Flavius Iosephus
ca. 38 - ca. 110
Ἱστορία Ἰουδαϊκοῦπολέμου πρὸς Ῥωμαίους
Βιβλίον ζʹ
|
|
___________________________________________________
|
|
VI
1. [163] Εἰς δὲ τὴν Ἰουδαίαν πρεσβευτὴς Λουκίλιος Βάσσος ἐκπεμφθεὶς καὶ τὴν στρατιὰν παρὰ Κερεαλίου Οὐετιλιανοῦ παραλαβὼν τὸ μὲν ἐν τῶι Ἡρωδείωι φρούριον προσηγάγετο μετὰ τῶν ἐχόντων, [164] μετὰ ταῦτα δὲ πᾶν ὅσον ἦν στρατιωτικὸν συναγαγών, πολὺ δ' ἦν κατὰ μέρη διηιρημένον, καὶ τῶν ταγμάτων τὸ δέκατον, ἔγνω στρατεύειν ἐπὶ Μαχαιροῦντα· πάνυ γὰρ ἦν ἀναγκαῖον ἐξαιρεθῆναι τὸ φρούριον, μὴ διὰ τὴν ὀχυρότητα πολλοὺς εἰς ἀποστασίαν ἐπαγάγηται. [165] καὶ γὰρ τοῖς κατέχουσι βεβαίαν ἐλπίδα σωτηρίας καὶ τοῖς ἐπιοῦσιν ὄκνον καὶ δέος ἡ τοῦ χωρίου φύσις ἦν παρασχεῖν ἱκανωτάτη. [166] αὐτὸ μὲν γὰρ τὸ τετειχισμένον πετρώδης ὄχθος ἐστὶν εἰς μήκιστον ὕψος ἐγηγερμένος, ὡς εἶναι καὶ διὰ τοῦτο δυσχείρωτος, μεμηχάνηται δ' ὑπὸ τῆς φύσεως εἶναι μηδὲ προσιτός· [167] φάραγξιν γὰρ πάντοθεν ἀσύνοπτον ἐχούσαις τὸ βάθος περιτετάφρευται, μήτε περαθῆναι ῥαιδίως δυναμέναις καὶ χωσθῆναι παντάπασιν ἀμηχάνοις. [168] ἡ μὲν γὰρ ἀπὸ τῆς ἑσπέρας περιτέμνουσα παρατείνει σταδίους ἑξήκοντα πέρας αὑτῆς τὴν Ἀσφαλτῖτιν ποιουμένη λίμνην· κατὰ τοῦτο δέ πηι καὶ αὐτὸς ὁ Μαχαιροῦς τὴν ὑψηλοτάτην ἔχει κορυφὴν ὑπερανίσχουσαν· [169] αἱ δ' ἀπὸ τῆς ἄρκτου καὶ μεσημβρίας φάραγγες μεγέθει μὲν ἀπολείπονται τῆς προειρημένης, ὁμοίως δ' εἰσὶν ἀμήχανοι πρὸς ἐπιχείρησιν. [170] τῆς δὲ πρὸς ἀνατολὴν φάραγγος τὸ μὲν βάθος οὐκ ἔλαττον ἑκατὸν εὑρίσκεται πήχεων, τέρμα δὲ γίνεται πρὸς ὄρος ἀπαντικρὺ κείμενον Μαχαιροῦντος.2. [171] Ταύτην τοῦ τόπου κατιδὼν τὴν φύσιν βασιλεὺς Ἰουδαίων Ἀλέξανδρος πρῶτος ἐπ' αὐτοῦ τειχίζει φρούριον, ὃ μετὰ ταῦτα Γαβίνιος Ἀριστοβούλωι πολεμῶν καθεῖλεν. [172] Ἡρώδηι δὲ βασιλεύοντι παντὸς ἔδοξε μᾶλλον ἐπιμελείας ἄξιον εἶναι καὶ κατασκευῆς ὀχυρωτάτης μάλιστα καὶ διὰ τὴν τῶν Ἀράβων γειτνίασιν· κεῖται γὰρ ἐν ἐπικαίρωι πρὸς τὴν ἐκείνων γῆν ἀποβλέπον. [173] μέγαν μὲν οὖν τόπον τείχεσιν καὶ πύργοις περιβαλὼν πόλιν ἐνταῦθα κατώικισεν, ἐξ ἧς ἄνοδος εἰς αὐτὴν ἔφερε τὴν ἀκρώρειαν. [174] οὐ μὴν ἀλλὰ καὶ περὶ αὐτὴν ἄνω τὴν κορυφὴν τεῖχος ἐδείματο καὶ πύργους ἐπὶ ταῖς γωνίαις ἕκαστον ἑξήκοντα πηχῶν ἀνέστησεν. [175] μέσον δὲ τοῦ περιβόλου βασίλειον ὠικοδομήσατο μεγέθει τε καὶ κάλλει τῶν οἰκήσεων πολυτελές, [176] πολλὰς δὲ καὶ δεξαμενὰς εἰς ὑποδοχὴν ὕδατος καὶ χορηγίαν ἄφθονον ἐν τοῖς ἐπιτηδειοτάτοις τῶν τόπων κατεσκεύασεν, ὥσπερ πρὸς τὴν φύσιν ἁμιλληθείς, ἵν' αὐτὸς τὸ κατ' ἐκείνην τοῦ τόπου δυσάλωτον ὑπερβάληται ταῖς χειροποιήτοις ὀχυρώσεσιν· [177] ἔτι γὰρ καὶ βελῶν πλῆθος καὶ μηχανημάτων ἐγκατέθετο καὶ πᾶν ἐπενόησεν ἑτοιμάσασθαι τὸ παρασχεῖν δυνάμενον τοῖς ἐνοικοῦσιν μηκίστης πολιορκίας καταφρόνησιν.3. [178] Ἐπεφύκει δ' ἐν τοῖς βασιλείοις πήγανον ἄξιον τοῦ μεγέθους θαυμάσαι· συκῆς γὰρ οὐδεμιᾶς ὕψους καὶ πάχους ἐλείπετο. [179] λόγος δὲ ἦν ἀπὸ τῶν Ἡρώδου χρόνων αὐτὸ διαρκέσαι, κἂν ἐπὶ πλεῖστον ἴσως ἔμεινεν, ἐξεκόπη δὲ ὑπὸ τῶν παραλαβόντων τὸν τόπον Ἰουδαίων. [180] τῆς φάραγγος δὲ τῆς κατὰ τὴν ἄρκτον περιεχούσης τὴν πόλιν Βαάρας ὀνομάζεταί τις τόπος, φύει ῥίζαν ὁμωνύμως λεγομένην αὐτῶι. [181] αὕτη φλογὶ μὲν τὴν χροίαν ἔοικε, περὶ δὲ τὰς ἑσπέρας σέλας ἀπαστράπτουσα τοῖς ἐπιοῦσι καὶ βουλομένοις λαβεῖν αὐτὴν οὐκ ἔστιν εὐχείρωτος, ἀλλ' ὑποφεύγει καὶ οὐ πρότερον ἵσταται, πρὶν ἄν τις οὖρον γυναικὸς ἢ τὸ ἔμμηνον αἷμα χέηι κατ' αὐτῆς. [182] οὐ μὴν ἀλλὰ καὶ τότε τοῖς ἁψαμένοις πρόδηλός ἐστι θάνατος, εἰ μὴ τύχοι τις αὐτὴν ἐκείνην ἐπενεγκάμενος τὴν ῥίζαν ἐκ τῆς χειρὸς ἀπηρτημένην. [183] ἁλίσκεται δὲ καὶ καθ' ἕτερον τρόπον ἀκινδύνως, ὅς ἐστι τοιόσδε· κύκλωι πᾶσαν αὐτὴν περιορύσσουσιν, ὡς εἶναι τὸ κρυπτόμενον τῆς ῥίζης βραχύτατον. [184] εἶτ' ἐξ αὐτῆς