαίου συμβέβηκε τὰς Πηγὰς κεῖσθαι καὶ τὴν Οἰνόην, πἑρὶ ὧν εἶρήκαμεν. ὁ μὲν οὖν Ἑλικὼν οὐ πολὺ διεστηκὼς τοῦ Παρνασσοῦ ἐνάμιλλός ἐστιν ἐκείνωι κατά τε ὕψος καὶ περίμετρον· ἄμφω γὰρ χιονόβολα τὰ ὄρη καὶ πετρώδη, περιγράφεται δ᾽ οὐ πολλῆι χώραι. ἐνταῦθα δ᾽ ἐστὶ τό τε τῶν Μουσῶν ἱερὸν καὶ ἡ Ἵππου κρήνη καὶ τὸ τῶν Λειβηθρίδων νυμφῶν ἄντρον· ἐξ οὗ τεκμαίροιτ᾽ ἄν τις Θρᾶικας εἶναι τοὺς τὸν Ἑλικῶνα ταῖς Μούσαις καθιερώσαντας, οἳ καὶ τὴν Πιερίδα καὶ τὸ Λείβηθρον καὶ τὴν Πίμπλειαν ταῖς αὐταῖς θεαῖς ἀνέδειξαν· ἐκαλοῦντο δὲ Πίερες· ἐκλιπόντων δ᾽ ἐκείνων Μακεδόνες νῦν ἔχουσι τὰ χωρία ταῦτα. Εἴρηται δ᾽ ὅτι τὴν Βοιωτίαν ταύτην ἐπώικησάν ποτε Θρᾶικες βιασάμενοι τοὺς Βοιωτοὺς καὶ Πελασγοὶ καὶ ἄλλοι βάρβαροι. Αἱ δὲ Θεσπιαὶ πρότερον μὲν ἐγνωρίζοντο διὰ τὸν Ἔρωτα τὸν Πραξιτέλους, ὃν ἔγλυψε μὲν ἐκεῖνος, ἀνέθηκε δὲ Γλυκέρα ἡ ἑταίρα Θεσπιεῦσιν ἐκεῖθεν οὖσα τὸ γένος, λαβοῦσα δῶρον παρὰ τοῦ τεχνίτου. Πρότερον μὲν οὖν ὀψόμενοι τὸν Ἔρωτά τινες ἀνέβαινον ἐπὶ τὴν Θέσπειαν ἄλλως οὐκ οὖσαν ἀξιοθέατον, νυνὶ δὲ μόνη συνέστηκε τῶν Βοιωτιακῶν πόλεων καὶ Τάναγρα· τῶν δ᾽ ἄλλων ἐρείπια καὶ ὀνόματα λέλειπται. 

2.26

Μετἂ δὲ Θεσπιὰς καταλέγει Γραῖαν καὶ Μυκἇλησσόν, πεῤὶ ὧν εἰρήκαμεν· ὡς δ᾽ αὕτως καὶ περὶ τῶν ἄλλων «οἵ τ᾽ ἀμφ᾽ Ἅρμ᾽ ἐνέμοντο καὶ Εἰλέσιον «καὶ Ἐρύθρας, ὁἵ τ᾽ Ἐλεῶν᾽ εἶχον ἠδ᾽ Ὕλην καὶ Πετεῶνα.» Πετεὼν δὲ κώμη τῆς Θηβαΐδος ἐγγὺς τῆς ἐπ᾽ Ἀνθηδόνα ὁδοῦ, ἡ δ᾽ Ὠκαλέη μέση Ἁλιάρτου καὶ Ἀλαλκομενίου ἑκατέρου τριάκοντα σταδίους ἀπέχουσα· παραρρεῖ δ᾽ αὐτὴν ποτάμιον ὁμώνυμον. Μεδεὼν δ᾽ ὁ μὲν Φωκικὸς ἐν τῶι Κρισαίωι κόλπωι, διέχων Βοιωτίας σταδίους ἑκατὸν ἑξήκοντα, ὁ δὲ Βοιωτιακὸς ἀπ᾽ ἐκείνου κέκληται, πλησίον δ᾽ ἐστὶν Ὀγχηστοῦ ὑπὸ τῶι Φοινικίωι ὄρει, ἀφ᾽ οὗ καὶ μετωνόμασται Φοινικίς· τῆς δὲ Θηβαίας καὶ τοῦτο λέγεται, ὗπ᾽ ἐνἶων δὲ τῆς Ἁλιαρτίας καὶ Μεδεὼν καὶ Ὠκαλέα.

2.27

Εἶτά φησι «Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε «Θίσβην.» Περὶ μὲν οὖν Κωπῶν εἴρηται· προσάρκτιος δέ ἐστιν ἐπὶ τῆι Κωπαΐδι λίμνηι· αἱ δ᾽ ἄλλαι κύκλωι εἰσὶν αἵδε, Ἀκραιφίαι Φοινικὶς Ὀγχηστὸς Ἁλίαρτος Ὠκαλέα Ἀλαλκομεναὶ Τιλφούσιον Κορώνεια. Καὶ τό γε παλαιὸν οὐκ ἦν τῆς λίμνης κοινὸν ὄνομα, ἀλλὰ καθ᾽ ἑκάστην πρὸς αὐτῆι κατοικίαν ἐκείνης ἐπώνυμος ἐλέγετο, Κωπαῒς μὲν τῶν Κωπῶν, Ἁλιαρτὶς δὲ Ἁλιάρτου, καὶ οὕτως ἐπὶ τῶν ἄλλων, ὕστερον δ᾽ ἡ πᾶσα Κωπαῒς ἐλέχθη κατ᾽ ἐπικράτειαν· κοιλότατον γὰρ τοῦτο τὸ χωρίον. Πίνδαρος δὲ καὶ Κηφισσίδα καλεῖ ταύτην· παρατίθησι γοῦν τὴν Τιλφῶσσαν κρήνην ὑπὸ τῶι Τιλφωσσίωι ὄρει ῥέουσαν πλησίον Ἁλιάρτου καὶ Ἀλαλκομενῶν, ἐφ᾽ ἦι τὸ Τειρεσίου μνῆμα· αὐτοῦ δὲ καὶ τὸ τοῦ Τιλφωσσίου Ἀπόλλὦνος ἱερόν. 

2.28

Ὁ δὲ ποιητὴς ἐφεξῆς ταῖς Κώπαις Εὔτρησιν τίθησι κώμιον Θεσπιέων· ἐνταῦθά φασι Ζῆθον καὶ Ἀμφίονα οἰκῆσαι πρὶν βασιλεῦσαι Θηβῶν. ἡ δὲ Θίσβη Θίσβαι νῦν λέγονται, οἰκεῖται δὲ μικρὸν ὑπὲρ τῆς θαλάττης ὅμορον Θεσπιεῦσι τὸ χωρίον καὶ τῆι Κορωνειακῆι, ὑποπεπτωκὸς ἐκ τοῦ νοτίου μέρους τῶι Ἑλικῶνι καὶ αὐτό· ἐπίνειον δ᾽ ἔχει πετρῶδες περιστερῶν μεστόν, ἐφ᾽ οὗ φησιν ὁ ποιητὴς «πολυτρήρωνά τε Θίσβην.» Πλοῦς δ᾽ ἐστὶν ἐνθένδε εἰς Σικυῶνα σταδίων ἑκατὸν ἑξήκοντα. 

2.29

Ἑξῆς δὲ Κορώνειαν καταλέγει καὶ Ἁλίαρτον καὶ Πλαταιὰς καὶ Γλίσσαντα. ἡ μὲν οὖν Κορώνεια ἐγγὺς τοῦ Ἑλικῶνός ἐστιν ἐφ᾽ ὕψους ἱδρυμένη, κατελάβοντο δ᾽ αὐτὴν ἐπανιόντες ἐκ τῆς Θετταλικῆς Ἄρνης οἱ Βοιωτοὶ μετὰ τὰ Τρωικά, ὅτε περ καὶ τὸν Ὀρχομενὸν ἔσχον· κρατήσαντες δὲ τῆς Κορωνείας ἐν τῶι πρὸ αὐτῆς πεδίωι τὸ τῆς Ἰτωνίας Ἀθηνᾶς ἱερὸν ἱδρύσαντο ὁμώνυμον τῶι Θετταλικῶι, καὶ τὸν παραρρέοντα ποταμὸν Κουάριον προσηγόρευσαν ὁμοφώνως τῶι ἐκεῖ. Ἀλκαῖος δὲ καλεῖ Κωράλιον λέγων «ὦ 'νἆσς᾽ Ἀθανάα «πολἑμηδόκος, ἅ ποι Κορωνίας ἐπὶ λαΐω ναύω πάροιθεν ἀμφἷβαίνεις Κωραλίω ποταμῶ παρ᾽ ὄχθαις.» ἐνταῦθα δὲ καὶ τὰ Παμβοιώτια συντέλουν· συγκαθίδρυται δὲ τῆι Ἀθηνᾶι ὁ Ἅιδης κατά τινα, ὥς φασι, μυστικὴν αἰτίαν. Οἱ μὲν οὖν ἐν τῆι Κορωνείαι Κορώνιοι λέγονται, οἱ δ᾽ ἐν τῆι Μεσσηνιακῆι Κορωναεῖς. 

2.30

Ἁλίαρτος δὲ νῦν οὐκέτι ἐστὶ κατασκαφεῖσα ἐν τῶι πρὸς Περσέα πολέμωι, τὴν χώραν δ᾽ ἔχουσιν Ἀθηναῖοι δόντων Ῥωμαίων. ἔκειτο δὲ ἐν στενῶι χωρίωι μεταξὺ ὑπερκειμένου ὄρους καὶ τῆς Κωπαΐδος λίμνης πλησίον τοῦ Περμησσοῦ καὶ τοῦ Ὀλμειοῦ καὶ τοῦ ἕλους τοῦ φύοντος τὸν αὐλητικὸν κάλαμον. 

2.31

Πλαταιαὶ δέ, ἃς ἑνικῶς εἶπεν ὁ ποιητής, ὑπὸ τῶι Κιθαιρῶνί εἰσι μεταξὺ αὐτοῦ καὶ Θηβῶν κατὰ τὴν ὁδὸν τὴν εἰς Ἀθήνας καὶ Μέγαρα ἐπὶ τῶν ὅρων τῶν τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας. ἇἶ γὰρ Ἐλευθεραὶ πλησίον, ἃς οἱ μὲν τῆς Ἀττικῆς, οἱ δἐ τῆς Βοιωτίας φασίν. Εἴρηται δ᾽ ὅτι παραρρεῖ τὰς Πλαταιὰς ὁ Ἀσωπός. ἐνταῦθα Μαρδόνιον καὶ τὰς τριάκοντα μυριάδας Περσῶν αἱ τῶν Ἑλλήνων δυνάμεις ἄρδην ἠφάνισαν· ἱδρύσαντό τε ἐλευθερίου Διὸς ἱερὸν καὶ ἀγῶνα γυμνικὸν στεφανίτην ἀπέδειξαν, Ἐλευθέρια προσαγορεύσαντες· ταφή τε δείκνυται δημοσία τῶν τελευτησάντων ἐν τῆι μάχηι. ἔστι δὲ καὶ ἐν τῆι Σικυωνίαι δῆμος Πλαταιαί, ὅθενπερ ἦν Μνασάλκης ὁ ποιητής. Γλίσσαντα δὲ λέγει κατοικίαν ἐν τῶι Ὑπάτωι ὄρει ὅ ἐστιν ἐν τῆι Θηβαϊκῆι πλησίον Τευμησσοῦ καὶ τῆς Καδμείας, ὧι ὑποπἴπτει τὸ Ἀόνιον καλούμενον πεδίον, ὃ διατείνει ἑἰς τὴν Καδμείἆν ἀπὸ τοῦ Ὑπάτου ὄρους. 

2.32

Τὸ δ᾽ οὕτω ῥηθέν «οἵ θ᾽ ὑπὸ Θήβας εἶχον» οἱ μὲν δέχονται πολείδιόν τι Ὑποθήβας καλούμενον, οἱ δὲ τὰς Ποτνίας· τὰς γὰρ Θήβας ἐκλελεῖφθαι διὰ τὴν τῶν Ἐπιγόνων στρατείαν καὶ μὴ μετασχεῖν τοῦ Τρωικοῦ πολέμου· οἱ δὲ μετασχεῖν μὲν οἰκεῖν δὲ ὑπὸ τῆι Καδμείαι τότε ἐν τοῖς ἐπιπέδοις χωρίοις μετὰ τὴν τῶν Ἐπιγόνων ἄφοδον, τὴν Καδμείαν ἀδυνατοῦντας ἀνακτίσαι· ἐπεὶ δὲ ἡ Καδμεία ἐκαλεῖτο Θῆβαι, ὑπὸ Θήβας εἰπεῖν ἀντὶ τοῦ ὑπὸ τῆι Καδμείαι οἰκοῦντας τὸν ποιητὴν τοὺς τότε Θηβαίους. 

2.33

Ὀγχηστὸς δ᾽ ἐστίν, ὅπου τὸ Ἀμφικτυονικὸν συνήγετο ἐν τῆι Ἁλιαρτίαι πρὸς τῆι Κωπαΐδι λίμνηι καὶ τῶι Τηνερικῶι πεδίωι, ἐν ὕψει κείμενος ψιλός, ἔχων Ποσειδῶνος ἱερὸν καὶ αὐτὸ ψιλόν. Οἱ δὲ ποιηταὶ κοσμοῦσιν, ἄλση καλοῦντες τὰ ἱερὰ πάντα κἂν ἧι ψιλά· τοιοῦτόν ἐστι καὶ τὸ τοῦ Πινδάρου περὶ τοῦ Ἀπόλλωνος λεγόμενον δἶνηθεὶς ἐπήιει γᾶν τε καὶ θάλασσαν, καὶ σκοπιαῖσιν μεγάλαἶς ὀρέων ὕπερ ἔστα, καὶ μύλους δινάσατο βαλλὁμενος κρηπῖδας ἀλσέων. Οὐκ εὖ δ᾽ ὁ Ἀλκαῖος, ὥσπερ τὸ τοῦ ποταμοῦ ὄνομα παρέτρεψε τοῦ Κουαρίου, οὕτω καὶ τοῦ Ὀγχηστοῦ κατέψευσται πρὸς ταῖς ἐσχατιαῖς τοῦ Ἑλικῶνος αὐτὸν τιθείς· ὁ δ᾽ ἐστὶν ἄπωθεν ἱκανῶς τούτου τοῦ ὄρους. 

2.34

Τὸ δὲ Τηνερικὸν πεδίον ἀπὸ Τηνέρου προσηγόρευται μυθεύεται δ᾽ Ἀπόλλωνος υἱὸς ἐκ Μελίας, προφήτης τοῦ μαντείου κατὰ τὸ Πτῶιον ὄρος, ὅ φησιν εἶναι τρικόρυφον ὁ αὐτὸς ποιητής καί ποτε τὸν τρικάρανον Πτωίου κευθμῶνα κατέσχεθε· καὶ τὸν Τήνερον καλεῖ ναοπόλον μάντιν δαπέδοισιν ὁμοκλέα. ὑπέρκειται δὲ τὸ Πτῶιον τοῦ Τηνερικοῦ πεδίου καὶ τῆς Κωπαΐδος λίμνης πρὸς Ἀκραιφίωι· Θηβαίων δ᾽ ἦν τό τε μαντεῖον καὶ τὸ ὄρος· τὸ δ᾽ Ἀκραίφιον καὶ αὐτὸ κεῖται ἐν ὕψει. Φασὶ δὲ τοῦτο καλεῖσθαι Ἄρνην ὑπὸ τοῦ ποιητοῦ, ὁμώνυμον τῆι Θετταλικῆι.

2.35

Οἱ δέ φασι καὶ τὴν Ἄρνην ὑπὸ τῆς λίμνης καταποθῆναι καὶ τὴν Μίδειαν. Ζηνόδοτος δὲ γράφων «οἳ «δὲ πολυστάφυλον Ἄσκρην ἔχον,» οὐκ ἔοικεν ἐντυχόντι τοῖς ὑπὸ Ἡσιόδου περὶ τῆς πατρίδος λεχθεῖσι καὶ τοῖς ὑπ᾽ Εὐδόξου πολὺ χείρω λέγοντος περὶ τῆς Ἄσκρης. Πῶς γὰρ ἄν τις πολυστάφυλον τὴν τοιαύτην ὑπὸ τοῦ ποιητοῦ λέγεσθαι πιστεύσειεν; οὐκ εὖ δὲ οὐδὲ οἱ Τάρνην ἀντὶ τῆς Ἄρνης γράφοντες· οὐδὲ γὰρ μία δείκνυται Τάρνη παρὰ τοῖς Βοιωτοῖς, ἐν δὲ Λυδοῖς ἐστιν, ἧς καὶ Ὅμηρος μέμνηται «Ἰδομενεὺς δ᾽ ἄρα Φαῖστον «ἐνήρατο Μήιονος υἱὸν Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.» Λοιπαὶ δ᾽ εἰσὶ τῶν μὲν περικειμένων τῆι λίμνηι αἵ τε Ἀλαλκομεναὶ καὶ τὸ Τιλφώσσιον, τῶν δ᾽ ἄλλων Χαιρώνεια καὶ Λεβάδεια καὶ Λεῦκτρα, περὶ ὧν ἄξιον μνησθῆναι.

2.36

Ἀλαλκομενῶν τοίνυν μέμνηται ὁ ποιητής, ἀλλ᾽ οὐκ ἐν καταλόγωι «Ἥρη τ᾽ Ἀργείη καὶ Ἀλαλκομενηὶς Ἀθήνη.» ἔχει δ᾽ ἀρχαῖον ἱερὸν Ἀθηνᾶς σφόδρα τιμώμενον, καί φασί γε τὴν θεὸν γεγενῆσθαι ἐνθάδε, καθάπερ καὶ τὴν Ἥραν ἐν Ἄργει, καὶ διὰ τοῦτο τὸν ποιητὴν ὡς ἀπὸ πατρίδων τούτων ἀμφοτέρας οὕτως ὀνομάσαι. Διὰ τοῦτο δ᾽ ἴσως οὐδ᾽ ἐν τῶι καταλόγωι μέμνηται τῶν ἐνταῦθα ἀνδρῶν, ἐπειδὴ ἱεροὶ ὄντες παρεῖντο τῆς στρατείας. Καὶ γὰρ καὶ ἀπόρθητος ἀεὶ διετέλεσεν ἡ πόλις, οὔτε μεγάλη οὖσα οὔτ᾽ ἐν εὐερκεῖ χωρίωι κειμένη, ἀλλ᾽ ἐν πεδίωι· τὴν δὲ θεὸν σεβόμενοι πάντες ἀπείχοντο πάσης βίας, ὥστε καὶ Θηβαῖοι κατὰ τὴν τῶν Ἐπιγόνων στρατείαν ἐκλιπόντες τὴν πόλιν ἐκεῖσε λέγονται καταφεύγειν καὶ εἰς τὸ ὑπερκείμενον ὄρος ἐρυμνὸν τὸ Τιλφώσσιον, ὑφ᾽ ὧι Τιλφῶσσα κρήνη καὶ τὸ τοῦ Τειρεσίου μνῆμα ἐκεῖ τελευτήσαντος κατὰ τὴν φυγήν.

2.37

Χαιρώνεια δ᾽ ἐστὶν Ὀρχομενοῦ πλησίον, ὅπου Φίλιππος ὁ Ἀμύντου μάχηι μεγάληι νικήσας Ἀθηναίους τε καὶ Βοιωτοὺς καὶ Κορινθίους κατέστη τῆς Ἑλλάδος κύριος· δείκνυται δὲ κἀνταῦθα ταφὴ τῶν πεσόντων ἐν τῆι μάχηι δημοσία· περὶ δὲ τοὺς τόπους τοὺς αὐτοὺς καὶ Ῥωμαῖοι τὰς Μιθριδάτου δυνάμεις πολλῶν μυριάδων κατηγωνίσαντο, ὥστ᾽ ὀλίγους ἐπὶ θάλατταν σωθέντας φυγεῖν ἐν ταῖς ναυσί, τοὺς δ᾽ ἄλλους τοὺς μὲν ἀπολέσθαι τοὺς δὲ καὶ ἁλῶναι.

2.38

Λεβάδεια δ᾽ ἐστίν, ὅπου Διὸς Τροφωνίου μαντεῖον ἵδρυται, χάσματος ὑπονόμου κατάβασιν ἔχον, καταβαίνει δ᾽ αὐτὸς ὁ χρηστηριαζόμενος· κεῖται δὲ μεταξὺ τοῦ Ἑλικῶνος καὶ τῆς Χαιρωνείας, Κορωνείας πλησίον.

2.39

Τὰ δὲ Λεῦκτρά ἐστιν, ὅπου Λακεδαιμονίους μεγάληι μάχηι νικήσας Ἐπαμεινώνδας ἀρχὴν εὕρετο τῆς καταλύσεως αὐτῶν· οὐκέτι γὰρ ἐξ ἐκείνου τὴν τῶν Ἑλλήνων ἡγεμονίαν ἀναλαβεῖν ἴσχυσαν ἣν εἶχον πρότερον, καὶ μάλιστ᾽ ἐπειδὴ καὶ τῆι δευτέραι συμβολῆι τῆι περὶ Μαντίνειαν κακῶς ἔπραξαν. Τὸ μέντοι μὴ ὑφ᾽ ἑτέροις εἶναι καίπερ οὕτως ἐπταικόσι συνέμεινε μέχρι τῆς Ῥωμαίων ἐπικρατείας· καὶ παρὰ τούτοις δὲ τιμώμενοι διατελοῦσι διὰ τὴν τῆς πολιτείας ἀρετήν. Δείκνυται δὲ ὁ τόπος οὗτος κατὰ τὴν ἐκ Πλαταιῶν εἰς Θεσπιὰς ὁδόν.

2.40

Ἑξῆς δ᾽ ὁ ποιητὴς μέμνηται τοῦ τῶν Ὀρχομενίων καταλόγου, χωρίζων αὐτοὺς ἀπὸ τοῦ Βοιωτιακοῦ ἔθνους. Καλεῖ δὲ Μινύειον τὸν Ὀρχομενὸν ἀπὸ ἔθνους τοῦ Μινυῶν· ἐντεῦθεν δὲ ἀποικῆσαί τινας τῶν Μινυῶν εἰς Ἰωλκόν φασιν, ὅθεν τοὺς Ἀργοναύτας Μινύας λεχθῆναι. Φαίνεται δὲ τὸ παλαιὸν καὶ πλουσία τις γεγονυῖα πόλις καὶ δυναμένη μέγα· τοῦ μὲν οὖν πλούτου μάρτυς καὶ Ὅμηρος· διαριθμούμενος γὰρ τοὺς τόπους τοὺς πολυχρηματήσαντάς φησιν «οὐδ᾽ ὅς᾽ ἐς Ὀρχομενὸν ποτινίσσεται, «οὐδ᾽ ὅσα Θήβας Αἰγυπτίας.» Τῆς δυνάμεως δέ, ὅτι Θηβαῖοι δασμὸν ἐτέλουν τοῖς Ὀρχομενίοις καὶ Ἐργίνωι τῶι τυραννοῦντι αὐτῶν, ὃν ὑφ᾽ Ἡρακλέους καταλυθῆναί φασιν. Ἐτεοκλῆς δέ, τῶν βασιλευσάντων ἐν Ὀρχομενῶι τις, Χαρίτων ἱερὸν ἱδρυσάμενος πρῶτος ἀμφότερα ἐμφαίνει, καὶ πλοῦτον καὶ δύναμιν, ὃς εἴτ᾽ ἐν τῶι λαμβάνειν χάριτας εἴτ᾽ ἐν τῶι διδόναι κατορθῶν εἴτε καὶ ἀμφότερα, τὰς θεὰς ἐτίμησε ταύτας. Λέγουσι δὲ τὸ χωρίον, ὅπερ ἡ λίμνη κατέχει νῦν ἡ Κωπαΐς, ἀνεψῦχθαι πρότερον καὶ γεωργεῖσθαι παντοδαπῶς ὑπὸ τοῖς Ὀρχομενίοις ὂν πλησίον οἰκοῦσι· καὶ τοῦτ᾽ οὖν τεκμήριον τοῦ πλούτου τιθέασι.

2.41

Τὴν δ᾽ Ἀσπληδόνα χωρὶς τῆς πρώτης συλλαβῆς ἐκάλουν τινές· εἶτ᾽ Εὐδείελος μετωνομάσθη καὶ αὐτὴ καὶ ἡ χώρα, τάχα τι ἰδίωμα προσφερομένη ἐκ τοῦ δειλινοῦ κλίματος οἰκεῖον τοῖς κατοικοῦσι, καὶ μάλιστα τὸ εὐχείμερον. Διέχει δὲ τοῦ Ὀρχομενοῦ στάδια εἴκοσι· μεταξὺ δ᾽ ὁ Μέλας ποταμός.

2.42

Ὑπέρκειται δ᾽ Ὀρχομενίας ὁ Πανοπεύς, Φωκικὴ πόλις, καὶ Ὑάμπολις· τούτοις δ᾽ ὁμορεῖ Ὀποῦς, ἡ τῶν Λοκρῶν μητρόπολις τῶν Ἐπικνημιδίων. Πρότερον μὲν οὖν οἰκεῖσθαι τὸν Ὀρχομενόν φασιν ἐπὶ πεδίωι, ἐπιπολαζόντων δὲ τῶν ὑδάτων ἀνοικισθῆναι πρὸς τὸ Ἀκόντιον ὄρος, παρατεῖνον ἐπὶ ἑξήκοντα σταδίους μέχρι Παραποταμίων τῶν ἐν τῆι Φωκίδι. ἱστοροῦσι δὲ τοὺς ἐν τῶι Πόντωι καλουμένους Ἀχαιοὺς ἀποίκους Ὀρχομενίων εἶναι τῶν μετὰ Ἰαλμένου πλανηθέντων ἐκεῖσε μετὰ τὴν τῆς Τροίας ἅλωσιν. Καὶ περὶ Κάρυστον δ᾽ ἦν τις Ὀρχομενός. Εὖ γὰρ τὴν τοιαύτην ὕλην ὑποβεβλήκασιν ἡμῖν οἱ τὰ περὶ τῶν νεῶν συγγράψαντες, οἷς ἀκολουθοῦμεν ὅταν οἰκεῖα λέγωσι πρὸς τὴν ἡμετέραν ὑπόθεσιν.

 

3

3.1

Μετὰ δὲ τὴν Βοιωτίαν καὶ τὸν Ὀρχομενὸν ἡ Φωκίς ἐστι πρὸς ἄρκτον παραβεβλημένη τῆι Βοιωτίαι παραπλησίως ἀπὸ θαλάττης εἰς θάλατταν τό γε παλαιόν. ὁ γὰρ Δαφνοῦς ἦν τότε τῆς Φωκίδος, σχίζων ἐφ᾽ ἑκάτερα τὴν Λοκρίδα καὶ μέσος ταττόμενος τοῦ τε Ὀπουντίου κόλπου καὶ τῆς τῶν Ἐπικνημιδίων παραλίας· νῦν δὲ Λοκρῶν ἐστὶν ἡ χώρα τὸ δὲ πόλισμα κατέσκαπται , ὥστ᾽ οὐδ᾽ ἐκεῖ καθήκει οὐκέτι μέχρι τῆς πρὸς Εὐβοίαι θαλάττης ἡ Φωκίς, τῶι δὲ Κρισαίωι κόλπωι συνῆπται. Αὐτὴ γὰρ ἡ Κρῖσα τῆς Φωκίδος ἐστὶν ἐπ᾽ αὐτῆς ἱδρυμένη τῆς θαλάττης καὶ Κίρρα καὶ Ἀντικύρα καὶ τὰ ὑπὲρ αὐτῶν ἐν τῆι μεσογαίαι συνεχῆ κείμενα χωρία πρὸς τῶι Παρνασσῶι, Δελφοί τε καὶ Κίρφις καὶ Δαυλὶς καὶ αὐτὸς ὁ Παρνασσὸς τῆς τε Φωκίδος ὢν καὶ ἀφορίζων τὸ ἑσπέριον πλευρόν. ὃν τρόπον δ᾽ ἡ Φωκὶς τῆι Βοιωτίαι παράκειται, τοῦτον καὶ ἡ Λοκρὶς τῆι Φωκίδι ἑκατέρα. Διττὴ γάρ ἐστι διηιρημένη ὑπὸ τοῦ Παρνασσοῦ δίχα, ἡ μὲν ἐκ τοῦ ἑσπερίου μέρους παρακειμένη τῶι Παρνασσῶι καὶ μέρος αὐτοῦ νεμομένη, καθήκουσα δ᾽ ἐπὶ τὸν Κρισαῖον κόλπον, ἡ δ᾽ ἐκ τοῦ πρὸς ἕω τελευτῶσα ἐπὶ τὴν πρὸς Εὐβοίαι θάλατταν. Καλοῦνται δ᾽ οἱ μὲν ἑσπέριοι Λοκροὶ καὶ Ὀζόλαι, ἔχουσί τε ἐπὶ τῆι δημοσίαι σφραγῖδι τὸν ἕσπερον ἀστέρα ἐγκεχαραγμένον· οἱ δ᾽ ἕτεροι δίχα πως καὶ αὐτοὶ διηιρημένοι, οἱ μὲν Ὀπούντιοι ἀπὸ τῆς μητροπόλεως, ὅμοροι Φωκεῦσι καὶ Βοιωτοῖς, οἱ δ᾽ Ἐπικνημίδιοι ἀπὸ ὄρους Κνημῖδος, προσεχεῖς Οἰταίοις τε καὶ Μαλιεῦσιν. ἐν μέσωι δὲ ἀμφοῖν τῶν τε Ἑσπερίων καὶ τῶν ἑτέρων Παρνασσός, παραμήκης εἰς τὸ προσάρκτιον μέρος ἐκτεινόμενος ἀπὸ τῶν περὶ Δελφοὺς τόπων μέχρι τῆς συμβολῆς τῶν τε Οἰταίων ὀρῶν καὶ τῶν Αἰτωλικῶν καὶ τῶν ἀνὰ μέσον Δωριέων. Πάλιν γὰρ ὥσπερ ἡ Λὁκρὶς διττὴ οὖσα τοῖς Φωκεῦσι παραβέβληται, οὕτω καὶ ἡ πᾶσα Οἰταίἆ μετὰ τῆς Αἰτωλίας καί τινων ἀνὰ μέσον τὅπων τῆς Δὦρικῆς τετραπόλεως τῆι Λοκρίδι ἑκατέραι καὶ Παρναςσῶι καὶ τοῖς Δωριεῦσιν. ὑπὲρ τούτων δ᾽ ἤδη ὁἱ Θετταλοἶ καὶ τῶν Αἰτωλῶν οἱ προσάρκτιοι καὶ Ἀκαρνἇνες καί τινἆ τῶν Ἠπειρωτικῶν ἐθνῶν καὶ τῶν Μακεδονικῶν· δεῖ δέ, ὅπερ ἔφαμεν καὶ πρότερον, παραλλήλους ὥςπερ ταινίας τινὰς τεταμένας ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὰς ἇνατολὰς νοῆσαι τὰς λεχθείσας χώρας. ἱεροπρεπὴς δ᾽ ἐστὶ πᾶς ὁ Παρνασσός, ἔχων ἄντρα τε καὶ ἄλλα χωρία τιμώμενά τε καὶ ἁγιστευόμενα· ὧν ἐστι γνωριμώτατόν τε καὶ κάλλιστον τὸ Κωρύκιον νυμφῶν ἄντρον ὁμώνυμον τῶι Κιλικίωι. Τῶν δὲ πλευρῶν τοῦ Παρνασσοῦ τὸ μὲν ἑσπέριον νέμονται Λοκροί τε οἱ Ὀζόλαι καί τινες τῶν Δωριέων καὶ Αἰτωλοὶ κατὰ τὸν Κόρακα προσαγορευόμενον Αἰτωλικὸν ὄρος, τὸ δὲ Φωκεῖς καὶ Δωριεῖς οἱ πλείους, ἔχοντες τὴν Τετράπολιν περικειμένην πως τῶι Παρνασσῶι, πλεονάζουσαν δὲ τοῖς πρὸς ἕω. Αἱ μὲν οὖν κατὰ τὸ μῆκος πλεὗραὶ τῶν λεχθεισῶν χωρῶν τε καὶ ταινιῶν ἑκάστης παῥάλληλοἶ ἅπασαί εἰσιν, ἡ μὲν οὖσα προσάρκτιος ἡ δὲ πρὸς νότον. Αἱ δὲ λοιπαὶ ἑσπέριοι ταῖς ἑώιαις οὔκ εἰσι πἇράλληλοι· οὖδὲ ἡ παραλία ἑκατέρα, ἥ τε τοῦ Κρἷσαίου κόλπου μἐχρι Ἀκτίου καὶ ἡ πρὸς Εὔβοιαν μέχρι τῆς Θεσσαλονικείας παράλληλοι ἀλλήλαις εἰσίν, εἰς ἃς τελἑυτᾶι ταῦτα τἆ ἔθνη· ἀλλ᾽ οὕτω δέχεσθαι δεῖ τὰ σχήματα τούτων τῶν χὦρίων ὡς ἂν ἐν τριγώνωι παρὰ τὴν βάσιν τεταμένων γραμμῶν πλειόνων· τὰ γὰρ ἀποληφθέντα σχήματα πἆράλληλα μὲν ἀλλήλοις ἔσται, καὶ τὰς κατὰ μῆκος ἐναντίον πλευρὰς ἕξει παραλλήλους, τἃς δὲ κατὰ πλάτος οὖκέτι. ὁ μὲν οὖν ὁλοσχερὴς τύπος οὗτος τῆς λοιπῆς καὶ ἐφεξῆς περιοδείας, τὰ καθ᾽ ἕκαστα δ᾽ ἑξῆς λέγωμεν ἀπὸ τῆς Φωκίδος ἀρξάμενοι. 

3.2

Ταύτης δ᾽ ἐπιφανέσταται δύο πόλεις Δελφοί τε καὶ Ἐλάτεια· Δελφοὶ μὲν διὰ τὸ ἱερὸν τοῦ Πυθίου Ἀπόλλωνος καὶ τὸ μαντεῖον ἀρχαῖον ὄν, εἴ γε Ἀγαμέμνων ἀπ᾽ αὐτοῦ χρηστηριάσασθαι λέγεται ὑπὸ τοῦ ποιητοῦ· ὁ γὰρ κιθαρωιδὸς ἄιδων εἰσάγεται νεῖκος Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλῆος, ὥς ποτε δηρίσαντο. --ἄναξ δ᾽ ἀνδρῶν Ἀγαμέμνων χαῖρε νόωι ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων Πυθοῖ· Δελφοὶ μὲν δὴ διὰ ταῦτα, Ἐλάτεια δὲ ὅτι πασῶν μεγίστη τῶν ἐνταῦθα πόλεων καὶ ἐπικαιριωτάτη διὰ τὸ ἐπικεῖσθαι τοῖς στενοῖς καὶ τὸν ἔχοντα ταύτην ἔχειν τὰς εἰσβολὰς τὰς εἰς τὴν Φωκίδα καὶ τὴν Βοιωτίαν. ὄρη γάρ ἐστιν Οἰταῖα πρῶτον, ἔπειτα τὰ τῶν Λοκρῶν καὶ τῶν Φωκέων, οὐ πανταχοῦ στρατοπέδοις βάσιμα τοῖς ἐκ Θετταλίας ἐμβάλλουσιν, ἀλλ᾽ ἔχει παρόδους στενὰς μὲν ἀφωρισμένας δέ, ἃς αἱ παρακείμεναι πόλεις φρουροῦσιν· ἁλουσῶν δ᾽ ἐκείνων κρατεῖσθαι συμβαίνει καὶ τὰς παρόδους. ἐπεὶ δ᾽ ἡ τοῦ ἱεροῦ ἐπιφάνεια τοῦ ἐν Δελφοῖς ἔχει πρεσβεῖον, καὶ ἅμα ἡ θέσις τῶν χωρίων ἀρχὴν ὑπαγορεύει φυσικήν ταῦτα γάρ ἐστι τὰ ἑσπεριώτατα μέρη τῆς Φωκίδος , ἐντεῦθεν ἀρκτέον.

3.3

Εἴρηται δ᾽ ὅτι καὶ ὁ Παρνασσὸς ἐπὶ τῶν ἑσπερίων ὅρων ἵδρυται τῆς Φωκίδος. Τούτου δὴ τὸ μὲν πρὸς δύσιν πλευρὸν οἱ Λοκροὶ κατέχουσιν οἱ Ὀζόλαι, τὸ δὲ νότιον οἱ Δελφοί, πετρῶδες χωρίον θεατροειδές, κατὰ κορυφὴν ἔχον τὸ μαντεῖον καὶ τὴν πόλιν, σταδίων ἑκκαίδεκα κύκλον πληροῦσαν. ὑπέρκειται δ᾽ αὐτῆς ἡ Λυκώρεια, ἐφ᾽ οὗ τόπου πρότερον ἵδρυντο οἱ Δελφοὶ ὑπὲρ τοῦ ἱεροῦ· νῦν δ᾽ ἐπ᾽ αὐτῶι οἰκοῦσι περὶ τὴν κρήνην τὴν Κασταλίαν. Πρόκειται δὲ τῆς πόλεως ἡ Κίρφις ἐκ τοῦ νοτίου μέρους, ὄρος ἀπότομον, νάπην ἀπολιπὸν μεταξύ, δι᾽ ἧς Πλεῖστος διαρρεῖ ποταμός. ὑποπέπτωκε δὲ τῆι ὁ Κίρφει πόλις ἀρχαία Κίρρα, ἐπὶ τῆι θαλάττηι ἱδρυμένη, ἀφ᾽ ἧς ἀνάβασις εἰς Δελφοὺς ὀγδοήκοντά που σταδίων· ἵδρυται δ᾽ ἀπαντικρὺ Σικυῶνος. Πρόκειται δὲ τῆς Κίρρας τὸ Κρισαῖον πεδίον εὔδαιμον. Πάλιν γὰρ ἐφεξῆς ἐστιν ἄλλη πόλις Κρῖσα, ἀφ᾽ ἧς ὁ κόλπος Κρισαῖος· εἶτα Ἀντικύρα, ὁμώνυμος τῆι κατὰ τὸν Μαλιακὸν κόλπον καὶ τὴν Οἴτην. Καὶ δή φασιν ἐκεῖ τὸν ἑλλέβορον φύεσθαι τὸν ἀστεῖον, ἐνταῦθα δὲ σκευάζεσθαι βέλτιον, καὶ διὰ τοῦτο ἀποδημεῖν δεῦρο πολλοὺς καθάρσεως καὶ θεραπείας χάριν· γίνεσθαι γάρ τι σησαμοειδὲς φάρμακον ἐν τῆι Φωκικῆι, μεθ᾽ οὗ σκευάζεσθαι τὸν Οἰταῖον ἑλλέβορον.

3.4

Αὕτη μὲν οὖν συμμένει, ἡ δὲ Κίρρα καὶ ἡ Κρῖσα κατεσπάσθησαν, ἡ μὲν . . . ὕστερον ὑπ᾽ Εὐρυλόχου τοῦ Θετταλοῦ κατὰ τὸν Κρισαῖον πόλεμον· εὐτυχήσαντες γὰρ οἱ Κρισαῖοι διὰ τὰ ἐκ τῆς Σικελίας καὶ τῆς Ἰταλίας τέλη, πικρῶς ἐτελώνουν τοὺς ἐπὶ τὸ ἱερὸν ἀφικνουμένους καὶ παρὰ τὰ προστάγματα τῶν Ἀμφικτυόνων. Τὰ δ᾽ αὐτὰ καὶ τοῖς Ἀμφισσεῦσι συνέβη. Λοκρῶν δ᾽ εἰσὶν οὗτοι τῶν Ὀζολῶν. ἐπελθόντες γὰρ καὶ οὗτοι τήν τε Κρῖσαν ἀνέλαβον, καὶ τὸ πεδίον τὸ ὑπὸ τῶν Ἀμφικτυόνων ἀνιερωθὲν αὖθις κατεγεώργουν, καὶ χείρους ἦσαν περὶ τοὺς ξένους τῶν πάλαι Κρισαίων. Καὶ τούτους οὖν ἐτιμωρήσαντο οἱ Ἀμφικτύονες, καὶ τῶι θεῶι τὴν χώραν ἀπέδοσαν. ὠλιγώρηται δ᾽ ἱκανῶς καὶ τὸ ἱερόν, πρότερον δ᾽ ὑπερβαλλόντως ἐτιμήθἦ. Δηλοῦσι δ᾽ οἵ τε θησαυροὶ οὓς καὶ δῆμοι καὶ δυνάσται κατεσκεύασαν, εἰς οὓς καὶ χρήματα ἀνετίθεντο καθιερωμένα καὶ ἔργα τῶν ἀρίστων δημιουργῶν, καὶ ὁ ἀγὼν ὁ Πυθικὸς καὶ τὸ πλῆθος τῶν ἱστορουμένων χρησμῶν.

3.5

Φασὶ δ᾽ εἶναι τὸ μαντεῖον ἄντρον κοῖλον κατὰ βάθους οὐ μάλα εὐρύστομον, ἀναφέρεσθαι δ᾽ ἐξ αὐτοῦ πνεῦμα ἐνθουσιαστικόν, ὑπερκεῖσθαι δὲ τοῦ στομίου τρίποδα ὑψηλόν, ἐφ᾽ ὃν τὴν Πυθίαν ἀναβαίνουσαν δεχομένην τὸ πνεῦμα ἀποθεσπίζειν ἔμμετρά τε καὶ ἄμετρα· ἐντείνειν δὲ καὶ ταῦτα εἰς μέτρον ποιητάς τινας ὑπουργοῦντας τῶι ἱερῶι. Πρώτην δὲ Φημονόην γενέσθαι φασὶ Πυθίαν, κεκλῆσθαι δὲ καὶ τὴν προφῆτιν οὕτω καὶ τὴν πόλιν ἀπὸ τοῦ πυθέσθαι, ἐκτετάσθαι δὲ τὴν πρώτην συλλαβήν, ὡς ἐπὶ τοῦ ἀθανάτου καὶ ἀκαμάτου καὶ διακόνου.

3.6

Ἡ μὲν οὖν ἐπὶ τὸ πλεῖον τιμὴ τῶι ἱερῶι τούτωι διὰ τὸ χρηστήριον συνέβη δόξαντι ἀψευδεστάτωι τῶν πάντων ὑπάρξαι, προσέλαβε δέ τι καὶ ἡ θέσις τοῦ τόπου. Τῆς γὰρ Ἑλλάδος ἐν μέσωι πώς ἐστι τῆς συμπάσης, τῆς τε ἐντὸς Ἰσθμοῦ καὶ τῆς ἐκτός, ἐνομίσθη δὲ καὶ τῆς οἰκουμένης, καὶ ἐκάλεσαν τῆς γῆς ὀμφαλόν, προσπλάσαντες καὶ μῦθον ὅν φησι Πίνδαρος, ὅτι συμπέσοιεν ἐνταῦθα οἱ ἀετοὶ οἱ ἀφεθέντες ὑπὸ τοῦ Διός, ὁ μὲν ἀπὸ τῆς δύσεως ὁ δ᾽ ἀπὸ τῆς ἀνατολῆς· οἱ δὲ κόρακάς φασι. Δείκνυται δὲ καὶ ὀμφαλός τις ἐν τῶι ναῶι τεταινιωμένος καὶ ἐπ᾽ αὐτῶι αἱ δύο εἰκόνες τοῦ μύθου.

3.7

Τοιαύτης δὲ τῆς εὐκαιρίας οὔσης τῆς περὶ τοὺς Δελφούς, συνήιεσάν τε ῥαιδίως ἐκεῖσε, μάλιστα δ᾽ οἱ ἐγγύθεν, καὶ δὴ καὶ τὸ Ἀμφικτυονικὸν σύστημα ἐκ τούτων συνετάχθη περί τε τῶν κοινῶν βουλευσόμενον καὶ τοῦ ἱεροῦ τὴν ἐπιμέλειαν ἕξον κοινοτέραν, ἅτε καὶ χρημάτων ἀποκειμένων πολλῶν καὶ ἀναθημάτων φυλακῆς καὶ ἁγιστείας δεομένων μεγάλης. Τὰ πάλαι μὲν οὖν ἀγνοεῖται, Ἀκρίσιος δὲ τῶν μνημονευομένων πρῶτος διατάξαι δοκεῖ τὰ περὶ τοὺς Ἀμφικτύονας καὶ πόλεις ἀφορίσαι τὰς μετεχούσας τοῦ συνεδρίου καὶ ψῆφον ἑκάστηι δοῦναι, τῆι μὲν καθ᾽ αὑτὴν τῆι δὲ μεθ᾽ ἑτέρας ἢ μετὰ πλειόνων, ἀποδεῖξαι δὲ καὶ τὰς Ἀμφικτυονικὰς δίκας ὅσαι πόλεσι πρὸς πόλεις εἰσίν· ὕστερον δ᾽ ἄλλαι πλείους διατάξεις γεγόνασιν, ἕως κατελύθη καὶ τοῦτο τὸ σύνταγμα, καθάπερ τὸ τῶν Ἀχαιῶν. Αἱ μὲν οὖν πρῶται δυοκαίδεκα συνελθεῖν λέγονται πόλεις· ἑκάστη δ᾽ ἔπεμπε Πυλαγόραν, δὶς κατ᾽ ἔτος οὔσης τῆς συνόδου ἔαρός τε καὶ μετοπώρου· ὕστερον δὲ καὶ πλείους προσῆλθον πόλεις. Τὴν δὲ σύνοδον Πυλαίαν ἐκάλουν τὴν μὲν ἐαρινὴν τὴν δὲ μετοπωρινήν, ἐπειδὴ ἐν Πύλαις συνήγοντο, ἃς καὶ Θερμοπύλας καλοῦσιν· ἔθυον δὲ τῆι Δήμητρι οἱ πυλαγόροι. Τὸ μὲν οὖν ἐξ ἀρχῆς τοῖς ἐγγὺς μετῆν καὶ τούτων καὶ τοῦ μαντείου, ὕστερον δὲ καὶ οἱ πόρρωθεν ἀφικνοῦντο καὶ ἐχρῶντο τῶι μαντείωι καὶ ἔπεμπον δῶρα καὶ θησαυροὺς κατεσκεύαζον, καθάπερ Κροῖσος καὶ ὁ πατὴρ Ἀλυάττης καὶ Ἰταλιωτῶν τινες καὶ Σικελοί.

3.8

Ἐπίφθονος δ᾽ ὢν ὁ πλοῦτος δυσφύλακτός ἐστι κἂν ἱερὸς ἧι. Νυνί γέ τοι πενέστατόν ἐστι τὸ ἐν Δελφοῖς ἱερὸν χρημάτων γε χάριν, τῶν δ᾽ ἀναθημάτων τὰ μὲν ἦρται τὰ δὲ πλείω μένει. Πρότερον δὲ πολυχρήματον ἦν τὸ ἱερόν, καθάπερ Ὅμηρός τε εἴρηκεν «οὐδ᾽ ὅσα «λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει Φοίβου Ἀπόλλωνος Πυθοῖ ἐνὶ πετρηέσσηι,» καὶ οἱ θησαυροὶ δηλοῦσι καὶ ἡ σύλησις ἡ γενηθεῖσα ὑπὸ τῶν Φωκέων, ἐξ ἧς ὁ Φωκικὸς καὶ ἱερὸς καλούμενος ἐξήφθη πόλεμος. Αὕτη μὲν οὖν ἡ σύλησις γεγένηται κατὰ Φίλιππον τὸν Ἀμύντου· προτέραν δ᾽ ἄλλην ὑπονοοῦσιν ἀρχαίαν, ἣ τὸν ὑφ᾽ Ὁμήρου λεγόμενον πλοῦτον ἐξεφόρησεν· οὐδὲ γὰρ ἴχνος αὐτοῦ σωθῆναι πρὸς τοὺς ὕστερον χρόνους ἐν οἷς οἱ περὶ Ὀνόμαρχον καὶ Φάυλλον ἐσύλησαν τὸ ἱερόν, ἀλλὰ τὰ μὲν . . . ἀπενεχθέντα νεώτερα ἐκείνων εἶναι τῶν χρημάτων· ἀποκεῖσθαι γὰρ ἐν θησαυροῖς, ἀπὸ λαφύρων ἀνατεθέντα, ἐπιγραφὰς σώζοντα ἐν αἷς καὶ οἱ ἀναθέντες· «Γύγο» γὰρ καὶ «Κροίσο» καὶ «Συβαριτῶν» καὶ «Σπινητῶν τῶν περὶ τὸν Ἀδρίαν,» καὶ οὕτως ἐπὶ τῶν ἄλλων. Οὔτ . . . ήκοι τὰ παλαιὰ χρήματα ἀναμεμῖχθαι· ὧς καὶ ἄλλοι τόποι διασημαίνουσιν ὑπὸ τούτων σκευωρηθέντες τῶν ἀνδρῶν. ἔνιοι δὲ τὸν ἀφήτορα δεξάμενοι λέγεσθαι θησαυρόν, ἀφήτορος δ᾽ οὐδὸν κατὰ γῆς θησαυρισμόν, ἐν τῶι ναῶι κατορωρύχθαι φασὶ τὸν πλοῦτον ἐκεῖνον, καὶ τοὺς περὶ τὸν Ὀνόμαρχον ἐπιχειρήσαντας ἀνασκάπτειν νύκτωρ σεισμῶν γενομένων μεγάλων ἔξω τοῦ ναοῦ φυγεῖν καὶ παύσασθαι τῆς ἀνασκαφῆς, ἐμβαλεῖν δὲ καὶ τοῖς ἄλλοις φόβον τῆς τοιαύτης ἐπιχειρήσεως.

3.9

Τῶν δὲ ναῶν τὸν μὲν πτέρινον εἰς τοὺς μύθους τακτέον, τὸν δὲ δεύτερον Τροφωνίου καὶ Ἀγαμήδους ἔργον φασί, τὸν δὲ νῦν Ἀμφικτύονες κατεσκεύασαν. Δείκνυται δ᾽ ἐν τῶι τεμένει τάφος Νεοπτολέμου κατὰ χρησμὸν γενόμενος, Μαχαιρέως Δελφοῦ ἀνδρὸς ἀνελόντος αὐτόν, ὡς μὲν ὁ μῦθος, δίκας αἰτοῦντα τὸν θεὸν τοῦ πατρώιου φόνου, ὡς δὲ τὸ εἰκός, ἐπιθέμενον τῶι ἱερῶι. Τοῦ δὲ Μαχαιρέως ἀπόγονον Βράγχον φασὶ τὸν προστατήσαντα τοῦ ἐν Διδύμοις ἱεροῦ.

3.10

Ἀγὼν δὲ ὁ μὲν ἀρχαῖος ἐν Δελφοῖς κιθαρωιδῶν ἐγενήθη παιᾶνα ἀιδόντων εἰς τὸν θεόν· ἔθηκαν δὲ Δελφοί· μετὰ δὲ τὸν Κρισαῖον πόλεμον οἱ Ἀμφικτύονες ἱππικὸν καὶ γυμνικὸν ἐπ᾽ Εὐρυλόχου διέταξαν στεφανίτην καὶ Πύθια ἐκάλεσαν. Προσέθεσαν δὲ τοῖς κιθαρωιδοῖς αὐλητάς τε καὶ κιθαριστὰς χωρὶς ὠιδῆς, ἀποδώσοντάς τι μέλος ὃ καλεῖται νόμος Πυθικός. Πέντε δ᾽ αὐτοῦ μέρη ἐστίν, ἄγκρουσις ἄμπειρα κατακελευσμὸς ἴαμβοι καὶ δάκτυλοι σύριγγες. ἐμελοποίησε μὲν οὖν Τιμοσθένης, ὁ ναύαρχος τοῦ δευτέρου Πτολεμαίου ὁ καὶ τοὺς λιμένας συντάξας ἐν δέκα βίβλοις. Βούλεται δὲ τὸν ἀγῶνα τοῦ Ἀπόλλωνος τὸν πρὸς τὸν δράκοντα διὰ τοῦ μέλους ὑμνεῖν, ἄγκρουσιν μὲν τὸ προοίμιον δηλῶν, ἄμπειραν δὲ τὴν πρώτην κατάπειραν τοῦ ἀγῶνος, κατακελευσμὸν δὲ αὐτὸν τὸν ἀγῶνα, ἴαμβον δὲ καὶ δάκτυλον τὸν ἐπιπαιανισμὸν τὸν γινόμενον ἐπὶ τῆι νίκηι μετὰ τοιούτων ῥυθμῶν, ὧν ὁ μὲν ὕμνοις ἐστὶν οἰκεῖος ὁ δ᾽ ἴαμβος κακισμοῖς, σύριγγας δὲ τὴν ἔκλειψιν τοῦ θηρίου, μιμουμένων ὡς ἂν καταστρέφοντος ἐσχάτους τινὰς συριγμούς.

3.11

Ἔφορος δ', ὧι τὸ πλεῖστον προσχρώμεθα διὰ τὴν περὶ ταῦτα ἐπιμέλειαν, καθάπερ καὶ Πολύβιος μαρτυρῶν τυγχάνει, ἀνὴρ ἀξιόλογος, δοκεῖ μοι τἀναντία ποιεῖν ἔσθ᾽ ὅτε τῆι προαιρέσει καὶ ταῖς ἐξ ἀρχῆς ὑποσχέσεσιν. ἐπιτιμήσας γοῦν τοῖς φιλομυθοῦσιν ἐν τῆι τῆς ἱστορίας γραφῆι καὶ τὴν ἀλήθειαν ἐπαινέσας προστίθησι τῶι περὶ τοῦ μαντείου τούτου λόγωι σεμνήν τινα ὑπόσχεσιν, ὡς πανταχοῦ μὲν ἄριστον νομίζει τἀληθές, μάλιστα δὲ κατὰ τὴν ὑπόθεσιν ταύτην. ἄτοπον γὰρ εἰ περὶ μὲν τῶν ἄλλων τὸν τοιοῦτον ἀεὶ τρόπον διώκομεν, φησί, περὶ δὲ τοῦ μαντείου λέγοντες, ὃ πάντων ἐστὶν ἀψευδέστατον, τοῖς οὕτως ἀπίστοις καὶ ψευδέσι χρησόμεθα λόγοις. Ταῦτα δ᾽ εἰπὼν ἐπιφέρει παραχρῆμα, ὅτι ὑπολαμβάνουσι κατασκευάσαι τὸ μαντεῖον Ἀπόλλωνα μετὰ Θέμιδος ὠφελῆσαι βουλόμενον τὸ γένος ἡμῶν. Εἶτα τὴν ὠφέλειαν εἰπὼν ὅτι εἰς ἡμερότητα προὐκαλεῖτο καὶ ἐσωφρόνιζε, τοῖς μὲν χρηστηριάζων καὶ τὰ μὲν προστάττων τὰ δ᾽ ἀπαγορεύων, τοὺς δ᾽ οὐδ᾽ ὅλως προσιέμενος, ταῦτα διοικεῖν νομίζουσι, φησίν, αὐτόν, οἱ μὲν αὐτὸν τὸν θεὸν σωματοειδῆ γινόμενον, οἱ δ᾽ ἀνθρώποις ἔννοιαν παραδιδόντα τῆς ἑαυτοῦ βουλήσεως.

3.12

Ὑποβὰς δὲ περὶ τῶν Δελφῶν οἵτινές εἰσι διαλεγόμενος φησὶ τὸ παλαιὸν Παρνασσίους τινὰς αὐτόχθονας καλουμένους οἰκεῖν τὸν Παρνασσόν· καθ᾽ ὃν χρόνον Ἀπόλλωνα τὴν γῆν ἐπιόντα ἡμεροῦν τοὺς ἀνθρώπους ἀπό τε τῶν ἡμέρων καρπῶν καὶ τῶν βίων, ἐξ Ἀθηνῶν δ᾽ ὁρμηθέντα ἐπὶ Δελφοὺς ταύτην ἰέναι τὴν ὁδόν, ἦι νῦν Ἀθηναῖοι τὴν Πυθιάδα πέμπουσι· γενόμενον δὲ κατὰ Πανοπέας Τιτυὸν καταλῦσαι ἔχοντα τὸν τόπον, βίαιον ἄνδρα καὶ παράνομον· τοὺς δὲ Παρνασσίους συμμίξαντας αὐτῶι καὶ ἄλλον μηνῦσαι χαλεπὸν ἄνδρα Πύθωνα τοὔνομα, ἐπίκλησιν δὲ Δράκοντα, κατατοξεύοντος δ᾽ ἐπικελεύειν ἵε παιάν, ἀφ᾽ οὗ τὸν παιανισμὸν οὕτως ἐξ ἔθους παραδοθῆναι τοῖς μέλλουσι συμπίπτειν εἰς παράταξιν· ἐμπρησθῆναι δὲ καὶ σκηνὴν τότε τοῦ Πύθωνος ὑπὸ τῶν Δελφῶν, καθάπερ καὶ νῦν ἔτι καὶ ἀεὶ ὑπόμνημα ποιουμένους τῶν τότε γενομένων. Τί δ᾽ ἂν εἴη μυθωδέστερον ἢ Ἀπόλλων τοξεύων καὶ κολάζων Τιτυοὺς καὶ Πύθωνας καὶ ὁδεύων ἐξ Ἀθηνῶν εἰς Δελφοὺς καὶ γῆν πᾶσαν ἐπιών; εἰ δὲ ταῦτα μὴ ὑπελάμβανε μύθους εἶναι, τί ἐχρῆν τὴν μυθευομένην Θέμιν γυναῖκα καλεῖν, τὸν δὲ μυθευόμενον δράκοντα ἄνθρωπον; πλὴν εἰ συγχεῖν ἐβούλετο τόν τε τῆς ἱστορίας καὶ τὸν τοῦ μύθου τύπον. Παραπλήσια τούτοις καὶ τὰ περὶ τῶν Αἰτωλῶν εἰρημένα. Φήσας γὰρ ἀπορθήτους αὐτοὺς ἐκ παντὸς τοῦ χρόνου τοτὲ μὲν Αἰολέας φησὶν οἰκῆσαι τοὺς κατέχοντας βαρβάρους ἐκβαλόντας, τοτὲ δ᾽ Αἰτωλὸν μετὰ τῶν ἐξ Ἤλιδος Ἐπειῶν . . . Τῶν ἐχθρῶν· τούτους δ᾽ ὑπ᾽ Ἀλκμέωνος καὶ Διομήδους. ἀλλ᾽ ἐπάνειμι ἐπὶ τοὺς Φωκέας.

3.13

Ἑξῆς γὰρ ἐν τῆι παραλίαι μετὰ τὴν Ἀντικύραν πολίχνιόν ἐστιν Ὀπισθομάραθος· εἶτ᾽ ἄκρα Φαρύγιον ἔχουσα ὕφορμον· εἶθ᾽ ὁ λιμὴν ὕστατος ὁ προσαγορευθεὶς μυχὸς ἀπὸ τοῦ συμβεβηκότος, ὑπὸ τῶι Ἑλικῶνι καὶ τῆι Ἄσκρηι κείμενος. Οὐδ᾽ αἱ Ἀβαὶ δὲ τὸ μαντεῖον ἄπωθεν τῶν τόπων τούτων ἐστίν, οὐδ᾽ ἡ Ἄμβρυσος, ὁὐδ᾽ ἡ Μἐδεὼν ὁμώνυμος τῆι Βοιωτιακῆι. ἔτι δὲ μᾶλλον ἐν τῆι μεσογαίαι μετὰ Δελφοὺς ὡς πρὸς τὴν ἕω Δαυλὶς πολίχνιον, ὅπου Τηρέα τὸν Θρᾶικά φασι δυναστεῦσαι· καὶ τὰ περὶ Φιλομήλαν καὶ Πρόκνην ἐκεῖ μυθεύουσι. Τοὔνομα δὲ τῶι τόπωι γεγονέναι ἀπὸ τοῦ δάσους· δαυλοὺς γὰρ καλοῦσι τὰ δάση. Ὅμηρος μὲν οὖν Δαυλίδα εἶπεν, οἱ δ᾽ ὕστερον Δαυλίαν. Καὶ τὸ «ὁἶ Κυπάρισσον ἔχον» δέχονται διττῶς, οἱ μὲν ὁμωνύμως τῶι φυτῶι οἱ δὲ παρωνύμως κώμην ὑπὸ τῆι Λυκωρείαι.

3.14

Πανοπεὺς δ᾽ ὁ νῦν Φανοτεύς, ὅμορος τοῖς περὶ Λεβάδειαν τόποις, ἡ τοῦ Ἐπειοῦ πατρίς. Καὶ τὰ περὶ τὸν Τιτυὸν δὲ ἐνταῦθα μυθεύουσιν. Ὅμηρος δέ φησιν ὅτι οἱ Φαίηκες τὸν Ῥαδάμανθυν εἰς Εὔβοιαν «ἤγαγον, «ὀψόμενον Τιτυὸν γαιήϊον υἱόν.» Καὶ Ἐλάριόν τι σπήλαιον ἀπὸ τῆς Τιτυοῦ μητρὸς Ἐλάρας δείκνυται κατὰ τὴν νῆσον καὶ ἡρῶιον τοῦ Τιτυοῦ καὶ τιμαί τινες. Πλησίον δὲ Λεβαδείας καὶ ἡ Τραχίν, ὁμώνυμος τῆι Οἰταίαι, Φωκικὴ πολίχνη· οἱ δ᾽ ἐνοικοῦντες Τραχίνιοι λέγονται.