ἀποδοῦσι κύνα, κἀκείνου τῶι δήσαντι συνακολουθεῖν ὁρμήσαντος ἡ μὲν ἀνασπᾶται ῥαιδίως, θνήσκει δ' εὐθὺς ὁ κύων ὥσπερ ἀντιδοθεὶς τοῦ μέλλοντος τὴν βοτάνην ἀναιρήσεσθαι· φόβος γὰρ οὐδεὶς τοῖς μετὰ ταῦτα λαμβάνουσιν. [185] ἔστι δὲ μετὰ τοσούτων κινδύνων διὰ μίαν ἰσχὺν περισπούδαστος· τὰ γὰρ καλούμενα δαιμόνια, ταῦτα δὲ πονηρῶν ἐστιν ἀνθρώπων πνεύματα τοῖς ζῶσιν εἰσδυόμενα καὶ κτείνοντα τοὺς βοηθείας μὴ τυγχάνοντας, αὕτη ταχέως ἐξελαύνει, κἂν προσενεχθῆι μόνον τοῖς νοσοῦσι. [186] ῥέουσι δὲ καὶ θερμῶν ὑδάτων πηγαὶ κατὰ τὸν τόπον πολὺ τὴν γεῦσιν ἀλλήλων διαφέρουσαι· πικραὶ μὲν γὰρ αὐτῶν τινές εἰσιν, αἱ δὲ γλυκύτητος οὐδὲν ἀπολείπουσαι. [187] πολλαὶ δὲ καὶ ψυχρῶν ὑδάτων ἀναδόσεις οὐ μόνον ἐν τῶι χθαμαλωτέρωι τὰς πηγὰς παραλλήλους ἔχουσαι, [188] ἀλλ' ὡς ἂν καὶ μᾶλλόν τις θαυμάσειε, σπήλαιον γάρ τι πλησίον ὁρᾶται κοιλότητι μὲν οὐ βαθύ, τῆι πέτραι δὲ προυχούσηι σκεπόμενον· [189] ταύτης ἄνωθεν ὡσανεὶ μαστοὶ δύο ἀνέχουσιν ἀλλήλων ὀλίγωι διεστῶτες, καὶ ψυχροτάτην μὲν ἅτερος πηγήν, ἅτερος δὲ θερμοτάτην ἐκδίδωσιν, αἳ μισγόμεναι ποιοῦσι λουτρὸν ἥδιστον παιώνιόν τε νοσημάτων, πολλῶι δὲ μάλιστα νεύρων ἄκεσιν. ἔχει δὲ ὁ τόπος καὶ θείου καὶ στυπτηρίας μέταλλα.4. [190] Βάσσος δὲ περισκεψάμενος τὸ χωρίον ἔγνω ποιεῖσθαι τὴν πρόσοδον χωννὺς τὴν φάραγγα τὴν πρὸς ταῖς ἀνατολαῖς καὶ τῶν ἔργων εἴχετο, σπουδὴν ποιούμενος ἧι τάχος ἐξᾶραι τὸ χῶμα καὶ δι' αὐτοῦ ῥαιδίαν ποιῆσαι τὴν πολιορκίαν. [191] οἱ δ' ἔνδον ἀπειλημμένοι τῶν Ἰουδαίων αὐτοὶ καθ' ἑαυτοὺς ἀπὸ τῶν ξένων διακριθέντες ἐκείνους μὲν ἠνάγκασαν, ὄχλον ἄλλως εἶναι νομίζοντες, ἐν τῆι κάτω πόλει παραμένειν καὶ τοὺς κινδύνους προεκδέχεσθαι, [192] τὸ δ' ἄνω φρούριον αὐτοὶ καταλαβόντες εἶχον καὶ διὰ τὴν ἰσχὺν τῆς ὀχυρότητος καὶ προνοίαι τῆς σωτηρίας αὐτῶν· τεύξεσθαι γὰρ ἀφέσεως ὑπελάμβανον, εἰ τὸ χωρίον Ῥωμαίοις ἐγχειρίσειαν. [193] πείραι δὲ πρότερον ἐβούλοντο τὰς ὑπὲρ τοῦ διαφεύξεσθαι τὴν πολιορκίαν ἐλπίδας ἐλέγξαι. διὰ τοῦτο καὶ προθύμως ἐποιοῦντο τὰς ἐξόδους ἀνὰ πᾶσαν ἡμέραν, καὶ τοῖς χοῦσι συμπλεκόμενοι πολλοὶ μὲν ἔθνησκον, πολλοὺς δὲ τῶν Ῥωμαίων ἀνήιρουν. [194] ἀεὶ δὲ τὸ κρατεῖν ὁ καιρὸς ἐβράβευεν ἑκατέροις τὸ πλέον, τοῖς μὲν Ἰουδαίοις, εἰ πρὸς ἀφυλακτοτέρους προσπέσοιεν, τοῖς δὲ ἐπὶ τῶν χωμάτων προϊδομένοις, εἰ τὴν ἐκδρομὴν αὐτῶν δέχοιντο πεφραγμένως. [195] ἀλλ' οὐκ ἐν τούτοις ἔμελλεν γενήσεσθαι τὸ πέρας τῆς πολιορκίας, ἔργον δέ τι πραχθὲν ἐκ συντυχίας παράλογον τῆς παραδόσεως τοῦ φρουρίου τὴν ἀνάγκην ἐπέστησε τοῖς Ἰουδαίοις. [196] ἦν ἐν τοῖς πολιορκουμένοις νεανίας τολμῆσαί τε θρασὺς καὶ κατὰ χεῖρα δραστήριος, Ἐλεάζαρος ὄνομα· [197] γεγόνει δὲ οὗτος ἐν ταῖς ἐκδρομαῖς ἐπιφανὴς τοὺς πολλοὺς ἐξιέναι καὶ κωλύειν τὴν χῶσιν παρακαλῶν καὶ κατὰ τὰς μάχας πολλὰ καὶ δεινὰ τοὺς Ῥωμαίους διατιθείς, τοῖς δὲ σὺν αὐτῶι τολμῶσιν ἐπεκτρέχειν ῥαιδίαν μὲν τὴν προσβολὴν τιθέμενος, ἀκίνδυνον δὲ παρέχων τὴν ἀναχώρησιν τῶι τελευταῖος ἀπιέναι. [198] καὶ δή ποτε τῆς μάχης διακριθείσης καὶ γεγονυίας ἀμφοτέρων ἀναχωρήσεως αὐτὸς ἅτε δὴ περιφρονῶν καὶ νομίζων οὐκ ἂν ἔτι τῶν πολεμίων οὐδένα τότε μάχης ἄρξειν, μείνας τῶν πυλῶν ἔξω τοῖς ἐπὶ τοῦ τείχους διελάλει καὶ πᾶς πρὸς ἐκείνοις τὴν διάνοιαν ἦν. [199] ὁρᾶι δὲ τὸν καιρὸν τοῦ Ῥωμαϊκοῦ τις στρατοπέδου Ῥοῦφος, γένος Αἰγύπτιος, καὶ μηδενὸς ἂν προσδοκήσαντος ἐξαίφνης ἐπιδραμὼν σὺν αὐτοῖς ἀράμενος αὐτὸν τοῖς ὅπλοις, ἕως κατεῖχε τοὺς ἀπὸ τῶν τειχῶν ἰδόντας ἔκπληξις, φθάνει τὸν ἄνδρα μεταθεὶς πρὸς τὸ Ῥωμαίων στρατόπεδον. [200] τοῦ δὲ στρατηγοῦ κελεύσαντος γυμνὸν διαλαβεῖν αὐτὸν καὶ καταστήσαντας εἰς τὸ φανερώτατον τοῖς ἐκ τῆς πόλεως ἀποβλέπουσι μάστιξιν αἰκίζεσθαι, σφόδρα τοὺς Ἰουδαίους τὸ περὶ τὸν νεανίαν πάθος συνέχεεν, ἀθρόα τε ἡ πόλις ἀνώιμωξε, καὶ θρῆνος ἦν μείζων ἢ καθ' ἑνὸς