3.15

Ἡ δ᾽ Ἀνεμώρεια ὠνόμασται ἀπὸ τοῦ συμβαίνοντος πάθους· καταιγίζει γὰρ εἰς αὐτὴν ὁ καλούμενος Κατοπτήριος χῶρος, κρημνός τις ἀπὸ τοῦ Παρνασσοῦ διήκων· ὅριον δ᾽ ἦν ὁ τόπος οὗτος Δελφῶν τε καὶ Φωκέων, ἡνίκα ἀπέστησαν τοὺς Δελφοὺς ἀπὸ τοῦ κοινοῦ συστήματος τῶν Φωκέων Λακεδαιμόνιοι καὶ ἐπέτρεψαν καθ᾽ αὑτοὺς πολιτεύεσθαι· τινὲς δὲ Ἀνεμώλειαν καλοῦσιν. Εἶθ᾽ Ὑάμπολις Ὕα μετὰ ταῦτα ἐκλήθη ὑπό τινων , εἰς ἣν ἐκ Βοιωτίας ἐκπεσεῖν ἔφαμεν τοὺς Ὕαντας· ἔστι δ᾽ ἐν τῆι μεσογαίαι μάλιστα καὶ αὕτη, πλησίον τῶν Παραποταμίων, ἑτέρα οὖσα τῆς ἐν τῶι Παρνασσῶι Ὑαμπεἷας, καὶ Ἐλάτεια ἡ μεγίστη πόλις τῶν Φωκικῶν, ἣν Ὅμηρος μὲν οὐκ οἶδε νεωτέρα γάρ ἐστι τῆς ἡλικίας ἐκείνου , ἐπικαιρίως δ᾽ ἵδρυται πρὸς τὰς ἐκ τῆς Θετταλίας εἰσβολάς. Δηλοῖ δὲ τὴν εὐφυΐαν ταύτην καὶ Δημοσθένης, φράζων τὸν θόρυβον τὸν γενηθέντα Ἀθήνησιν αἰφνιδίως, ἐπειδὴ ἧκέ τις ἀπαγγέλλων ὡς τοὺς πρυτάνεις ὡς Ἐλάτεια κατείληπται.

3.16

Παραποτάμιοι δ᾽ εἰσὶ κατοικία τις ἐπὶ τῶι Κηφισσῶι ἱδρυμένη πλησίον Φανοτεῦσι καὶ Χαιρωνεῦσι καὶ Ἐλατείαι. Φησὶ δὲ Θεόπομπος τὸν τόπον τοῦτον διέχειν τῆς μὲν Χαιρωνείας ὅσον τετταράκοντα σταδίους, διορίζειν δὲ τοὺς Ἀμβρυσέας καὶ Πανοπέας καὶ Δαυλιέας· κεῖσθαι δ᾽ ἐπὶ τῆς ἐμβολῆς τῆς ἐκ Βοιωτίας εἰς Φωκέας ἐν λόφωι μετρίως ὑψηλῶι, μεταξὺ τοῦ τε Παρνασσοῦ καὶ τοῦ Ἁδυλίου ὀρους πενταστάδιον σχεδόν τι ἀπολειπόντων ἀνἃ μέσον χὦρίον, διαιρεῖν δὲ τὸν Κηφισσὸν στενὴν ἑκατέρωθεν διδόντα πάροδον, τὰς μὲν ἀρχὰς ἐκ Λιλαίας ἔχοντα Φωκικῆς πόλεως καθάπερ καὶ Ὅμηρός φησιν «οἵ τε Λίλαιαν ἔχον πηγῆις ἔπι Κηφισσοῖ» , εἰς δὲ τὴν Κωπαΐδα λίμνην ἐκδιδόντα· τὸ δὲ Ἁδύλιον παρατείνειν ἐφ᾽ ἑξήκοντα σταδίους μέχρι τοῦ Ἀκοντίου, ἐφ᾽ ὧι κεῖται ὁ Ὀρχομενός. Καὶ Ἡσίοδος δ᾽ ἐπὶ πλέον περὶ τοῦ ποταμοῦ λέγει καὶ τῆς ῥύσεως, ὡς δι᾽ ὅλης ῥέοι τῆς Φωκίδος σκολιῶς καὶ δρακοντοειδῶς «παρὲκ Πανοπῆα διὰ Γλήχωνά τ᾽ ἐρυμνὴν «καί τε δι᾽ Ὀρχομενοῦ εἱλιγμένος εἶσι δράκων ὥς.» Τὰ δὲ στενὰ τὰ περὶ τοὺς Παραποταμίους ἢ τὴν Παραποταμίαν λέγεται γὰρ ἀμφοτέρως περιμάχητα ὑπῆρξεν ἐν τὧι Φωκικῶι πολἐμωι, μίαν ἐχόντων ταύτην ἐμβολὴν ἑἰς τὴν Φωκίδἆ· ἔστι δὲ Κηφισσὸς ὅ τε Φωκικὸς καὶ ὁ Ἀθήνησι καὶ ὁ ἐν Σαλαμῖνι, τέταρτος δὲ καὶ πέμπτος ὁ ἐν Σικυῶνι καὶ ὁ ἐν Σκύρωι, ἐν Ἀπολλωνίαι δὲ τῆι πρὸς Ἐπιδάμνωι πηγή ἐστι κατὰ τὸ γυμνάσιον, ἣν καλοῦσι Κηφισσόν.

3.17

Δαφνοῦς δὲ νῦν μὲν κατέσκαπται· ἦν δέ ποτε τῆς Φωκίδος πόλις ἁπτομένη τῆς Εὐβοϊκῆς θαλάττης, διαιροῦσα τοὺς Ἐπικνημιδίους Λοκρούς, τοὺς μὲν ἐπὶ τὸ πρὸς Βοιὧτίαν μέρος τοὺς δὲ πρὸς Φωκίδα τὴν ἀπὸ θαλάττης καθήκὁυσαν τότε ἐπὶ θάλατταν. Τεκμήριον δὲ τὸ ἐν αὐτῶι Σχεδιεῖον, ὅ φασιν εἶναι τάφον Σχεδίου. ἑἴρἦται δὲ ὁ Δαφνοῦς ἐφ᾽ ἑκάτερα τὴν Λοκρίδα σχίσαι, ὥστἐ μηδαμοῦ ἅπτεσθαι ἀλλήλων τούς τ᾽ Ἐπικνημἷδίους καὶ τὀὺς Ὀπουντίους· ὕστερον δὲ προσωρίσθη τοῖς Ὀπουντίοις ὁ τὀπος. Περὶ μὲν δὴ τῆς Φωκίδος ἀπόχρη.

 

4

4.1

Ἐφεξῆς δ᾽ ἐστὶν ἡ Λοκρίς, ὥστε περὶ ταύτης λεκτέον. Διήιρηται δὲ δίχα· τὸ μὲν γὰρ αὐτῆς ἐστιν οἱ πρὸς Εὔβοιαν Λοκροί, ὁὓς ἐλἐγομεν σχίζεσθαί ποτε ἐφ᾽ ἑκάτερα τοῦ Δαφνοῦντος· ἐπεκαλοῦντο δ᾽ οἱ μὲν Ὀπούντιοι ἀπὸ τῆς μητροπόλεως, οἱ δ᾽ Ἐπικνημίδιοι ἀπὸ ὄρους τινὸς Κνημῖδος· τὸ δὲ λοιπὸν οἱ ἑσπέριοί εἰσι Λοκροί, οἱ δ᾽ αὐτοὶ καὶ Ὀζόλαι καλοῦνται. Χωρίζει δ᾽ αὐτοὺς ἀπὸ τῶν Ὀπουντίων καὶ τῶν Ἐπικνημιδίων ὅ τε Παρνασσὸς μεταξὺ ἱδρυμένος καὶ ἡ τῶν Δωριέων τετράπολις. ἀρκτέον δ᾽ ἀπὸ τῶν Ὀπουντίων.

4.2

Ἐφεξῆς τοίνυν ταῖς Ἁλαῖς, εἰς ἃς κατέληγεν ἡ Βοιωτιακὴ παραλία ἡ πρὸς Εὐβοίαι, τὸν Ὀπούντιον κόλπον κεῖσθαι συμβαίνει. ὁ δ᾽ Ὀποῦς ἐστι μητρόπολις, καθάπερ καὶ τὸ ἐπίγραμμα δηλοῖ τὸ ἐπὶ τῆι πρώτηι τῶν πέντε στηλῶν τῶν περὶ Θερμοπύλας ἐπιγεγραμμένον πρὸς τῶι πολυανδρίωι «τούσδε ποθεῖ φθιμένους «ὑπὲρ Ἑλλάδος ἀντία Μήδων, μητρόπολις Λοκρῶν εὐθυνόμων Ὀπόεις.» ἀπέχει δὲ τῆς θαλάττης περὶ πεντεκαίδεκα σταδίους, τοῦ δ᾽ ἐπινείου καὶ ἑξήκοντα. Κῦνος δ᾽ ἐστὶ τὸ ἐπίνειον, ἄκρα τερματίζουσα τὸν Ὀπούντιον κόλπον σταδίων ὄντα περὶ τετταράκοντα· μεταξὺ δὲ Ὀποῦντος καὶ Κύνου πεδίον εὔδαιμον· κεῖται δὲ κατὰ Αἰδηψὸν τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ τὰ Ἡρακλέους, πορθμῶι διειργόμενος σταδίων ἑξήκοντα καὶ ἑκατόν. ἐν δὲ τῶι Κύνωι Δευκαλίωνά φασιν οἰκῆσαι, καὶ τῆς Πύρρας αὐτόθι δείκνυται σῆμα, τοῦ δὲ Δευκαλίωνος Ἀθήνησι. Διέχει δὲ τῆς Κνημῖδος ὁ Κῦνος ὅσον πεντήκοντα σταδίους. Καὶ ἡ Ἀταλάντη δὲ νῆσος κατὰ Ὀποῦντα ἵδρυται, ὁμώνυμος τῆι πρὸ τῆς Ἀττικῆς. Λέγεσθαι δ᾽ Ὀπουντίους τινὰς καὶ ἐν τῆι Ἠλείαι φασίν, ὧν οὐκ ἄξιον μεμνῆσθαι, πλὴν ὅτι συγγένειαν αὐτῶν ἐξανανεοῦνται τοῖς Ὀπουντίοις ὑπάρχουσαν. ὅτι δ᾽ ἐξ Ὀποῦντος ἦν ὁ Πάτροκλος λέγει Ὅμηρος, καὶ διότι φόνον ἀκούσιον πράξας ἔφυγεν εἰς Πηλέα, ὁ δὲ πατὴρ Μενοίτιος ἔμεινεν ἐν τῆι πατρίδι· ἐκεῖσε γάρ φησιν ὁ Ἀχιλλεὺς ὑποσχέσθαι τῶι Μενοιτίωι κατάξειν τὸν Πάτροκλον ἐκ τῆς στρατείας ἐπανελθόντα. Οὐ μὴν ἐβασίλευέ γε ἐκεῖνος τῶν Ὀπουντίων, ἀλλ᾽ Αἴας ὁ Λοκρός, πατρίδος ὤν, ὥς φασι, Ναρύκου. Αἰάνην δ᾽ ὀνομάζουσι τὸν ἀναιρεθέντα ὑπὸ τοῦ Πατρόκλου, ἀφ᾽ οὗ καὶ τέμενος Αἰάνειον δείκνυται καὶ κρήνη τις Αἰανίς.

4.3

Ἑξῆς μετὰ τὸν Κῦνον Ἀλόπη ἐστὶ καὶ ὁ Δαφνοῦς, ὃν ἔφαμεν κατεσπάσθαι· λιμὴν δ᾽ ἐστὶν αὐτόθι διέχων Κύνου περὶ ἐνενήκοντα σταδίους, Ἐλατείας δὲ πεζεύοντι εἰς τὴν μεσόγαιαν ἑκατὸν εἴκοσιν. ἤδη δ᾽ ἐστὶ ταῦτα τοῦ Μαλιακοῦ κόλπου· μετὰ γὰρ τὸν Ὀπούντιον συνεχής ἐστιν οὗτος.

4.4

Μετὰ δὲ Δαφνοῦντα Κνημῖδες χωρίον ἐρυμνὸν ὅσον σταδίους εἴκοσι πλεύσαντι· καθ᾽ ὃ τὸ Κήναιον ἐκ τῆς Εὐβοίας ἀντίκειται ἄκρα βλέπουσα πρὸς ἑσπέραν καὶ τὸν Μαλιέα κόλπον, πορθμῶι διειργομένη σχεδὸν εἰκοσασταδίωι. Ταῦτα δ᾽ ἤδη τῶν Ἐπικνημιδίων ἐστὶ Λοκρῶν. ἐνταῦθα καὶ αἱ Λιχάδες καλούμεναι τρεῖς νῆσοι πρόκεινται ἀπὸ Λίχα τοὔνομα ἔχουσαι. Καὶ ἄλλαι δ᾽ εἰσὶν ἐν τῶι λεχθέντι παράπλωι, ἃς ἑκόντες παραλείπομεν. Μετὰ δὲ εἴκοσι σταδίους ἀπὸ Κνημίδων λιμήν, ὑπὲρ οὗ κεῖται τὸ Θρόνιον ἐν σταδίοις τοῖς ἴσοις κατὰ τὴν μεσόγαιαν. Εἶθ᾽ ὁ Βοάγριος ποταμὸς ἐκδίδωσιν ὁ παραρρέων τὸ Θρόνιον, Μάνην δ᾽ ἐπονομάζουσιν αὐτόν· ἔστι δὲ χειμάρρους ὥστ᾽ ἀβρόχοις ἐμβαίνειν τοῖς ποσίν, ἄλλοτε δὲ καὶ δίπλεθρον ἴσχειν πλάτος. Μετὰ δὲ ταῦτα Σκάρφεια σταδίοις ὑπερκειμένη τῆς θαλάττης δέκα, διέχουσα δὲ τοῦ Θρονίου τριάκοντα, ἐλάττοσι δὲ μικρῶι . . . ἔπειτα Νίκαιά ἐστι καὶ αἱ Θερμοπύλαι.

4.5

Τῶν δὲ λοιπῶν πόλεων τῶν μὲν ἄλλων οὐκ ἄξιον μεμνῆσθαι· ὧν δ᾽ Ὅμηρος μέμνηται Καλλίαρος μὲν οὐκέτι οἰκεῖται, ἑὐήροτον δὲ νῦν ἐςτι πεδίον· καλοῦσι δ᾽ οὕτως ἀπὸ τοῦ συμβεβηκότος· καὶ Βῆσσα δ᾽ οὐκ ἔστι, δρυμώδης τις τόπος· οὐδ᾽ ἇἱ Αὐγειαί, τὴν δὲ χὦραν ἔχουσι Σκαρφιεῖς· ταύτην μὲν οὖν τὴν Βῆσσαν ἐν τοῖς δυσὶ γραπτέον σίγμα ἀπὸ γὰρ τοῦ δρυμώδους ὠνόμασται ὁμωνύμως, ὥσπερ καὶ Νάπη ἐν τῶι Μηθύμνης πεδίωι, ἣν Ἑλλάνικος ἀγνοῶν . . . Λάπην ὀνομάζει , τὸν δ᾽ ἐν τῆι Ἀττικῆι δῆμον, ἀφ᾽ οὗ Βησαιεῖς οἱ δημόται λέγονται, ἐν τῶι ἑνὶ σίγμα.

4.6

Ἡ δὲ Τάρφη κεῖται ἐφ᾽ ὕψους, διέχουσα Θρονίοὖ σταδίους εἴκοσι, χώραν δ᾽ εὔκαρπόν τε καὶ εὔδενδρον ἔχει· ἤδη γὰρ καὶ αὕτη ἀπὸ τοῦ δάσους ὠνόμασται. Καλεῖται δὲ νῦν Φαρύγαι· ἵδρυται δ᾽ αὐτόθι Ἥρας Φαρυγαίας ἱερὸν ἀπὸ τῆς ἐν Φαρύγαις τῆς Ἀργείας· καὶ δὴ καὶ ἄποικοί φασιν εἶναι Ἀργείων.

4.7

Τῶν γε μὴν ἑσπερίων Λοκρῶν Ὅμηρος οὐ μέμνηται, ἢ οὐ ῥητῶς γε, ἀλλὰ μόνον τῶι δοκεῖν ἀντιδιαστέλλεσθαι τούτοις ἐκείνους περὶ ὧν εἰρήκαμεν «Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης,» ὡς καὶ ἑτέρων ὄντων. ἀλλ᾽ οὐδ᾽ ὑπὸ τῶν ἄλλων τεθρύληνται πολλῶν· πόλεις δ᾽ ἔσχον Ἄμφισσάν τε καὶ Ναύπακτον, ὧν ἡ Ναύπακτος συμμένει τοῦ Ἀντιρρίου πλησίον, ὠνόμασται δ᾽ ἀπὸ τῆς ναυπηγίας τῆς ἐκεῖ γενομένης, εἴτε τῶν Ἡρακλειδῶν ἐκεῖ ναυπηγησαμένων τὸν στόλον, εἴθ᾽ ὥς φησιν Ἔφορος Λοκρῶν ἔτι πρότερον παρασκευασάντων· ἔστι δὲ νῦν Αἰτωλῶν Φιλίππου προσκρίναντος.

4.8

Αὐτοῦ δὲ καὶ ἡ Χαλκίς, ἧς μέμνηται καὶ ὁ ποιητὴς ἐν τῶι Αἰτωλικῶι καταλόγωι, ὑποκάτω Καλυδῶνος· αὐτοῦ δὲ καὶ ὁ Ταφιασσὸς λόφος, ἐν ὧι τὸ τοῦ Νέσσου μνῆμα καὶ τῶν ἄλλων Κενταύρων, ὧν ἀπὸ τῆς σηπεδόνος φασὶ τὸ ὑπὸ τῆι ῥίζηι τοῦ λόφου προχεόμενον δυσῶδες καὶ θρόμβους ἔχον ὕδωρ ῥεῖν· διὰ δὲ τοῦτο καὶ Ὀζόλας καλεῖσθαι τὸ ἔθνος. Καὶ ἡ Μολύκρεια δ᾽ ἐστὶ κατὰ τὸ Ἀντίρριον, Αἰτωλικὸν πολίχνιον. ἡ δ᾽ Ἄμφισσα ἐπὶ τοῖς ἄκροις ἵδρυται τοῦ Κρισαίου πεδίου, κατέσπασαν δ᾽ αὐτὴν οἱ Ἀμφικτύονες, καθάπερ εἰρήκαμεν· καὶ Οἰάνθεἶα δὲ καὶ Εὐπάλιον Λοκρῶν εἰσίν. ὁ δὲ πᾶς παράπλους ὁ Λοκρικὸς μικρὸν ὑπερβάλλει τῶν διακοσίων σταδίων.

4.9

Ἀλόπην δὲ καὶ ἐνταῦθα καὶ ἐν τοῖς Ἐπικνημιδίοις ὀνομάζουσι καὶ ἐν τῆι Φθιώτιδι· οὗτοι μὲν οὖν ἄποικοι τῶν Ἐπικνημιδίων εἰσίν, οἱ δ᾽ Ἐπιζεφύριοι τούτων.

4.10

Τοῖς δὲ Λοκροῖς τοῖς μὲν ἑσπερίοις συνεχεῖς εἰσιν Αἰτωλοί, τοῖς δ᾽ Ἐπικνημιδίοις Αἰνιᾶνες συνεχεῖς οἱ τὴν Οἴτην ἔχοντες, καὶ μέσοι Δωριεῖς. Οὗτοι μὲν οὖν εἰσιν οἱ τὴν τετράπολιν οἰκήσαντες, ἥν φασιν εἶναι μητρόπολιν τῶν ἁπάντων Δωριέων, πόλεις δ᾽ ἔσχον Ἐρινεὸν Βοῖον Πίνδον Κυτίνιον· ὑπέρκειται δ᾽ ἡ Πίνδος τοῦ Ἐρινεοῦ, παραρρεῖ δ᾽ αὐτὴν ὁμώνυμος ποταμὸς ἐμβάλλων εἰς τὸν Κηφισσὸν οὐ πολὺ τῆς Λιλαίας ἄπωθεν· τινὲς δ᾽ Ἀκύφαντα λέγουσι τὴν Πίνδον. Τούτων ὁ βασιλεὺς Αἰγίμιος ἐκπεσὼν τῆς ἀρχῆς κατήχθη πάλιν, ὡς ἱστοροῦσιν, ὑφ᾽ Ἡρακλέους· ἀπεμνημόνευσεν οὖν αὐτῶι τὴν χάριν τελευτήσαντι περὶ τὴν Οἴτην· Ὕλλον γὰρ εἰσεποιήσατο τὸν πρεσβύτατον τῶν ἐκείνου παίδων, καὶ διεδέξατο ἐκεῖνος τὴν ἀρχὴν καὶ οἱ ἀπόγονοι. ἐντεῦθεν ὁρμηθεῖσι τοῖς Ἡρακλείδαις ὑπῆρξεν ἡ εἰς Πελοπόννησον κάθοδος.

4.11

Τέως μὲν οὖν ἦσαν ἐν ἀξιώματι αἱ πόλεις, καίπερ οὖσαι μικραὶ καὶ λυπρόχωροι, ἔπειτ᾽ ὠλιγωρήθησαν· ἐν δὲ τῶι Φωκικῶι πολέμωι καὶ τῆι Μακεδόνων ἐπικρατείαι καὶ Αἰτωλῶν καὶ Ἀθαμάνων θαυμαστὸν εἰ καὶ ἴχνος αὐτῶν εἰς Ῥωμαίους ἦλθε. Τὰ δ᾽ αὐτὰ πεπόνθασι καὶ Αἰνιᾶνες· καὶ γὰρ τούτους ἐξέφθειραν Αἰτωλοί τε καὶ Ἀθαμᾶνες, Αἰτωλοὶ μὲν μετὰ Ἀκαρνάνων πολεμοῦντες καὶ μέγα δυνάμενοι, Ἀθαμᾶνες δ᾽ ὕστατοι τῶν Ἠπειρωτῶν εἰς ἀξίωμα προαχθέντες, ἤδη τῶν ἄλλων ἀπειρηκότων, καὶ μετ᾽ Ἀμυνάνδρου τοῦ βασιλέως δύναμιν κατασκευασάμενοι. Οὗτοι δὲ τὴν Οἴτην διακατεῖχον.

4.12

Τὸ δ᾽ ὄρος διατείνει ἀπὸ Θερμοπυλῶν καὶ τῆς ἀνατολῆς μέχρι πρὸς τὸν κόλπον τὸν Ἀμβρακικὸν καὶ τὴν ἑσπέραν· τρόπον δέ τινα καὶ πρὸς ὀρθὰς τέμνει τὴν ἀπὸ τοῦ Παρνασσοῦ μέχρι Πίνδου καὶ τῶν ὑπερκειμένων βαρβάρων ὀρεινὴν τὸ ὄρος τοῦτο. Τούτου δὴ τὸ μὲν πρὸς Θερμοπύλας νενευκὸς μέρος Οἴτη καλεῖται σταδίων διακοσίων τὸ μῆκος, τραχὺ καὶ ὑψηλόν, ὑψηλότατον δὲ κατὰ τὰς Θερμοπύλας· κορυφοῦται γὰρ ἐνταῦθα καὶ τελευτᾶι πρὸς ὀξεῖς καὶ ἀποτόμους μέχρι τῆς θαλάττης κρημνούς, ὀλίγην δ᾽ ἀπολείπει πάροδον τοῖς ἀπὸ τῆς παραλίας ἐμβάλλουσιν εἰς τοὺς Λοκροὺς ἐκ τῆς Θετταλίας.

4.13

Τὴν μὲν οὖν πάροδον Πύλας καλοῦσι καὶ στενὰ καὶ Θερμοπύλας· ἔστι γὰρ καὶ θερμὰ πλησίον ὕδατα τιμώμενα ὡς Ἡρακλέους ἱερά· τὸ δ᾽ ὑπερκείμενον ὄρος Καλλίδρομον· τινὲς δὲ καὶ τὸ λοιπὸν τὸ δι᾽ Αἰτωλίας καὶ τῆς Ἀκαρνανίας διῆκον μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου Καλλίδρομον προσαγορεύουσι. Πρὸς δὲ ταῖς Θερμοπύλαις ἐστὶ φρούρια ἐντὸς τῶν στενῶν, Νίκαια μὲν ἐπὶ θάλατταν Λοκρῶν, Τειχιοῦς δὲ καὶ Ἡράκλεια ὑπὲρ αὐτῆς, ἡ Τραχὶν καλουμένη πρότερον, Λακεδαιμονίων κτίσμα· διέχει δὲ τῆς ἀρχαίας Τραχῖνος περὶ ἓξ σταδίους ἡ Ἡράκλεια· ἑξῆς δὲ ἡ Ῥοδουντία, χωρίον ἐρυμνόν.

4.14

Ποιεῖ δὲ δυσείσβολα τὰ χωρία ταῦτα ἥ τε τραχύτης καὶ τὸ πλῆθος τῶν ὑδάτων φάραγγας ποιούντων, ἃς διέξεισι. Πρὸς γὰρ τῶι Σπερχειῶι τῶι παραρρέοντι τὴν Ἀντικύραν καὶ ὁ Δύρας ἐστίν, ὅν φασιν ἐπιχειρῆσαι τὴν Ἡρακλέους σβέσαι πυράν· καὶ ἄλλος Μέλας διέχων Τραχῖνος εἰς πέντε σταδίους. Πρὸς δὲ μεσημβρίαν τῆς Τραχῖνος φησὶν Ἡρόδοτος εἶναι βαθεῖαν διασφάγα, δι᾽ ἧς Ἀσωπός, ὁμώνυμος τοῖς εἰρημένοις Ἀσωποῖς, εἰς τὴν θάλατταν ἐκπίπτει τὴν ἐκτὸς Πυλῶν, παραλαβὼν καὶ τὸν Φοίνικα ἐκ τῆς μεσημβρίας συμβάλλοντα αὐτῶι, ὁμώνυμον τῶι ἥρωι, οὗ καὶ τάφος πλησίον δείκνυται· στάδιοι δ᾽ εἰσὶν ἐπὶ Θερμοπύλας ἀπὸ τοῦ Ἀσωποῦ πεντεκαίδεκα.

4.15

Τότε μὲν οὖν ἦν ἐνδοξότατα τὰ χωρία ταῦτα, ἡνίκα τῶν κλείθρων ἐκυρίευε τῶν περὶ τὰ στενά, καὶ τοῖς ἔξω τῶν στενῶν πρὸς τοὺς ἐντὸς ἦσαν ἀγῶνες πρωτείων· καθάπερ καὶ πέδας ἐκάλει Φίλιππος τῆς Ἑλλάδος τὴν Χαλκίδα καὶ τὴν Κόρινθον, πρὸς τὰς ἐκ τῆς Μακεδονίας ἀφορμὰς βλέπων· ἐπιδέσμους δ᾽ οἱ ὕστερον προσηγόρευον ταύτας τε καὶ ἔτι τὴν Δημητριάδα· καὶ γὰρ αὕτη παρόδων ἦν κυρία τῶν περὶ τὰ Τέμπη, τό τε Πήλιον ἔχουσα καὶ τὴν Ὄσσαν. ὕστερον δὲ πάντων ὑπὸ μίαν ἐξουσίαν ὑπηγμένων, ἅπαντ᾽ ἀτελεύεται πᾶσι καὶ ἀνέωιγε.

4.16

Περὶ δὲ τὰ στενὰ ταῦτα οἱ περὶ Λεωνίδαν μετὰ ὀλίγων τῶν ὁμόρων τοῖς τόποις ἀντέσχον πρὸς τὰς τοσαύτας τῶν Περσῶν δυνάμεις, μέχρι περιελθόντες δι᾽ ἀτραπῶν τὰ ὄρη κατέκοψαν αὐτοὺς οἱ βάρβαροι. Καὶ νῦν τὸ πολυάνδριον ἐκείνων ἐστὶ καὶ στῆλαι καὶ ἡ θρυλουμένη ἐπιγραφὴ τῆι Λακεδαιμονίων στήληι οὕτως ἔχουσα «ὦ ξέν᾽ ἀπάγγειλον Λακεδαιμονίοις ὅτι «τῆιδε κείμεθα τοῖς κείνων πειθόμενοι νομίμοις.»

4.17

Ἔστι δὲ καὶ λιμὴν μέγας αὐτόθι καὶ Δήμητρος ἱερόν, ἐν ὧι κατὰ πᾶσαν Πυλαίαν θυσίαν ἐτέλουν οἱ Ἀμφικτύονες. ἐκ δὲ τοῦ λιμένος εἰς Ἡράκλειαν τὴν Τραχῖνα πεζῆι στάδιοι τετταράκοντα, πλοῦς δ᾽ ἐπὶ τὸ Κήναιον ἑβδομήκοντα. ἔξω δὲ Πυλῶν εὐθὺς ὁ Σπερχειὸς ἐκδίδωσιν. ἐπὶ δὲ Πύλας ἀπὸ Εὐρίπου στάδιοι πεντακόσιοι τριάκοντα. Καὶ ἡ μὲν Λοκρὶς τέλος ἔχει. Τὰ δ᾽ ἔξω Θετταλῶν ἐστι τὰ πρὸς ἕω καὶ τὸν Μαλιακὸν κόλπον, τὰ δὲ πρὸς δύσιν Αἰτωλῶν καὶ Ἀκαρνάνων. Ἀθαμᾶνες δὲ καὶ αὐτοὶ ἐκλελοίπασι.

4.18

Μέγιστον δὴ καὶ παλαιότατον τῶν Θετταλῶν σύστημα, ὧν τὰ μὲν Ὅμηρος εἴρηκε τὰ δ᾽ ἄλλοι πλείους. Αἰτωλοὺς δ᾽ Ὅμηρος μὲν ἀεὶ ἑνὶ ὀνόματι λέγει, πόλεις οὐκ ἔθνη τάττων ὑπ᾽ αὐτοῖς, πλὴν εἰ τοὺς Κουρῆτας, οὓς ἐν μέρει τακτέον Αἰτωλικῶν. ἀπὸ Θετταλῶν δ᾽ ἀρκτέον, τὰ μὲν σφόδρα παλαιὰ καὶ μυθώδη καὶ οὐχ ὁμολογούμενα τὰ πολλὰ ἐῶντες, καθάπερ καὶ ἐν τοῖς ἄλλοις ἐποιήσαμεν, τὰ δὲ φαινόμενα ἡμῖν καίρια λέγοντες.

 

5

5.1

Ἔστι δ᾽ αὐτῆς πρὸς θαλάττηι μὲν ἡ ἀπὸ Θερμοπυλῶν μέχρι τῆς ἐκβολῆς τοῦ Πηνειοῦ καὶ τῶν ἄκρων τοῦ Πηλίου παραλία βλέπουσα πρὸς ἕω καὶ πρὸς τὰ ἄκρα τῆς Εὐβοίας τὰ βόρεια. ἔχουσι δὲ τὰ μὲν πρὸς Εὐβοίαι καὶ Θερμοπύλαις Μαλιεῖς καὶ οἱ Φθιῶται Ἀχαιοί, τὰ δὲ πρὸς τῶι Πηλίωι Μάγνητες. Αὕτη μὲν οὖν ἡ πλευρὰ τῆς Θετταλίας ἑώια λεγέσθω καὶ παραλία. ἑκατέρωθεν δ᾽ ἀπὸ μὲν Πηλίου καὶ Πηνειοῦ πρὸς τὴν μεσόγαιαν Μακεδόνες παράκεινται μέχρι Παιονίας καὶ τῶν Ἠπειρωτικῶν ἐθνῶν, ἀπὸ δὲ τῶν Θερμοπυλῶν τὰ παράλληλα τοῖς Μακεδόσιν ὄρη τὰ Οἰταῖα καὶ Αἰτωλικά, τοῖς Δωριεῦσι καὶ τῶι Παρνασσῶι συνάπτοντα. Καλείσθω δὲ τὸ μὲν πρὸς τοῖς Μακεδόσι πλευρὸν ἀρκτικόν, τὸ δ᾽ ἕτερον νότιον. Λοιπὸν δ᾽ ἐστὶ τὸ ἑσπέριον, ὃ περικλείουσιν Αἰτωλοὶ καὶ Ἀκαρνᾶνες καὶ Ἀμφίλοχοι καὶ τῶν Ἠπειρωτῶν Ἀθαμᾶνες καὶ Μολοττοὶ καὶ ἡ τῶν Αἰθίκων ποτὲ λεγομένη γῆ καὶ ἁπλῶς ἡ περὶ Πίνδον . . . Πλὴν τοῦ Πηλίου καὶ τῆς Ὄσσης. Ταῦτ᾽ ἐξῆρται μὲν ἱκανῶς, οὐ μήν γε πολλὴν περιλαμβάνει κύκλωι χώραν, ἀλλ᾽ εἰς τὰ πεδία τελευτᾶι.

5.2

Ταῦτα δ᾽ ἐστὶ τὰ μέσα τῆς Θετταλίας, εὐδαιμονεστάτη χώρα πλὴν ὅση ποταμόκλυστός ἐστιν. ὁ γὰρ Πηνειὸς διὰ μέσης ῥέων καὶ πολλοὺς δεχόμενος ποταμοὺς ὑπερχεῖται πολλάκις· τὸ δὲ παλαιὸν καὶ ἐλιμνάζετο, ὡς λόγος, τὸ πεδίον ἔκ τε τῶν ἄλλων μερῶν ὄρεσι περιειργόμενον καὶ τῆς παραλίας μετεωρότερα τῶν πεδίων ἐχούσης τὰ χωρία ὑπὸ δὲ σεισμῶν ῥήγματος γενομένου κατἆ τὰ νῦν καλούμενα Τέμπη καὶ τὴν Ὄσσαν ἀποσχίσαντος ἀπὸ τοῦ Ὀλύμπου, διεξέπεσε ταύτηι πρὸς θάλατταν ὁ Πηνειὸς καὶ ἀνέψυξε τὴν χώραν ταύτην. ὑπολείπεται δ᾽ ὅμως ἥ τε Νεσσωνὶς λίμνη μεγάλη καὶ ἡ Βοιβηὶς ἐλάττων ἐκείνης καὶ πλησιεστέρα τῆι παραλίαι.

5.3

Τοιαύτη δ᾽ οὖσα εἰς τέτταρα μέρη διήιρητο· ἐκαλεῖτο δὲ τὸ μὲν Φθιῶτις τὸ δὲ Ἑστιαιῶτις τὸ δὲ Θετταλιῶτις τὸ δὲ Πελασγιῶτις. ἔχει δ᾽ ἡ μὲν Φθιῶτις τὰ νότια τὰ παρὰ τὴν Οἴτην ἀπὸ τοῦ Μαλιακοῦ κόλπου καὶ Πυλαϊκοῦ μέχρι τῆς Δολοπίας καὶ τῆς Πίνδου διατείνοντα, πλατυνόμενα δὲ μέχρι Φαρσάλου καὶ τῶν πεδίων τῶν Θετταλικῶν· ἡ δ᾽ Ἑστιαιῶτις τὰ ἑσπέρια καὶ τὰ μεταξὺ Πίνδου καὶ τῆς ἄνω Μακεδονίας· τὰ δὲ λοιπὰ οἵ τε ὑπὸ τῆι Ἑστιαιώτιδι νεμόμενοι τὰ πεδία, καλούμενοι δὲ Πελασγιῶται, συνάπτοντες ἤδη τοῖς κάτω Μακεδόσι, καὶ οἱ ἐφεξῆς τὰ μέχρι Μαγνητικῆς παραλίας ἐκπληροῦντες χωρία. Κἀνταῦθα δ᾽ ἐνδόξων ὀνομάτων ἔσται ἀρίθμησις καὶ ἄλλως καἶ διὰ τὴν Ὁμήρου ποίησιν· τῶν δὲ πόλεων ὀλίγαι σώζουσι τὸ πάτριον ἀξίωμα, μάλιστα δὲ Λάρισα.

5.4

Ὁ δὲ ποιητὴς εἰς δέκα μέρη καὶ δυναστείας διελὼν τὴν σύμπασαν γῆν ἣν νῦν Θετταλίαν προσαγορεύομεν, προσλαβών τινα καὶ τῆς Οἰταίας καὶ τῆς Λοκρικῆς, ὡς δ᾽ αὕτως καὶ τῆς ὑπὸ Μακεδόσιν νῦν τεταγμένης, ὑπογράφει τι κοινὸν καὶ πάσηι χώραι συμβαῖνον, τὸ μεταβάλλεσθαι καὶ τὰ ὅλα καὶ τὰ καθ᾽ ἕκαστα παρὰ τὰς τῶν ἐπικρατούντων δυνάμεις.

5.5

Πρώτους δὴ καταλέγει τοὺς ὑπ᾽ Ἀχιλλεῖ τοὺς τὸ νότιον πλευρὸν κατέχοντας καὶ παρακειμένους τῆι τε Οἴτηι καὶ τοῖς Ἐπικνημιδίοις Λοκροῖς «ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,» «οἵ τ᾽ Ἄλον οἵ τ᾽ Ἀλόπην οἵ τε «Τρηχῖν᾽ ἐνέμοντο,» «οἵ τ᾽ εἶχον Φθίην ἠδ᾽ Ἑλλάδα «καλλιγύναικα,» «Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί.» Συζεύγνυσι δὲ τούτοις καὶ τοὺς ὑπὸ τῶι Φοίνικι καὶ κοινὸν ἀμφοῖν ποιεῖ τὸν στόλον. ὁ μὲν οὖν ποιητὴς οὐδαμοῦ μέμνηται Δολοπικῆς στρατιᾶς κατὰ τοὺς περὶ Ἴλιον ἀγῶνας· οὐδὲ γὰρ αὐτῶν τὸν ἡγεμόνα Φοίνικα πεποίηκεν εἰς τοὺς κινδύνους ἐξιόντα, καθάπερ τὸν Νέστορα· ἄλλοι δ᾽ εἰρήκασι, καθάπερ καὶ Πίνδαρος μνησθεὶς τοῦ Φοίνικος «ὃς Δολόπων «ἄγαγε θρασὺν ὅμιλον σφενδονᾶσαι, ἱπποδάμων Δαναῶν βέλεσι πρόσφορον.» Τοῦτο δὴ καὶ παρὰ τῶι ποιητῆι κατὰ τὸ σιωπώμενον, ὡς εἰώθασι λέγειν οἱ γραμματικοί, συνυπακουστέον. Γελοῖον γὰρ τὸ τὸν βασιλέα μετέχειν τῆς στρατείας, τοὺς δ᾽ ὑπηκόους μὴ παρεῖναι ἇὐτὦι· οὐδὲ γὰρ συστρατεύειν ἂν τῶι Ἀχιλλεῖ δόξειεν, ἀλλὰ μόνον ἐπιστάτης καὶ ῥήτωρ ἕπεσθαι, εἰ δ᾽ ἄρα, σύμβουλος. Τὰ δ᾽ ἔπη βούλεται καὶ τοῦτο δηλοῦν· τοιοῦτον γὰρ τὸ «μύθων τε ῥητῆρ᾽ ἔμεναι πρηκτῆρά τε «ἔργων.» . . . Ταῦτα λέγων.

5.6

Εἴρηται τό τε ὑπὸ τῶι Ἀχιλλεῖ καὶ τῶι Φοἶνικι· αὐτὰ δὲ λεχθέντα περὶ τῶν ὑπ᾽ Ἀχιλλεἶ ἐν ἀντιλογίαι ἐστί. Τό τε γὰῤ Ἄργος τὸ Πελασγικὸν ὁἱ μὲν καὶ πόλιν δέχονται Θετταλικὴν περὶ Λάρισαν ἱδρυμένην ποτὲ νῦν δ᾽ οὐκέτι οὖσαν· οἱ δ᾽ οὐ πόλιν ἀλλὰ τὸ τῶν Θετταλῶν πεδίον οὕτως ὀνοματικῶς λεγόμενον, θεμένου τοὔνομα Ἄβαντος ἐξ Ἄργους δεῦρ᾽ ἀποικήσαντος. Φθίαν τε οἱ μὲν τὴν αὐτὴν εἶναι τῆι Ἑλλάδι καὶ Ἀχαΐαι, ταύτας δ᾽ εἶναι διατεμνομένης τῆς συμπάσης Θετταλίας θάτερον μέρος τὸ νότιον· οἱ δὲ διαιροῦσιν. ἔοικε δ᾽ ὁ ποιητὴς δύο ποιεῖν τήν τε Φθίαν καὶ τὴν Ἑλλάδα ὅταν οὕτως φῆι «οἵ τ᾽ εἶχον Φθίην ἠδ᾽ Ἑλλάδα,» ὡς δυεῖν οὐσῶν· καὶ ὅταν οὕτως «φεὗγον ἔπειτ᾽ ἀπάνευθε δι᾽ Ἑλλάδος εὐρυχόροιο, Φθίην δ᾽ ἐξικόμην,» καὶ ὅτι «πολλαὶ Ἀχαιίδἐς εἰσὶν ἀν᾽ Ἑλλάδα τε Φθίην «τε.» ὁ μὲν οὖν ποιητὴς δύο ποιεῖ, πότερον δὲ πόλεις ἢ χώρας οὐ δηλοῖ. Οἱ δ᾽ ὕστερον τὴν Ἑλλάδα οἱ μὲν εἰπόντες χώραν διατετάσθαι φασὶν ἑἰς τὰς Θήβας τὰς Φθιώτιδας ἀπὸ Παλαιφαρσάλου ἐν δὲ τῆι χώραι ταύτηι καὶ τὸ Θετίδειον ἔστι πλησίον τῶν Φαρσάλων ἀμφοῖν τῆς τε παλαιᾶς καὶ τῆς νέας, κἀκ τοῦ Θετιδείου τεκμαιρόμενοι τῆς ὑπὸ τῶι Ἀχιλλεῖ μέρος εἶναι καὶ τήνδε τὴν χώραν , οἱ δ᾽ εἰπόντες πόλιν Φαρσάλιοι μὲν δεικνύουσιν ἀπὸ ἑξήκοντα σταδίων τῆς ἑαυτῶν πόλεως κατεσκαμμένην πόλιν ἣν πεπιστεύκασιν εἶναι τὴν Ἑλλάδα καὶ δύο κρήνας πλησίον Μεσσηίδα καὶ Ὑπέρειαν, Μελιταιεῖς δ᾽ ἄπωθεν ἑαυτῶν ὅσον δέκα σταδίους οἰκεῖσθαι τὴν Ἑλλάδα πέραν τοῦ Ἐνιπέως, ἡνίκα ἡ ἑαυτῶν πόλις Πύρρα ὠνομάζετο, ἐκ δὲ τῆς Ἑλλάδος ἐν ταπεινῶι χωρίωι κειμένης εἰς τὴν ἑαυτῶν μετοικῆσαι τοὺς Ἕλληνας· μαρτύριον δ᾽ εἶναι τὸν ἐν τῆι ἀγορᾶι τῆι σφετέραι τάφον τοῦ Ἕλληνος τοῦ Δευκαλίωνος υἱοῦ καὶ Πύρρας. ἱστορεῖται γὰρ ὁ Δευκαλίων τῆς Φθιώτιδος ἄρξαι καὶ ἁπλῶς τῆς Θετταλίας· ὁ δ᾽ Ἐνιπεὺς ἀπὸ τῆς Ὄθρυος παρὰ Φάρσαλον ῥυεὶς εἰς τὸν Ἀπιδανὸν παραβάλλει, ὁ δ᾽ εἰς τὸν Πηνειόν. Περὶ μὲν Ἑλλήνων ταῦτα.