ἀνδρὸς συμφοράν. [201] τοῦτο συνιδὼν ὁ Βάσσος κατὰ τῶν πολεμίων ἀρχὴν ἐποιήσατο στρατηγήματος, καὶ βουληθεὶς αὐτῶν ἐπιτεῖναι τὸ περιαλγές, ἵνα βιασθῶσιν ἀντὶ τῆς σωτηρίας τἀνδρὸς ποιήσασθαι τοῦ φρουρίου παράδοσιν, τῆς ἐλπίδος οὐ διήμαρτεν. [202] ὁ μὲν γὰρ προσέταξε καταπηγνύναι σταυρὸν ὡς αὐτίκα κρεμῶν τὸν Ἐλεάζαρον, τοῖς δὲ ἀπὸ τοῦ φρουρίου τοῦτο θεασαμένοις ὀδύνη τε πλείων προσέπεσε, καὶ διωλύγιον ἀνώιμωζον οὐκ ἀνασχετὸν εἶναι τὸ πάθος βοῶντες. [203] ἐνταῦθα δὴ τοίνυν Ἐλεάζαρος ἱκέτευεν αὐτοὺς μήτε αὐτὸν περιιδεῖν ὑπομείναντα θανάτων τὸν οἴκτιστον καὶ σφίσιν αὐτοῖς τὴν σωτηρίαν παρασχεῖν τῆι Ῥωμαίων εἴξαντας ἰσχύι καὶ τύχηι μετὰ πάντας ἤδη κεχειρωμένους. [204] οἱ δὲ καὶ πρὸς τοὺς ἐκείνου λόγους κατακλώμενοι καὶ πολλῶν ἔνδον ὑπὲρ αὐτοῦ δεομένων, ἦν γὰρ ἐκ μεγάλης καὶ σφόδρα πολυανθρώπου συγγενείας, παρὰ τὴν αὐτῶν φύσιν εἰς οἶκτον ἐνέδωκαν· [205] καί τινας ἐξαποστείλαντες κατὰ τάχος διελέγοντο ποιεῖσθαι τὴν παράδοσιν τοῦ φρουρίου ἀξιοῦντες, ἵν' ἀδεεῖς ἀπαλλάττωνται κομισάμενοι τὸν Ἐλεάζαρον. [206] δεξαμένων δὲ τῶν Ῥωμαίων καὶ τοῦ στρατηγοῦ ταῦτα, τὸ πλῆθος τῶν ἐν τῆι κάτω πόλει τὴν γεγενημένην ἰδίαι τοῖς Ἰουδαίοις πυθόμενοι σύμβασιν αὐτοὶ κατὰ νύκτα λαθόντες ἔγνωσαν ἀποδρᾶναι. [207] τὰς πύλας δὲ αὐτῶν ἀνοιξάντων παρὰ τῶν τὴν ὁμολογίαν πεποιημένων πρὸς τὸν Βάσσον ἧκεν μήνυσις, εἴτ' οὖν τῆς σωτηρίας αὐτοῖς φθονησάντων εἴτε [καὶ] διὰ δέος, μὴ τὴν αἰτίαν αὐτοὶ λάβωσι τῆς ἐκείνων ἀποδράσεως. [208] οἱ μὲν οὖν ἀνδρειότατοι τῶν ἐξιόντων ἔφθασαν διεκπαίσασθαι καὶ διαφυγεῖν, τῶν δ' ἔνδον καταλειφθέντων ἄνδρες μὲν ἀνηιρέθησαν ἐπὶ τοῖς χιλίοις ἑπτακόσιοι, γύναια δὲ καὶ παῖδες ἠνδραποδίσθησαν. [209] τὰς δὲ πρὸς τοὺς παραδόντας τὸ φρούριον ὁμολογίας οἰόμενος δεῖν ὁ Βάσσος διαφυλάττειν αὐτούς τε ἀφίησιν καὶ τὸν Ἐλεάζαρον ἀπέδωκε.5. [210] Ταῦτα δὲ διοικησάμενος ἠπείγετο τὴν στρατιὰν