5.7

Φθῖοι δὲ καλοῦνται οἵ τε ὑπ᾽ Ἀχιλλεῖ καὶ ὑπὸ Πρωτεσιλάωι καὶ Φιλοκτήτηι· ὁ δὲ ποιητὴς τούτου μάρτυς. Εἰπὼν γὰρ ἐν τῶι καταλόγωι τῶν ὑπ᾽ Ἀχιλλεῖ «οἵ «τ᾽ εἶχον Φθίην,» ἐν τῆι ἐπὶ ναυσὶ μάχηι τούτους μὲν ὑπομένοντας ἐν ταῖς ναυσὶ πεποίηκε μετὰ τοῦ Ἀχιλλέως καὶ καθ᾽ ἡσυχίαν ὄντας, τοὺς δ᾽ ὑπὸ Φιλοκτήτηι μαχομένους ἔχοντας Μέδοντα ἡγεμόνἆ καὶ τοὺς ὑπὸ Πρωτεσιλάωι, Ποδάρκους . . . Πἐρὶ ὧν κοινῶς μὲν οὕτω φησίν «ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες, Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοί·» ἰδίως δέ «πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης. Οἱ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες ναῦφιν ἀμυνόμενοι μετὰ Βοιὦτῶν ἐμάχοντο.» Τάχα δὲ καὶ οἱ σὺν Εὐρυπύλωι Φθῖοι ἐλέγοντο, ὅμοροι τούτοις ὄντες· νῦν μέντοι Μαγνησίας νομίζουσι τῆς τε ὑπ᾽ Εὐρυπύλωι τὰ περὶ Ὀρμένιον καὶ τὴν ὑπὸ Φιλοκτήτηι πᾶσαν, τὴν δ᾽ ὑπὸ Πρωτεσιλάὦι τῆς Φθίας ἀπὸ Δολοπίας καὶ τῆς Πίνδου μέχρι τῆς Μαγνητικῆς θαλάττης· μέχρι δὲ τῆς ὑπὸ Πρωτεσιλάωι πόλεως Ἀντρῶνος, ἣ νῦν πληθυντικῶς λέγεται, τὸ πλάτος ἀφορίζεται τῆς ὑπὸ Πηλεῖ καὶ Ἀχιλλεῖ γἧς, ἀπὀ τῆς Τραχινίας καὶ τῆς Οἰταίας ἀρξαμένοις· τὀ δ᾽ αὐτὸ σχεδόν τι μῆκός ἐστι τοῦ Μαλιακοῦ κόλπου.

5.8

Περὶ Ἅλου δὲ καὶ Ἀλόπης διαποροῦσι μὴ οὐ τούτους λέγει τοὺς τόπους οἳ νῦν ἐν τῶι Φθιωτικῶι τέλει φέρονται, ἀλλὰ τοὺς ἐν Λοκροῖς, μέχρι δεῦρο ἐπικρατοῦντος τοῦ Ἀχιλλέως, ὥσπερ καὶ μέχρι Τραχῖνος καὶ τῆς Οἰταίας. ἔστι γὰρ καὶ Ἅλος καὶ Ἁλιοῦς ἐν τῆι παραλίαι τῶν Λοκρῶν, καθάπερ καὶ Ἀλόπη. Οἱ δὲ τὸν Ἁλιοῦντα ἀντὶ Ἀλόπης τιθέασι καὶ γράφουσιν οὕτως «οἵ θ᾽ Ἅλον οἵ θ᾽ Ἁλιοῦνθ᾽ οἵ τε Τρηχῖν᾽ ἐνέμοντο.» ὁ δὲ Φθιωτικὸς Ἅλος ὑπὸ τῶι πέρατι κεῖται τῆς Ὄθρυος ὄρους πρὸς ἄρκτον κειμένου τῆι Φθιώτιδι, ὁμόρου δὲ τῶι Τυφρηστῶι καὶ τοῖς Δόλοψιν, κἀνθένδε παρατείνοντος εἰς τὰ πλησίον τοῦ Μαλιακοῦ κόλπου. ἀπέχει δὲ Ἰτώνου περὶ ἑξήκοντα σταδίους ὁ Ἅλος ἢ ἡ Ἅλος· λέγεται γὰρ ἀμφοτέρως. ὤικισε δὲ ὁ Ἀθάμας τὴν Ἅλον, ἀφανισθεῖσαν δἐ συνὧικισαν Φαρσάλιοἶ χρόνοις ὕστερον. ὑπέρκειται δὲ τοῦ Κροκίου πεδίου· ῥεῖ δὲ ποταμὸς Ἄμφρυσος πρὸς τῶι τείχεἶ. ὑπὸ δὲ τῶι Κροκίωι Θῆβαι εἰσὶν αἱ Φθιώτιδες, καὶ ἡ Ἅλος δὲ Φθιῶτις καλεῖται καὶ Ἀχαϊκή, συνάπτουσα τοῖς Μαλιεῦσιν, ὥσπερ καὶ οἱ τῆς Ὄθρυος πρόποδες. Καθάπερ δὲ ἡ Φυλάκη ἡ ὑπὸ Πρωτεσιλάωι τῆς Φθιώτιδός ἐστι τῆς προσχώρου τοῖς Μαλιεῦσιν, οὕτω καὶ ἡ Ἅλος· διέχει δὲ Θηβῶν περὶ ἑκατὸν σταδίους, ἐν μέσωι δ᾽ ἐστὶ Φαρσάλου καὶ Φθιωτῶν· Φίλιππος μέντοι Φαρσαλίοις προσένειμεν ἀφελόμενος τῶν Φθιωτῶν. Οὕτω δὲ συμβαίνει τοὺς ὅρους καὶ τὰς συντάξεις τῶν τε ἐθνῶν καὶ τῶν τόπων ἀλλάττεσθαι ἀεί, καθάπερ εἴπομεν. Οὕτω καὶ Σοφοκλῆς τὴν Τραχῖνα Φθιῶτιν εἴρηκεν, Ἀρτεμίδωρος δὲ τὴν Ἅλον ἐν τῆι παραλίαι τίθησι, ἔξω μὲν τοῦ Μαλιακοῦ κόλπου κειμένην, Φθιῶτιν δέ. Προϊὼν γὰρ ἐνθένδε ὡς ἐπὶ τὸν Πηνειὸν μετὰ τὸν Ἀντρῶνα τίθησι Πτελεόν, εἶτα τὸν Ἅλον ἀπὸ τοῦ Πτελεοῦ διέχοντα ἑκατὸν καὶ δέκα σταδίους. Περὶ δὲ τῆς Τραχῖνος εἴρηται ὁποία τις· καὶ ὁ ποιητὴς κατονομάζει.

5.9

Τοῦ δὲ Σπερχειοῦ μεμνημένος πολλάκις ὡς ἐπιχωρίου ποταμοῦ, τὰς πηγὰς ἔχοντος ἐκ Τυφρηστοῦ Δρυοπικοῦ ὄρους, τοῦ καλουμένου . . . Πῤότερον, ἐκδιδόντος δὲ πλησίον Θερμοπυλῶν μεταξὺ αὐτῶν καὶ Λαμίας, δηλοῖ ὅτι καὶ τὰ ἐντὸς πυλῶν ὅσα τοῦ Μαλιακοῦ κόλπου καὶ τὰ ἐκτὸς ὑπ᾽ ἐκείνωι ἦν· ἀπέχει δὲ Λαμίας ὁ Σπερχειὸς περὶ τριάκοντα σταδίους ὑπερκειμένης πεδίου τινὸς καθήκοντος ἐπὶ τὸν Μαλιακὸν κόλπον· ὅτι δ᾽ ὁ Σπερχειὸς ἐπιχώριος, ἔκ τε τοῦ τρέφειν ἐκείνωι τὴν κόμην φάσκειν καὶ τοῦ τὸν Μενέσθιον, ἕνα τῶν λοχαγῶν αὐτοῦ, Σπερχειοῦ λέγεσθαι παῖδα καὶ τῆς ἀδελφῆς τῆς Ἀχιλλέως. Μυρμιδόνας δ᾽ εἰκὸς καλεῖσθαι πάντας τοὺς ὑπὸ τῶι Ἀχιλλεῖ καὶ τῶι Πατρόκλωι, οἳ συνηκολούθησαν ἐξ Αἰγίνης φεύγοντι τῶι Πηλεῖ. Ἀχαιοὶ δ᾽ ἐκαλοῦντο οἱ Φθιῶται πάντες.

5.10

Διαριθμοῦνται δὲ τὰς ὑπὸ τῶι Φθιωτικῶι τέλει τῶι ὑπ᾽ Ἀχιλλεῖ κατοικίας ἆπὀ Μαλιέων ἀρξάμενοι πλείους μέν, ἐν δ᾽ αὐταῖς Θήβας τὰς Φθιώτιδας Ἐχῖνον Λάμιαν, περὶ ἣν ὁ Λαμιακὸς συνέστη πόλεμος Μακεδόσι καὶ Ἀντιπάτρωι πρὸς Ἀθηναίους· ἐν ὧι Λεωσθένης τε ἔπεσε τῶν Ἀθηναίων στρατηγός, καὶ Λεοννάτος ὁ Ἀλεξάνδρου τοῦ βασιλέως ἑταῖρος. ἔτι δὲ Ναρθάκἶον Ἐρινεὸν Κορώνειαν, ὁμώνυμον τῆι Βοιωτικῆι, Μελίταιαν Θαυμακοὺς Πρόερναν Φάρσαλον Ἐρέτριαν, ὁμώνυμον τῆι Εὐβοϊκῆι, Παραχελωίτας καὶ τούτους ὁμωνύμους τοῖς Αἰτωλικοῖς· καὶ γὰρ ἐνταῦθά ἐστιν Ἀχελῶος ποταμὸς πλησίον Λαμίας, παρ᾽ ὃν οἰκοῦσιν οἱ Παραχελωῖται. Παρέτεινε δ᾽ ἡ χώρα αὕτη πρὸς ἄρκτον μὲν τῆι τῶν Ἀσκληπἷαδῶν τῶν μἆλιστα προσεσπερίων καὶ τῆι Εὐρυπύλου καὶ ἔτι τἧι Πρωτεσιλάου, ταῖς πρὸς ἕω κεκλιμέναις, πρὸς νότον δὲ τῆι Οἰταίαι εἰς τετταρεσκαίδεκα δήμους διηιρημένηι, Ἡράκλειάν τε καὶ τὴν Δρυοπίδα, τετράπολιν γεγονυῖάν ποτε καθάπερ καὶ τὴν Δωρίδα, μητρόπολιν δὲ τῶν ἐν Πελοποννήσωι Δρυόπων νομιζομένην. Τῆς δ᾽ Οἰταίας καὶ ὁ Ἀκύφας ἐστὶ καὶ Παρασωπιὰς καὶ Οἰνειάδαι καὶ Ἀντικύρα, ὁμώνυμος τῆι ἐν Λοκροῖς τοῖς ἑσπερίοις. Λέγω δὲ τὰς διατάξεις ταύτας οὐκ ἀεὶ μεμενηκυίας τὰς αὐτάς, ἀλλὰ ποικίλως μεταβεβλημένας· αἱ δ᾽ ἐπισημόταται μάλιστα ἄξιαι μνήμης εἰσί.

5.11

Τοὺς δὲ Δόλοπας φράζει καὶ ὁ ποιητὴς ἱκανῶς ὅτι ἐπὶ ταῖς ἐσχατιαῖς εἰσι τῆς Φθίας, καὶ ὅτι ὑπὸ τῶι αὐτῶι ἡγεμόνι ἦσαν τῶι Πηλεῖ οὗτοί τε καὶ οἱ Φθιῶται· ἔναιον γάρ, φησίν, ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων, δόντος τοῦ Πηλέως. Γειτνιᾶι δὲ τῆι Πίνδωι καὶ τοῖς περὶ αὐτὴν χωρίοις Θετταλικοῖς οὖσι τοῖς πλείστοις. Διὰ γὰρ τὴν ἐπιφάνειάν τε καὶ τὴν ἐπικράτειαν τῶν Θετταλῶν καὶ τῶν Μακεδόνων οἱ πλησιάζοντες αὐτοῖς μάλιστα τῶν Ἠπειρωτῶν, οἱ μὲν ἑκόντες οἱ δ᾽ ἄκοντες, μέρη καθίσταντο Θετταλῶν ἢ Μακεδόνων, καθάπερ Ἀθαμᾶνες καὶ Αἴθικες καὶ Τάλαρες Θετταλῶν, Ὀρέσται δὲ καὶ Πελαγόνες καὶ Ἐλιμιῶται Μακεδόνων.

5.12

Ἡ δὲ Πίνδος ὄρος ἐστὶ μέγα, πρὸς ἄρκτον μὲν τὴν Μακεδόνων, πρὸς ἑσπέραν δὲ Περραιβοὺς μετανάστας ἀνθρώπους ἔχον, πρὸς δὲ μεσημβρίαν Δόλοπας, πρὸς ἕω δὲ . . . Αὕτη δ᾽ ἐστὶ τῆς Θετταλίας· ἐπ᾽ αὐτῆι δὲ τῆι Πίνδωι ὤικουν Τάλαρες Μολοττικὸν φῦλον, τῶν περὶ τὸν Τόμαρον ἀπόσπασμα, καὶ Αἴθικες, ἑἰς οὓς ἐξελαθῆναί φησιν ὑπὸ Πειρίθου τοὺς Κενταύρους ὁ ποιητής· ἐκλελοιπέναι δὲ νῦν ἱστοροῦνται. Τὴν δ᾽ ἔκλειψιν διττῶς ἀκουστέον· ἢ γὰρ ἀφανισθέντων τῶν ἀνθρώπων καὶ τῆς χώρας τελέως ἠρημωμένης, ἢ τοῦ ὀνόματος τοῦ ἐθνικοῦ μηκέτι ὄντος, μηδὲ τοῦ συστήματος διαμένοντος τοιούτου. ὅταν οὖν ἄσημον τελέως ἧι τὸ λειπόμενον νυνὶ σύστημα, οὐκ ἄξιον μνήμης τίθεμεν οὔτ᾽ αὐτὸ οὔτε τοὔνομα τὸ μεταληφθέν, ὅταν δ᾽ ἔχηι τοῦ μεμνῆσθαι δικαίαν πρόφασιν, λέγειν ἀναγκαῖον τὴν μεταβολήν.

5.13

Λοιπὸν δ᾽ εἰπεῖν τῆς παραλίας τὴν τάξιν τῆς ὑπὸ τῶι Ἀχιλλεῖ ἀπὸ Θερμοπυλῶν ἀρξαμένους· τὴν γὰρ Λοκρικὴν καὶ τὴν Οἰταίἆν εἰρήκαμεν. Αἱ τοίνυν Θερμοπύλαι τοῦ μὲν Κηναίου διεστήκασιν ἑβδομηκοντασταδίωι πορθμῶι, παραπλέοντι δ᾽ ἔξω Πυλῶν τοῦ Σπερχειοῦ ὡς σταδίους δέκα· ἔνθεν δ᾽ εἰς Φάλαρα εἴκοσι· τῶν δὲ Φαλάρων ἀπὸ θαλάττης ὑπέρκειται πεντήκοντα σταδίους ἡ τῶν Λαμιέων πόλἶς. Εἶθ᾽ ἑξῆς παραπλεύσαντι σταδίοις ἑκατὸν ὁ Ἐχῖνος ὑπέρκειται. Τῆς δ᾽ ἑξῆς παραλίας ἐν μεσογαίαι ἐστὶν ἡ Κρεμαστὴ Λάρισα εἴκοσι σταδίους αὐτῆς διέχουσα, ἡ δ᾽ αὐτὴ καὶ Πελασγία λεγομένη Λάρισα. Εἶτα Μυόννησος νησίον, εἶτ᾽ Ἀντρών· ἦν δὲ αὕτη ὑπὸ Πρωτεσιλάωι. Τοσαῦτα μὲν περὶ τῆς ὑπὸ τῶι Ἀχιλλεῖ μερίδος.

5.14

Ἐπεὶ δ᾽ ὁ ποιητὴς εἰς πολλὰ καὶ γνώριμα μέρη διἑλὼν δἶὰ τὸ ὀνομάζειν τούς τε ἡγεμόνας καὶ τὰς ὑπ᾽ αὐτοῖς πόλεις τὸν σύμπαντα τῆς Θετταλίας κύκλον διέταξεν, ἧμεῖς ἀκολὀυθοῦντες τούτωι πάλιν ὥσπερ ἐν τοῖς ἐπάνω πρὀσεκπληρώσομεν τὴν λοιπὴν περιοδείαν τῆς χὧρἆς. Καταλέγει τοίνυν ἐφεξῆς τοῖς ὑπ᾽ Ἀχιλλεῖ τοὺς ὑπὸ Πρωτεσιλάωι· οὗτοι δ᾽ εἰσὶν οἱ καὶ ἐφεξῆς ὄντες τῆι ὑπὸ τῶι Ἀχιλλεῖ παραλίαι μέχρι Ἀντρῶνος. ὁριζομένη τοίνυν τῆς ἐφἐξῆς ἐστὶν ἡ ὑπὸ τῶι Πρωτεσιλάωι, ἔξω μὲν οὖσα τοῦ Μαλιακὀῦ κόλπου, ἔτι δ᾽ ἐντὸς τῆς Φθιώτιδος, οὐ μὴν τῆς ὗπὸ τῶι Ἀχιλλεἶ. ἡ μὲν οὖν Φυλάκη ἐγγὺς Θηβῶν ἐστι τῶν Φθιωτίδων, αἵπερ εἰσὶ καὶ αὐταὶ ὑπὸ τῶι Πρωτεσιλάωι· καὶ Ἅλος δὲ καὶ Λάρισα ἡ Κρεμαστὴ καὶ τὸ Δημήτριον ὑπ᾽ ἐκείνωι, πᾶσαι πρὸς ἕω τῆς Ὄθρυος. Τὸ δὲ Δημήτριον Δήμητρος εἴρηκε τέμενος καὶ ἐκάλεσε Πύρασον. ἦν δὲ πόλις εὐλίμενος ἡ Πύρασος ἐν δυσὶ σταδίοις, ἔχουσα Δήμητρος ἄλσος καὶ ἱερὸν ἅγιον, διέχουσα Θηβῶν σταδίους εἴκοσι· ὑπέρκεινται δὲ Πυράσου μὲν αἱ Θῆβαι. Τῶν Θηβῶν δὲ ἐν τῆι μεσογαίαι τὸ Κρόκιον πεδίον πρὸς τῶι καταλήγοντι τῆς Ὄθρυος, δι᾽ οὗ ὁ Ἄμφρυσος ῥεῖ. Τούτου δ᾽ ὑπέρκειται ὁ Ἴτωνος, ὅπου τὸ τῆς Ἰτωνίας ἱερόν, ἀφ᾽ οὗ καὶ τὸ ἐν τῆι Βοιωτίαι, καὶ ὁ Κουάριος ποταμός· εἴρηται δὲ πἑρὶ τούτου καἶ τῆς Ἄρνης ἐν τοῖς Βοιωτιακοῖς. Ταῦτα δ᾽ ἐστὶ τῆς Θετταλιώτιδος μιᾶς τῶν τεττάρων μερίδων τῆς συμπάσης Θετταλίας, ἧς καὶ τὰ ὑπ᾽ Εὐρυπύλωι καὶ ὁ Φύλλὁς, ὅπου Ἀπόλλὦνος τοῦ Φυλλίου ἱερόν, καὶ Ἴχναι, ὅπου ἡ Θέμις Ἰχναία τιμᾶται. Καὶ Κίερος δ᾽ εἰς αὐτὴν συντελεῖ καὶ τἆλλα μέχρἶ τῆς Ἀθαμανίας. Κατὰ δὲ τὸν Ἀντρῶνα ἕρμα ὕφαλον ἐν τῶι πρὸς Εὐβοίαι ἐστὶ πόρωι καλούμενον ὄνος Ἀντρῶνος. Εἶτα Πτελεὸν καὶ ὁ Ἅλος· εἶτα τὸ τῆς Δήμητρος ἱερὸν καὶ ὁ Πύρασος κατεσκαμμένος, ὑπὲρ αὐτὸν δὲ αἱ Θῆβαι· εἶτα ἄκρα Πύρρα καὶ δύο νησία πλησίον, ὧν τὸ μὲν Πύρρα τὸ δὲ Δευκαλίων καλεῖται· ἐνταῦθα δὲ καὶ ἡ Φθιῶτίς πως τελευτᾶι.