ἄγων ἐπὶ τὸν προσαγορευόμενον Ἰάρδην δρυμόν· πολλοὶ γὰρ εἰς αὐτὸν ἠγγέλθησαν ἠθροῖσθαι τῶν κατὰ τὰς πολιορκίας πρότερον ἔκ τε Ἱεροσολύμων καὶ Μαχαιροῦντος ἀποδράντων. [211] ἐλθὼν οὖν ἐπὶ τὸν τόπον καὶ γνοὺς τὴν ἀγγελίαν οὐκ ἐψευσμένην πρῶτον μὲν τοῖς ἱππεῦσιν ἅπαν κυκλοῦται τὸ χωρίον, ὅπως τοῖς διεκπαίεσθαι τολμῶσιν τῶν Ἰουδαίων ἄπορος ἡ φυγὴ γίνηται διὰ τοὺς ἱππέας· τοὺς δὲ πεζοὺς ἐκέλευσεν δενδροτομεῖν τὴν ὕλην, εἰς ἣν καταπεφεύγεσαν. [212] καθίστανται δὲ διὰ τοῦτο πρὸς ἀνάγκην οἱ Ἰουδαῖοι τοῦ δρᾶν τι γενναῖον ὡς ἐκ παραβόλου ἀγωνίσασθαι τάχα ἂν καὶ διαφυγόντες, ἀθρόοι δὲ καὶ μετὰ βοῆς ἄιξαντες ἐνέπιπτον τοῖς κεκυκλωμένοις. [213] οἱ δ' αὐτοὺς ἐδέχοντο καρτερῶς, καὶ πολλῆι τῶν μὲν ἀπονοίαι τῶν δὲ φιλονεικίαι χρωμένων χρόνος μὲν οὐκ ὀλίγος διὰ τοῦτο τῆι μάχηι προύβη, τέλος δ' αὐτῆς οὐχ ὅμοιον ἀπέβη τοῖς ἀγωνισαμένοις. [214] Ῥωμαίων μὲν γὰρ δώδεκα τοὺς πάντας συνέβη πεσεῖν ὀλίγους τε τρωθῆναι, Ἰουδαίων δὲ ἐκ τῆς μάχης ταύτης οὐδεὶς διέφυγεν, ἀλλ' ὄντες οὐκ ἐλάττους τρισχιλίων πάντες ἀπέθανον, [215] καὶ ὁ στρατηγὸς αὐτῶν Ἰούδας ὁ τοῦ Ἀρεῖ παῖς, περὶ οὗ πρότερον εἰρήκαμεν ὅτι τάξεως ἡγούμενός τινος ἐν τῆι πολιορκίαι τῶν Ἱεροσολύμων κατά τινας διαδὺς τῶν ὑπονόμων ἔλαθεν ἀποδράς.6. [216] Περὶ δὲ τὸν αὐτὸν καιρὸν ἐπέστειλε Καῖσαρ Βάσσωι καὶ Λαβερίωι Μαξίμωι, οὗτος δὲ ἦν ἐπίτροπος, κελεύων πᾶσαν γῆν ἀποδόσθαι τῶν Ἰουδαίων. [217] οὐ γὰρ κατώικισεν ἐκεῖ πόλιν ἰδίαν αὑτῶι τὴν χώραν φυλάττων, ὀκτακοσίοις δὲ μόνοις ἀπὸ τῆς στρατιᾶς διαφειμένοις χωρίον ἔδωκεν εἰς κατοίκησιν, ὃ καλεῖται μὲν Ἀμμαοῦς, ἀπέχει δὲ τῶν Ἱεροσολύμων σταδίους τριάκοντα. [218] φόρον δὲ τοῖς ὁπουδηποτοῦν οὖσιν Ἰουδαίοις ἐπέβαλεν δύο δραχμὰς ἕκαστον κελεύσας ἀνὰ πᾶν ἔτος εἰς τὸ Καπετώλιον φέρειν, ὥσπερ πρότερον εἰς τὸν ἐν Ἱεροσολύμοις νεὼν συνετέλουν. καὶ τὰ μὲν Ἰουδαίων τότε τοιαύτην εἶχε κατάστασιν. |