5.15

Ἑξῆς δὲ τοὺς ὑπὸ τῶι Εὐμήλωι καταλέγει, τὴν συνεχῆ παραλίαν, ἥπερ ἐστὶν ἤδη Μαγνησίας καὶ τῆς Πελασγιώτιδος γῆς. Φεραὶ μὲν οὖν εἰσι πέρας τῶν Πελασγικῶν πεδίων πρὸς τὴν Μαγνησίαν, ἃ παρατείνει μέχρι τοῦ Πηλίου σταδίους ἑκατὸν ἑξήκοντα. ἐπίνειον δὲ τῶν Φερῶν Παγασαὶ διέχον ἐνενήκοντα σταδίους αὐτῶν, Ἰωλκοῦ δὲ εἴκοσιν. ἡ δ᾽ Ἰωλκὸς κατέσκαπται μὲν ἐκ παλαιοῦ, ἐντεῦθεν δ᾽ ἔστειλε τὸν Ἰάσονα καὶ τὴν Ἀργὼ Πελίας· ἀπὸ δὲ τῆς ναυπηγίας τῆς Ἀργοῦς καὶ Παγασὰς λέγεσθαι μυθεύουσι τὸν τόπον, οἱ δὲ πιθανώτερον ἡγοῦνται τοὔνομα τῶι τόπωι τεθῆναι τοῦτο ἀπὸ τῶν πηγῶν αἳ πολλαί τε καὶ δαψιλεῖς ῥέουσι· πλησίον δὲ καὶ Ἀφέται ὡς ἂν ἀφετήριόν τι τῶν Ἀργοναυτῶν. Τῆς δὲ Δημητριάδος ἑπτὰ σταδίους ὑπέρκειται τῆς θαλάττης Ἰωλκός. ἔκτισε δὲ Δημήτριος ὁ πολιορκητὴς ἐπώνυμον ἑαυτοῦ τὴν Δημητριάδα μεταξὺ Νηλείας καὶ Παγασῶν ἐπὶ θαλάττηι τὰς πλησίον πολίχνας εἰς αὐτὴν συνοικίσας, Νήλειάν τε καὶ Παγασὰς καὶ Ὀρμένιον, ἔτι δὲ Ῥιζοῦντα Σηπιάδα Ὀλιζῶνα Βοίβην Ἰωλκόν, αἳ δὴ νῦν εἰσι κῶμαι τῆς Δημητριάδος. Καὶ δὴ καὶ ναύσταθμον ἦν τοῦτο καὶ βασίλειον μέχρι πολλοῦ τοῖς βασιλεῦσι τῶν Μακεδόνων, ἐπεκράτει δὲ καὶ τῶν Τεμπῶν καὶ τῶν ὀρῶν ἀμφοῖν, ὥσπερ εἴρηται, τοῦ τε Πηλίου καὶ τῆς Ὄσσης· νῦν δὲ συνέσταλται μέν, τῶν δ᾽ ἐν τῆι Μαγνησίαι πασῶν ὅμως διαφέρει. ἡ δὲ Βοιβηὶς λίμνη πλησιάζει μὲν ταῖς Φεραῖς, συνάπτει δὲ καὶ τοῖς ἀπολήγουσι τοῦ Πηλίου πέρασι καὶ τῆς Μαγνησίας· Βοίβη δὲ χωρίον ἐπὶ τῆι λίμνηι κείμενον. Καθάπερ δὲ τὴν Ἰωλκὸν αὐξηθεῖσαν ἐπὶ πλέον κατέλυσαν αἱ στάσεις καὶ αἱ τυραννίδες, οὕτως καὶ τὰς Φερὰς συνέστειλαν ἐξαρθείσας ποτὲ καὶ συγκαταλυθείσας τοῖς τυράννοις. Πλησίον δὲ τῆς Δημητριάδος ὁ Ἄναυρος ῥεῖ. Καλεῖται δὲ καὶ συνεχὴς αἰγιαλὸς Ἰωλκός· ἐνταῦθα δὲ καὶ τὴν Πυλαϊκὴν πανήγυριν συνετέλουν. ὁ δ᾽ Ἀρτεμίδωρος ἀπωτέρω τῆς Δημητριάδος τίθησι τὸν Παγασιτικὸν κόλπον εἰς τοὺς ὑπὸ Φιλοκτήτηι τόπους· ἐν δὲ τῶι κόλπωι φησὶν εἶναι τὴν Κικύνηθον νῆσον καὶ πολίχνην ὁμώνυμον.

5.16

Ἑξῆς δ᾽ αἱ ὑπὸ Φιλοκτήτηι πόλεις καταλέγονται. ἡ μὲν οὖν Μηθώνη ἑτέρα ἐστὶ τῆς Θραικίας Μεθώνης, ἣν κατέσκαψε Φίλιππος· ἐμνήσθημεν δὲ καὶ πρότερον τῆς τῶν ὀνομάτων τούτων καὶ τῶν ἐν Πελοποννήσωι ... Τροπῆς· τἆλλα δὲ δἶηρίθμηται, ἥ τε Θαυμακία καὶ ὁ Ὀλιζὢν καὶ ἡ Μελίβοια, ἆ τῆς ἑξῆς παραλίας ἐστίν. Πρόκεινται δὲ τῶν Μαγνήτων νῆσοι συχναὶ μέν, αἱ δ᾽ ἐν ὀνόματι Σκίαθός τε καὶ Πεπάρηθος καὶ Ἰκὸς Ἁλόννησός τε καὶ Σκῦρος, ὁμωνύμους ἔχουσαι πόλεις. Μάλιστα δ᾽ ἐστὶν ἐν ὀνόματι Σκῦρος διὰ τὴν Λυκομήδους πρὸς Ἀχιλλέα οἰκειότητα καὶ τὴν Νεοπτολέμου τοῦ Ἀχιλλέως ἐνταῦθα γένεσίν τε καὶ ἐκτροφήν. ὕστερον δὲ Φίλιππος αὐξηθείς, ὁρῶν Ἀθηναίους ἐπικρατοῦντας τῆς θαλάττης καὶ τῶν νήσων ἄρχοντας καὶ τούτων καὶ τῶν ἄλλων, ἐποίησε τὰς πλησίον ἑαυτῶι μάλιστα ἐνδόξους. Πολεμῶν γὰρ περὶ τῆς ἡγεμονίας ἐπεχείρει πρώτοις ἀεὶ τοῖς ἐγγύθεν, καὶ καθάπερ αὐτῆς τῆς Μαγνήτιδος τὰ πολλὰ μέρη Μακεδονίαν ἐποίησε καὶ τῆς Θράικης καὶ τῆς ἄλλης τῆς κύκλωι γῆς, οὕτω καὶ τὰς πρὸ τῆς Μαγνησίας νήσους ἀφηιρεῖτο, καὶ τὰς ὑπ᾽ οὐδενὸς γνωριζομένας πρότερον περιμαχήτους καὶ γνωρίμους ἐποίει. Τὴν δ᾽ οὖν Σκῦρον καὶ μάλιστα μὲν αἱ ἀρχαιολογίαι συνιστῶσιν, ἀλλὰ καὶ τὰ τοιαῦτα θρυλεῖσθαι ποιεῖ, οἷον αἱ τῶν αἰγῶν ἀρεταὶ τῶν Σκυρίων, καὶ τὰ μέταλλα τῆς ποικίλης λίθου τῆς Σκυρίας, καθάπερ τῆς Καρυστίας καὶ τῆς Δοκιμαίας ἢ Συνναδικῆς, καὶ τῆς Ἱεραπολιτικῆς. Μονολίθους γὰρ κίονας καὶ πλάκας μεγάλας ὁρᾶν ἔστιν ἐν τῆι Ῥώμηι τῆς ποικίλης λιθείας, ἀφ᾽ ἧς ἡ πόλις κοσμεῖται δημοσίαι τε καὶ ἰδίαι, πεποίηκέ τε τὰ λευκόλιθα οὐ πολλοῦ ἄξια.

5.17

Ὁ δ᾽ οὖν ποιητὴς μέχρι δεῦρο προελθὼν τῆς Μαγνητικῆς παραλίας ἐπάνεισιν ἐπὶ τὴν ἄνω Θετταλίαν· καὶ γὰρ τὰ παρατείνοντα τῆι Φθιώτιδἶ, ἀρξάμενος ἀπὸ τῆς Δολοπίας καὶ τῆς Πίνδου, μέχρι τῆς κάτω Θετταλίας διέξεισιν «οἳ δ᾽ εἶχον Τρίκκην καὶ Ἰθώμην «κλωμακόεσσαν.» Ταῦτα τὰ χωρία ἔστι μὲν τῆς Ἱστιαιώτιδος, ἐκαλεῖτο δ', ὥς φασι, πρότερον Δωρίς· κατασχόντων δὲ τῶν Περραιβῶν αὐτήν, οἳ καὶ τῆς Εὐβοίας τὴν Ἱστιαιῶτιν κατεστρέψαντο καὶ τοὺς ἀνθρώπους εἰς τὴν ἤπειρον ἀνέσπασαν, διὰ τὸ πλῆθος τῶν ἐποικησάντων Ἱστιαίων τὴν χώραν ἀπ᾽ ἐκείνων οὕτως ἐκάλεσαν. Καλοῦσι δὲ καὶ ἇὐτὴν καἶ τὴν Δολοπίαν τὴν ἄνω Θετταλίαν, ἐπ᾽ εὐθείας οὖσἇν τῆι ἄνὦ Μακεδονίαι, καθάπερ καὶ τὴν κάτω τῆι κάτω. ἔστι δ᾽ ἡ μὲν Τρίκκη, ὅπου τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ τὸ ἀρχαιότατον καὶ ἐπιφανέστατον, ὅμορος τοῖς τε Δόλοψιν καὶ τοῖς περὶ τὴν Πίνδον τόποις. Τὴν δ᾽ Ἰθώμην ὁμωνύμως τῆι Μεσσηνιακῆι λεγομένην οὔ φασι δεῖν οὕτως ἐκφέρειν, ἀλλὰ τὴν πρώτην συλλαβὴν ἀφαιρεῖν· οὕτω γὰρ καλεῖσθαι πρότερον, νῦν δὲ Ἰθώμη μετωνομάσθαι, χωρίον ἐρυμνὸν καὶ τῶι ὄντι κλωμακόεν, ἱδρυμένον μεταξὺ τεττάρων φρουρίων ὥσπερ ἐν τετραπλεύρωι κειμένων, Τρίκκης τε καὶ Μητροπόλεως καὶ Πελινναίου καὶ Γόμφων. Τῆς δὲ δὴ Μητροπολιτῶν ἐστι χώρας ἡ Ἰθώμη. ἡ δὲ Μητρόπολις πρότερον μὲν ἐκ τριῶν συνώικιστο πολιχνίων ἀσήμων, ὕστερον δὲ καὶ πλείους προσελήφθησαν, ὧν ἦν καὶ ἡ Ἰθώμη. Καλλίμαχος μὲν οὖν φησιν ἐν τοῖς ἰάμβοις τὰς Ἀφροδίτας ἡ θεὸς γὰρ οὐ μία τὴν Καστνιῆτιν ὑπερβάλλεσθαι πάσας τῶι φρονεῖν, ὅτι μόνη παραδέχεται τὴν τῶν ὑῶν θυσίαν. Καὶ μὴν πολυίστωρ, εἴ τις ἄλλος, καὶ πάντα τὸν βίον, ὡς αὐτὸς εἴρηκεν, ὁ ταῦτα μυθεῖσθαι βουλόμενος. Οἱ δ᾽ ὕστερον ἤλεγξαν οὐ μίαν Ἀφροδίτην μόνον ἀλλὰ καὶ πλείους ἀποδεδεγμένας τὸ ἔθος τοῦτο, ὧν εἶναι καὶ τὴν ἐν τῆι Μητροπόλει· ταύτηι δὲ μίαν τῶν συνοικισθεισῶν εἰς αὐτὴν πόλεων παραδοῦναι τὸ ἔθος Ὀνθύριον. ἔστι δὲ καὶ Φαρκαδὼν ἐν τῆι Ἱστιαιώτιδι, καὶ ῥεῖ δι᾽ αὐτῶν ὁ Πηνειὸς καὶ ὁ Κουράλιος· ὧν ὁ Κουράλιος ῥυεὶς παρὰ τὸ τῆς Ἰτωνίας Ἀθηνᾶς ἱερὸν εἰς τὸν Πηνειὸν ἐξίησιν, αὐτὸς δ᾽ ὁ Πηνειὸς ἄρχεται μὲν ἐκ Πίνδου, καθάπερ εἴρηται, ἐν ἀριστερᾶι δ᾽ ἀφεὶς Τρίκκην τε καὶ Πελινναῖον καὶ Φαρκαδόνα φέρεται παρά τε Ἄτρακα καὶ Λάρισαν, καὶ τοὺς ἐν τῆι Θετταλιώτιδι δεξάμενος ποταμοὺς πρόεισι διὰ τῶν Τεμπῶν ἐπὶ τὰς ἐκβολάς. Τὴν δ᾽ Οἰχαλίαν πόλιν Εὐρύτου λεγομένην ἔν τε τοῖς τόποις τούτοις ἱστοροῦσι καὶ ἐν Εὐβοίαι καὶ ἐν Ἀρκαδίαι, καὶ μετονομάζουσιν ἄλλοἶ ἄλλως, ὃ καὶ ἐν τοῖς Πελοποννησιακοῖς εἴρηται. Περὶ δὲ τούτων ζητοῦσι καὶ μάλιστα τίς ἦν ἡ ὑπὸ Ἡρακλέους ἁλοῦσα, καὶ περὶ τίνος συνέγραψεν ὁ ποιήσας τὴν Οἰχαλίας ἅλωσιν. Ταῦτα μὲν δὴ τὰ χωρία τοῖς Ἀσκληπιάδαις ὑπέταξεν.

5.18

Ἑξῆς δὲ λέγει τὴν ὑπ᾽ Εὐρυπύλωι «οἳ δ᾽ ἔχον Ὀρμένιον οἵ τε κρήνην Ὑπέρειαν, οἵ τ᾽ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα.» Τὸ μὲν οὖν Ὀρμένιον νῦν Ὀρμίνιον καλεῖται, ἔστι δ᾽ ὑπὸ τῶι Πηλίωι κώμη κατὰ τὸν Παγασιτικὸν κόλπον τῶν συνωικισμένων εἰς τὴν Δημητριάδα πόλεων, ὡς εἴρηται. ἀνάγκη δὲ καὶ τὴν Βοιβηίδα λίμνην εἶναι πλησίον, ἐπειδὴ καὶ ἡ Βοίβη τῶν περιοικίδων ἦν τῆς Δημητριάδος καὶ αὐτὸ τὸ Ὀρμένιον. Τὸ μὲν οὖν Ὀρμένιον ἀπέχει τῆς Δημητριάδος πεζῆι σταδίους ἑπτὰ καὶ εἴκοσιν, ὁ δὲ τῆς Ἰωλκοῦ τόπος ἐν ὁδῶι κείμενος τῆς μὲν Δημητριάδος ἑπτὰ σταδίους διέστηκε, τοῦ δ᾽ Ὀρμενίου τοὺς λοιποὺς σταδίους εἴκοσι. Φησὶ δ᾽ ὁ Σκήψιος ἐκ τοῦ Ὀρμενίου τὸν Φοίνικα εἶναι, καὶ φεύγειν αὐτὸν ἐνθένδε παρὰ τοῦ «πατρὸς Ἀμύντορος «Ὀρμενίδα» εἰς τὴν Φθίαν «ἐς Πηλῆα ἄνακτα.» ἐκτίσθαι γὰρ ὑπὸ Ὀρμένου τὸ χωρίον τοῦτο τοῦ Κερκάφου τοῦ Αἰόλου· παῖδας δὲ τοῦ Ὀρμένου γενέσθαι τόν τε Ἀμύντορα καὶ Εὐαίμονα, ὧν τοῦ μὲν εἶναι Φοίνικα τοῦ δ᾽ Εὐρύπυλον· φυλαχθῆναι δὲ τῶι Εὐρυπύλωι τὴν διαδοχὴν κοινήν, ἅτε ἂν ἀπελθόντος τοῦ Φοίνικος ἐκ τῆς οἰκείας· καὶ δὴ καὶ γράφει οὕτως «οἷον ὅτε πρῶτον λίπον Ὀρμένιον πολύμηλον,» ἀντὶ τοῦ «λίπον Ἑλλάδα «καλλιγύναικα.» Κράτης δὲ Φωκέα ποιεῖ τὸν Φοίνικα, τεκμαιρόμενος ἐκ τοῦ κράνους τοῦ Μέγητος ὧι ἐχρήσατο ὁ Ὀδυσσεὺς κατὰ τὴν νυκτεγερσίαν, περὶ οὗ φησιν ὁ ποιητὴς ὅτι «ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο «ἐξέλετ᾽ Αὐτόλυκος, πυκινὸν δόμον ἀντιτορήσας.» Τόν τε γὰρ Ἐλεῶνα ἐν τῶι Παρνασσῶι πολίχνιον εἶναι, τόν τε Ὀρμενίδην Ἀμύντορα οὐκ ἄλλον τινὰ λέγεσθαι ἢ τὸν τοῦ Φοίνικος πατέρα, καὶ τὸν Αὐτόλυκον οἰκοῦντα ἐν τῶι Παρνασσῶι τοιχωρυχεῖν τὰ τῶν γειτόνων, ὅπερ κοινόν ἐστι τοιχωρύχου παντός, οὐ τὰ τῶν πόρρωθεν. ὁ δὲ Σκήψιός φησι μήτε Ἐλεῶνα μηδένα τόπον τοῦ Παρνασσοῦ δείκνυσθαι, ἀλλὰ Νεῶνα, καὶ ταύτην οἰκισθεῖσαν μετὰ τὰ Τρωικά, μήτ᾽ ἐκ γειτόνων τὰς τοιχωρυχίας γίνεσθαι μόνον. Καὶ ἄλλα δ᾽ ἐστὶν ἃ λέγοι τις ἄν, ἀλλ᾽ οὖν ὀκνῶ διατρίβειν ἐπὶ πλέον. ἄλλοι δὲ γράφουσιν ἐξ Ἑλεῶνος· Ταναγρικὴ δέ ἐστιν αὕτη· καὶ μᾶλλον ἐλέγχοι ἀτόπως ἂν λεγόμενον τό «φεῦγον ἔπειτ᾽ «ἀπάνευθε δι᾽ Ἑλλάδος, Φθίην δ᾽ ἐξικόμην.» ἡ δ᾽ Ὑπέρεια κρήνη ἐν μέσηι ἐστὶ τῆι Φεραίων πόλει Εὐμήλου οὔσηι· ἄτοπον τοίνυν δοῦναι Εὐρυπὖλωι. Τίτανος δ᾽ ἀπὸ τοῦ συμβεβηκότος ὠνομάσθη· λευκόγεων γάρ ἐστι τὸ χωρίον Ἄρνης πλησίον καὶ τῶν Ἀφἐτῶν· καὶ τὸ Ἀστέριον δ᾽ οὐκ ἄπωθεν τούτων ἐστί.

5.19

Συνεχεῖς δὲ τῆι μερίδι ταύτηι λέγονται οἱ ὑπὸ τῶι Πολυποίτηι «οἳ δ᾽ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο, Ὄρθην Ἠλώνην τε πόλιν τ᾽ Ὀλοοσσόνα λευκήν.» Ταύτην τὴν χώραν πρότερον μὲν ὤικουν Περραιβοί, τὸ πρὸς θαλάττηι μέρος νεμόμενοι καὶ τῶι Πηνειῶι μέχρι τῆς ἐκβολῆς αὐτοῦ καὶ Γυρτῶνος πόλεως Περραιβίδος. Εἶτα ταπεινώσαντες ἐκείνους Λαπίθαι κατέσχον αὐτοὶ τὰ χωρία, Ἰξίων καὶ ὁ υἱὸς Πειρίθους, ὃς καὶ τὸ Πήλιον κατεκτήσατο βιασάμενος τοὺς κατασχόντας Κενταύρους, ἄγριόν τι φῦλον. Τούτους μὲν οὖν «ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσε,» τοῖς δὲ Λαπίθαις τὰ πεδία παρέδωκε· τινὰ δ᾽ αὐτῶν καὶ οἱ Περραιβοὶ κατεῖχον, τὰ πρὸς τῶι Ὀλύμπωι· ἔστι δ᾽ ὅπου καὶ ὅλοι ἀναμὶξ τοῖς Λαπίθαις ὤικουν. ἡ μὲν οὖν Ἄργισσα, ἡ νῦν Ἄργουρα, ἐπὶ τῶι Πηνειῶι κεῖται· ὑπέρκειται δ᾽ αὐτῆς Ἄτραξ ἐν τετταράκοντα σταδίοις, τῶι ποταμῶι πλησιάζουσα καὶ αὕτη· τὴν δ᾽ ἀνὰ μέσον ποταμίαν εἶχον Περραιβοί. Ὄρθην δὲ τινὲς τὴν ἀκρόπολιν τῶν Φαλανναίων εἰρήκασιν· ἡ δὲ Φάλαννα Περραιβικὴ πόλις πρὸς τῶι Πηνειῶι πλησίον τῶν Τεμπῶν. Οἱ μὲν οὖν Περραιβοὶ καταδυναστευθέντες ὑπὸ τῶν Λαπιθῶν εἰς τὴν ὀρεινὴν ἀπανέστησαν οἱ πλείους τὴν περὶ Πίνδον καὶ Ἀθαμᾶνας καὶ Δόλοπας, τὴν δὲ χώραν καὶ τοὺς ὑπολειφθέντας τῶν Περραιβῶν κατέσχον Λαρισαῖοι, πλησίον μὲν οἰκοῦντες τοῦ Πηνειοῦ, γειτνιῶντες δ᾽ ἐκείνοις, νεμόμενοι δὲ τὰ εὐδαιμονέστατα μέρη τῶν πεδίων, πλὴν εἴ τι σφόδρα κοῖλον πρὸς τῆι λίμνηι τῆι Νεσσωνίδι, εἰς ἣν ὑπερκλύζων ὁ ποταμὸς ἀφηιρεῖτό τι τῆς ἀροσίμου τοὺς Λαρισαίους· ἀλλ᾽ ὕστερον παραχώμασιν ἐπηνώρθωσαν Λαρισαῖοι. Οὗτοι δ᾽ οὖν κατεῖχον τέως τὴν Περραιβίαν καὶ φόρους ἐπράττοντο, ἕως Φίλιππος κατέστη κύριος τῶν τόπων. Λάρισα δ᾽ ἐστὶ καὶ ἐν τῆι Ὄσσηι χωρίον· καὶ ἡ Κρεμαστή, ὑπό τινων δὲ Πελασγία λεγομένη· καὶ ἐν τῆι Κρήτηι πόλις ἡ νῦν εἰς Ἱεράπυτναν συνοικισθεῖσα, ἀφ᾽ ἧς καὶ τὸ ὑποκείμενον πεδίον νῦν Λαρίσιον καλεῖται· καὶ ἐν Πελοποννήσωι ἥ τε τῶν Ἀργείων ἄκρα καὶ ὁ τὴν Ἠλείαν ἀπὸ Δύμης διορίζων Λάρισος ποταμός. Θεόπομπος δὲ καὶ πόλιν λέγει ἐν τῆι αὐτῆι μεθορίαι κειμένην Λάρισαν· καὶ ἐν τῆι Ἀσίαι ἥ τε Φρικωνὶς ἡ περὶ τὴν Κύμην καὶ ἡ κατὰ Ἁμαξιτὸν τῆς Τρωιάδος· καὶ ἡ Ἐφεσία Λάρισά ἐστι καὶ ἐν Συρίαι· τῆς δὲ Μιτυλήνης ἀπὸ πεντήκοντα σταδίων εἰσὶ Λαρισαῖαι πέτραι κατὰ τὴν ἐπὶ Μηθύμνης ὁδόν· καὶ ἐν τῆι Ἀττικῆι δ᾽ ἐστὶ Λάρισα· καὶ τῶν Τράλλεων διέχουσα κώμη τριάκοντα σταδίους ὑπὲρ τῆς πόλεως ἐπὶ Καΰστρου πεδίον διὰ τῆς Μεσωγίδος ἰόντων κατὰ τὸ τῆς Ἰσοδρόμης Μητρὸς ἱερόν, ὁμοίαν τὴν θέσιν καὶ τὴν ἀρετὴν ἔχουσα τῆι Κρεμαστῆι Λαρίσηι· καὶ γὰρ εὔυδρος καὶ ἀμπελόφυτος· ἴσως δὲ καὶ ὁ Λαρίσιος Ζεὺς ἐκεῖθεν ἐπωνόμασται· καὶ ἐν τοῖς ἀριστεροῖς δὲ τοῦ Πόντου κώμη τις καλεῖται Λάρισα μεταξὺ Ναυλὁχου καὶ Ὀδησσοὖ πλησίον τῶν ἄκρων τοῦ Αἵμου. Καὶ Ὀλοσσὼν δὲ λευκὴ προσαγορευθεῖσα ἀπὸ τοῦ λευκάργιλος εἶναι, καὶ Ἠλώνη Περραιβικαὶ πόλεις, καὶ Γόννος. ἡ δ᾽ Ἠλώνη μετέβαλε τοὔνομα Λειμώνη μετονομασθεῖσα· κατέσκαπται δὲ νῦν· ἄμφω δ᾽ ὑπὸ τῶι Ὀλύμπωι κεῖνται οὐ πολὺ ἄπωθεν τοῦ Εὐρώπου ποταμοῦ, ὃν ὁ ποιητὴς Τιταρήσιον καλεῖ.

5.20

Λέγει δὲ καὶ περὶ τούτου καὶ περὶ τῶν Περραιβῶν ἐν τοῖς ἑξῆς ὁ ποιητὴς ὅταν φῆι «Γουνεὺς δ᾽ ἐκ Κύφου «ἦγε δύω καὶ εἴκοσι νῆας. Τῶι δ᾽ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί, οἳ περὶ Δωδώνην δυσχείμερον οἰκί᾽ ἔθεντο, ὁἵ τ᾽ ἀμφ᾽ ἱμερτὸν Τιταρήσιον «ἔργ᾽ ἐνέμοντο.» Λέγει μὲν οὖν τούτους τοὺς τόπους τῶν Περραιβῶν, ἀπὸ μέρους τῆς Ἑστιαιώτιδος ἐπειληφότας· ἦσαν δὲ καὶ ὑπὸ τῶι Πολυποίτηι ἐκ μέρους Περραιβικαί, τοῖς μέντοι Λαπίθαις προσένειμε διὰ τὸ ἀναμὶξ οἰκεῖν καὶ τὰ μὲν πεδία κατέχειν τοὺς Λαπίθας καὶ τὸ ἐνταῦθα Περραιβικὸν ὑπὸ τούτοις τετάχθαι ὡς ἐπὶ πλέον, τὰ δ᾽ ὀρεινότερα χωρία πρὸς τῶι Ὀλύμπωι καὶ τοῖς Τέμπεσι τοὺς Περραιβούς, καθάπερ τὸν Κύφον καὶ τὴν Δωδώνην καὶ τὰ περὶ τὸν Τιταρήσιον, ὃς ἐξ ὄρους Τιταρίου συμφυοῦς τῶι Ὀλύμπωι ῥέων εἰς τὰ πλησίον τῶν Τεμπῶν χωρία τῆς Περραιβίας αὐτοῦ που τὰς συμβολὰς ποιεῖται πρὸς τὸν Πηνειόν. Τὸ μὲν οὖν τοῦ Πηνειοῦ καθαρόν ἐστιν ὕδωρ, τὸ δὲ τοῦ Τιταρησίου λιπαρὸν ἔκ τινος ὕλης ὥστ᾽ οὐ συμμίσγεται «ἀλλά «τέ μιν καθύπερθεν ἐπιτρέχει ἠύτ᾽ ἔλαιον.» Διὰ δὲ τὸ ἀναμὶξ οἰκεῖν Σιμωνίδης Περραιβοὺς καὶ Λαπίθας καλεῖ τοὺς Πελασγιώτας ἅπαντας, τοὺς τὰ ἑῶια κατέχοντας τὰ περὶ Γυρτῶνα καὶ τὰς ἐκβολὰς τοῦ Πηνειοῦ καὶ Ὄσσαν καὶ Πήλιον καὶ τὰ περὶ Δημητριάδα καὶ τὰ ἐν τῶι πεδίωι, Λάρισαν Κραννῶνα Σκοτοῦσσαν Μόψιον Ἄτρακα, καὶ τὰ περὶ τὴν Νεσσωνίδα λίμνην καὶ τὴν Βοιβηίδα· ὧν ὁ ποιητὴς ὀλίγων μέμνηται διὰ τὸ μὴ οἰκισθῆναί πω τἆλλα ἢ φαύλως οἰκισθῆναι διὰ τοὺς κατακλυσμοὺς ἄλλοτ᾽ ἄλλους γινομένους· ἐπεὶ οὐδὲ τῆς Νεσσωνίδος μέμνηται λίμνης, ἀλλὰ τῆς Βοιβηίδος μόνον πολὺ ἐλάττονος οὔσης, ταύτης δὲ μόνης μενούσης, ἐκείνης δὲ ὡς εἰκὸς τοτὲ μὲν πληρουμένης ἀτάκτως, τοτὲ δ᾽ ἐκλειπομένης. Τῆς δὲ Σκοτούσσης ἐμνήσθημεν καὶ ἐν τοῖς περὶ Δωδώνης λόγοις καὶ τοῦ μαντείου τοῦ ἐν Θετταλίαι, διότι περὶ τοῦτον ὑπῆρξε τὸν τόπον. ἔστι δ᾽ ἐν τῆι Σκοτούσσηι χωρίον τι Κυνὸς κεφαλαὶ καλούμενον, περὶ ὃ Ῥωμαῖοι μετ᾽ Αἰτωλῶν καὶ Τίτος Κοΐντιος ἐνίκων μάχηι μεγάληι Φίλιππον τὸν Δημητρίου, Μακεδόνων βασιλέα.

5.21

Πέπονθε δέ τι τοιοῦτο καὶ ἡ Μαγνῆτις· κατηριθμημένων γὰρ ἤδη πολλῶν αὐτῆς τόπων οὐδένας τούτων ὠνόμακε Μάγνητας Ὅμηρος, ἀλλ᾽ ἐκείνους μόνους οὓς τυφλῶς καὶ οὐ γνωρίμως διασαφεῖ «οἳ περὶ «Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον ναίεσκον.» ἀλλὰ μὴν περὶ τὸν Πηνειὸν καὶ τὸ Πήλιον οἰκοῦσι καὶ οἱ τὴν Γυρτῶνα ἔχοντες, οὓς ἤδη κατέλεξε, καὶ τὸ Ὀρμένιον καὶ ἄλλοι πλείους, καὶ ἔτι ἀπωτέρω τοῦ Πηλίου ὅμως Μάγνητες ἦσαν ἀρξάμενοι ἀπὸ τῶν ὑπ᾽ Εὐμήλωι, κατά γε τοὺς ὕστερον ἀνθρώπους. ἐοίκασιν οὖν διὰ τὰς συνεχεῖς μεταστάσεις καὶ ἐξαλλάξεις τῶν πολιτειῶν καὶ ἐπιμίξεις συγχεῖν καὶ τὰ ὀνόματα καὶ τὰ ἔθνη, ὥστε τοῖς νῦν ἔσθ᾽ ὅτε ἀπορίαν παρέχειν, καθάπερ τοῦτο τὸ πρῶτον μὲν ἐπὶ Κραννῶνος καὶ τῆς Γυρτῶνος γεγένηται. Τοὺς μὲν γὰρ Γυρτωνίους Φλεγύας πρότερον ἐκάλουν ἀπὸ Φλεγύου τοῦ Ἰξίονος ἀδελφοῦ, τοὺς δὲ Κραννωνίους Ἐφύρους, ὥστε διαπορεῖν, ὅταν φῆι ὁ ποιητής «τὼ μὲν ἄρ᾽ ἐκ Θρήικης Ἐφύρους μέτα θωρήσσοντο ἠὲ μετὰ Φλεγύας μεγαλήτορας,» τίνας ποτὲ βούλεται λέγειν·

5.22

Ἔπειτα τοῦτο καὶ ἐπὶ τῶν Περραιβῶν καὶ τῶν Αἰνιάνων συνέβη· Ὅμηρος μὲν γὰρ συνέζευξεν αὐτοὺς ὡς πλησίον ἀλλήλων οἰκοῦντας· καὶ δὴ καὶ λέγεται ὑπὸ τῶν ὕστερον ἐπὶ χρόνον συχνὸν ἡ οἴκησις τῶν Αἰνιάνων ἐν τῶι Δωτίωι γενέσθαι πεδίωι, τοῦτο δ᾽ ἐστὶ πλησίον τῆς ἄρτι λεχθείσης Περραιβίας καὶ τῆς Ὄσσης καὶ ἔτι τῆς Βοιβηίδος λίμνης, ἐν μέσηι μέν πως τῆι Θετταλίαι λόφοις δὲ ἰδίοις περικλειόμενον, περὶ οὗ Ἡσίοδος οὕτως εἴρηκεν «ἢ οἵη Διδύμους ἱεροὺς ναίουσα κολωνοὺς Δωτίωι ἐν πεδίωι, πολυβότρυος ἄντ᾽ Ἀμύροιο, νίψατο Βοιβιάδος λίμνης πόδα «παρθένος ἀδμής.» Οἱ μὲν οὖν Αἰνιᾶνες οἱ πλείους εἰς τὴν Οἴτην ἐξηλάθησαν ὑπὸ τῶν Λαπιθῶν, κἀνταῦθα δὲ ἐδυνάστευσαν ἀφελόμενοι τῶν τε Δωριέων τινὰ μέρη καὶ τῶν Μαλιέων μέχρι Ἡρακλείας καὶ Ἐχίνου, τινὲς δ᾽ αὐτῶν ἔμειναν περὶ Κύφον, Περραιβικὸν ὄρος ὁμώνυμον κατοικίαν ἔχον. Οἱ δὲ Περραιβοὶ τινὲς μὲν συσταλέντες περὶ τὰ ἑσπέρια τοῦ Ὀλύμπου μέρη κατέμενον αὐτόθι πρόσχωροι ὄντες Μακεδόσι, τὸ δὲ πολὺ μέρος εἰς τὰ περὶ τὴν Ἀθαμανίαν ὄρη καὶ τὴν Πίνδον ἐξέπεσε· νυνὶ δὲ μικρὸν ἢ οὐδὲν αὐτῶν ἴχνος σώζεται. Τοὺς δ᾽ οὖν ὑπὸ τοῦ ποιητοῦ λεχθέντας Μάγνητας ὑστάτους ἐν τῶι Θετταλικῶι καταλόγωι νομιστέον τοὺς ἐντὸς τῶν Τεμπῶν ἀπὸ τοῦ Πηνειοῦ καὶ τῆς Ὄσσης ἕως Πηλίου, Μακεδόνων τοῖς Πιεριώταις ὁμόρους τοῖς ἔχουσι τὴν τοῦ Πηνειοῦ περαίαν μέχρι τῆς θαλάττης. Τὸ μὲν οὖν Ὁμόλιον ἢ τὴν Ὁμόλην λέγεται γὰρ ἀμφοτέρως ἀποδοτέον αὐτοῖς· εἴρηται δ᾽ ἐν τοῖς Μακεδονικοῖς ὅτι ἐστὶ πρὸς τῆι Ὄσσηι κατὰ τὴν ἀρχὴν τῆς τοῦ Πηνειοῦ διὰ τῶν Τεμπῶν διεκβολῆς. Εἰ δὲ καὶ μέχρι τῆς παραλίας προϊτέον τῆς ἐγγυτάτω τοῦ Ὁμολίου, λόγον ἔχει ὥστε καἶ τὸν Ῥιζοῦντα προσνέμειν καὶ Ἐρυμνὰς ἐν τῆι ὑπὸ Φιλοκτήτηι παραλίαι κειμένας καὶ τῆι ὑπὸ Εὐμήλωι. Τοῦτο μὲν οὖν ἐν ἀσαφεῖ κείσθω. Καὶ ἡ τάξις δὲ τῶν ἐφεξῆς τόπων μέχρι Πηνειοῦ οὐ διαφανῶς λέγεται, ἀδόξων δ᾽ ὄντων τῶν τόπων οὐδ᾽ ἡμῖν περὶ πολλοῦ θετέον. ἡ μέντοι Σηπιὰς ἀκτὴ καὶ τετραγώιδηται μετὰ ταῦτα καὶ ἐξύμνηται διὰ τὸν ἐνταῦθα ἀφανισμὸν τοῦ Περσικοῦ στόλου· ἔστι δ᾽ αὕτη μὲν ἀκτὴ πετρώδης, μεταξὺ δ᾽ αὐτῆς καὶ Κασθαναίας κώμης ὑπὸ τῶι Πηλίωι κειμένης αἰγιαλός ἐστιν, ἐν ὧι ὁ Ξέρξου στόλος ναυλοχῶν ἀπηλιώτου πολλοῦ πνεύσαντος ὁ μὲν εὐθὺς αὐτοῦ πρὸς τὸ ξηρὸν ἐξώκειλε καὶ διελύθη παραχρῆμα, ὁ δ᾽ εἰς Ἰπνοὺς τόπον τραχὺν τῶν περὶ τὸ Πήλιον παρενεχθεὶς ὁ δ᾽ εἰς Μελίβοιαν ὁ δ᾽ εἰς τὴν Κασθαναίαν διεφθάρη. Τραχὺς δ᾽ ἐστὶν ὁ παράπλους πᾶς ὁ τοῦ Πηλίου ὅσον σταδίων ὀγδοήκοντα· τοσοῦτος δ᾽ ἐστὶ καὶ τοιοῦτος καὶ ὁ τῆς Ὄσσης. Μεταξὺ δὲ κόλπος σταδίων πλειόνων ἢ διακοσίων, ἐν ὧι ἡ Μελίβοια. ὁ δὲ πᾶς ἀπὸ Δημητριάδος ἐγκολπίζοντι ἐπὶ τὸν Πηνειὸν μείζων τῶν χιλίων, ἆπὸ δὲ Σπἐρχειοῦ καὶ ἄλλων ὀκτακοσίων, ἀπὸ δὲ Εὐρίπου δισχιλίων τριακοσίων πεντήκοντα. Ἱερώνυμος δὲ τῆς πεδιάδος Θετταλίας καὶ Μαγνήτιδος τὸν κύκλον τρισχιλίων ἀποφαίνεται σταδίων, ὠικῆσθαι δ᾽ ὑπὸ Πελασγῶν, ἐξελαθῆναι δὲ τούτους εἰς τὴν Ἰταλίαν ὑπὸ Λαπιθῶν· εἶναι δὲ τὸ νῦν καλούμενον Πελασγικὸν πεδίον, ἐν ὦι Λάρισα καὶ Γυρτώνη καὶ Φεραὶ καὶ Μόψιον καὶ Βοιβηὶς καὶ Ὄσσα καὶ Ὁμόλη καὶ Πήλιον καὶ Μαγνῆτις· Μόψιον δ᾽ ὠνόμασται οὐκ ἀπὸ Μόψου τοῦ Μαντοῦς τῆς Τειρεσίου, ἀλλ᾽ ἀπὸ τοῦ Λαπίθου τοῦ συμπλεύσαντος τοῖς Ἀργοναύταις· ἄλλος δ᾽ ἐστὶ Μόψοπος, ἀφ᾽ οὗ ἡ Ἀττικὴ Μοψοπία.

5.23

Τὰ καθ᾽ ἕκαστα μὲν ταῦτα περὶ Θετταλίας, καθ᾽ ὅλου δ᾽ ὅτι Πυρραία πρότερον ἐκαλεῖτο ἀπὸ Πύρρας τῆς Δευκαλίωνος γυναικός, Αἱμονία δὲ ἀπὸ Αἵμονος, Θετταλία δὲ ἀπὸ Θετταλοῦ τοῦ Αἵμονος. ἔνιοι δὲ διελόντες δίχα τὴν μὲν πρὸς νότον λαχεῖν φασι Δευκαλίωνι καὶ καλέσαι Πανδώραν ἀπὸ τῆς μητρός, τὴν δ᾽ ἑτέραν Αἵμονι, ἀφ᾽ οὗ Αἱμονίαν λεχθῆναι· μετωνομάσθαι δὲ τὴν μὲν Ἑλλάδα ἀπὸ Ἕλληνος τοῦ Δευκαλίωνος, τὴν δὲ Θετταλίαν ἀπὸ τοῦ υἱοῦ Αἵμονος· τινὲς δὲ ἀπὸ Ἐφύρας τῆς Θεσπρωτίδος ἀπογόνους Ἀντίφου καὶ Φειδίππου, τῶν Θετταλοῦ τοῦ Ἡρακλέους, ἐπελθόντας ἀπὸ Θετταλοῦ τοῦ ἑαυτῶν προγόνου τὴν χώραν ὀνομάσαι. Εἴῥηταἶ δὲ καὶ Νεσσωνὶς ὀνομασθῆναί ποτε ἀπὸ Νέσσωνος τοῦ Θετταλοῦ, καθάπερ καὶ ἡ λίμνη.