Flavius Iosephus
ca. 38 - ca. 110
Ἱστορία Ἰουδαϊκοῦπολέμου πρὸς Ῥωμαίους
Βιβλίον ζʹ
|
|
___________________________________________________
|
|
V
1. [96] Τίτος δὲ Καῖσαρ χρόνον μέν τινα διέτριβεν ἐν Βηρυτῶι, καθὰ προειρήκαμεν, ἐκεῖθεν δὲ ἀναζεύξας καὶ δι' ὧν ἤιει πόλεων τῆς Συρίας ἐν πάσαις θεωρίας τε συντελῶν πολυτελεῖς καὶ τῶν Ἰουδαίων τοὺς αἰχμαλώτους εἰς ἐπίδειξιν τῆς ἑαυτῶν ἀπωλείας ἀποχρώμενος, θεᾶται κατὰ τὴν πορείαν ποταμοῦ φύσιν ἀξίαν ἱστορηθῆναι. [97] ῥεῖ μὲν γὰρ μέσος Ἀρκέας τῆς Ἀγρίππα βασιλείας καὶ Ῥαφανέας, ἔχει δὲ θαυμαστὴν ἰδιότητα· [98] πολὺς γὰρ ὤν, ὅτε ῥεῖ, καὶ κατὰ τὴν φορὰν οὐ σχολαῖος, ἔπειτα δὲ πᾶς ἐκ τῶν πηγῶν ἐπιλείπων ἓξ ἡμερῶν ἀριθμὸν ξηρὸν παραδίδωσιν ὁρᾶν τὸν τόπον· [99] εἶθ' ὥσπερ οὐδεμιᾶς γενομένης μεταβολῆς ὅμοιος κατὰ τὴν ἑβδόμην ἐκδίδωσι, καὶ ταύτην ἀεὶ τὴν τάξιν ἀκριβῶς τετήρηται διαφυλάττων· ὅθεν δὴ καὶ Σαββατικὸν αὐτὸν κεκλήκασιν ἀπὸ τῆς ἱερᾶς τῶν Ἰουδαίων ἑβδόμης οὕτως ὀνομάσαντες.2. [100] Ὁ δὲ τῶν Ἀντιοχέων δῆμος ἐπεὶ πλησίον ὄντα Τίτον ἐπυνθάνοντο, μένειν μὲν ἐντὸς τειχῶν ὑπὸ χαρᾶς οὐχ ὑπέμενον, ἔσπευδον δὲ ἐπὶ τὴν ὑπάντησιν· [101] καὶ τριάκοντα σταδίων ἐπὶ πλέον προῆλθον οὐκ ἄνδρες μόνον ἀλλὰ καὶ γυναικῶν πλῆθος ἅμα παισὶ τῆς πόλεως ἐκχεόμενοι. [102] κἀπειδήπερ ἐθεάσαντο προσιόντα, παρὰ τὴν ὁδὸν ἑκατέρωθεν καταστάντες τάς τε δεξιὰς προύτεινον προσαγορεύοντες καὶ παντοίοις ἐπιφημίσμασι χρώμενοι συνυπέστρεφον· [103] συνεχὴς δὲ ἦν αὐτῶν παρὰ πάσας ἅμα τὰς εὐφημίας δέησις ἐκβαλεῖν τῆς πόλεως τοὺς Ἰουδαίους. [104] Τίτος μὲν οὖν οὐδὲν ἐνέδωκεν πρὸς ταύτην τὴν δέησιν, ἀλλ' ἡσυχῆ τῶν λεγομένων ἐπήκουεν· ἐπ' ἀδήλωι δὲ τῶι τί φρονεῖ καὶ τί ποιήσει πολὺς καὶ χαλεπὸς τοῖς Ἰουδαίοις ὁ φόβος ἦν· [105] οὐδὲ γὰρ ὑπέμεινεν ἐν Ἀντιοχείαι Τίτος, ἀλλ' εὐθὺς ἐπὶ τὸ Ζεῦγμα τὸ κατὰ τὸν Εὐφράτην συνέτεινε τὴν πορείαν, ἔνθα δὴ καὶ παρὰ τοῦ Πάρθων βασιλέως Βολογέσου πρὸς αὐτὸν ἧκον στέφανον χρυσοῦν ἐπὶ τῆι κατὰ τῶν Ἰουδαίων νίκηι κομίζοντες. [106] ὃν δεξάμενος εἱστία τοὺς βασιλικούς, κἀκεῖθεν εἰς τὴν Ἀντιόχειαν ἐπανέρχεται. [107] τῆς δὲ βουλῆς καὶ τοῦ δήμου τῶν Ἀντιοχέων πολλὰς ποιησαμένων δεήσεις ἐλθεῖν εἰς τὸ θέατρον αὐτόν, ἐν ὧι πᾶν τὸ πλῆθος ἠθροισμένον ἐξεδέχετο, φιλανθρώπως ὑπήκουσε. [108] πάλιν δ' αὐτῶν σφόδρα λιπαρῶς ἐγκειμένων καὶ συνεχῶς δεομένων ἐξελάσαι τῆς πόλεως τοὺς Ἰουδαίους, εὔστοχον ἐποιήσατο τὴν ἀπόκρισιν, [109] εἰπών «ἀλλ' ἥ γε πατρὶς αὐτῶν, εἰς ἣν ἐκβαλεῖν ἐχρῆν ὄντας Ἰουδαίους, ἀνήιρηται, καὶ δέξαιτ' ἂν οὐδεὶς αὐτοὺς ἔτι τόπος.» [110] ἐπὶ δευτέραν οὖν Ἀντιοχεῖς τρέπονται δέησιν τῆς προτέρας ἀποστάντες· τὰς γὰρ χαλκᾶς ἠξίουν δέλτους ἀνελεῖν αὐτόν, ἐν αἷς γέγραπται τὰ δικαιώματα τῶν Ἰουδαίων. [111] οὐ μὴν οὐδὲ τοῦτο Τίτος ἐπένευσεν αὐτοῖς, ἀλλ' ἐάσας πάντα κατὰ χώραν τοῖς ἐπ' Ἀντιοχείας Ἰουδαίοις ὡς πρότερον εἶχον εἰς Αἴγυπτον ἀπηλλάττετο. [112] καὶ κατὰ τὴν πορείαν τοῖς Ἱεροσολύμοις προσελθὼν καὶ τὴν λυπρὰν ἐρημίαν βλεπομένην ἀντιτιθεὶς τῆι ποτε τῆς πόλεως λαμπρότητι, καὶ τὸ μέγεθος τῶν ἐρρηγμένων κατασκευασμάτων καὶ τὸ πάλαι κάλλος εἰς μνήμην βαλλόμενος, ὤικτειρε τῆς πόλεως τὸν ὄλεθρον, [113] οὐχ ὥσπερ ἄν τις αὐχῶν ὅτι τηλικαύτην οὖσαν καὶ τοσαύτην εἷλε κατὰ κράτος, ἀλλὰ πολλάκις ἐπαρώμενος τοῖς αἰτίοις τῆς ἀποστάσεως ὑπάρξασι καὶ ταύτην ἐπὶ τῆι πόλει τὴν τιμωρίαν γενέσθαι παρασκευάσασιν· οὕτως ἔκδηλος ἦν οὐκ ἂν θελήσας ἐκ τῆς συμφορᾶς τῶν κολασθέντων γενέσθαι τῆς ἀρετῆς τὴν ἐπιφάνειαν. [114] τοῦ δὲ πολλοῦ πλούτου τῆς πόλεως ἔτι κἀν τοῖς ἐρειπίοις οὐκ ὀλίγον μέρος ἀνηυρίσκετο· [115] τὰ μὲν γὰρ πολλὰ ἀνέσκαπτον οἱ Ῥωμαῖοι, τὰ πλείω δὲ ἐκ μηνύσεως τῶν αἰχμαλώτων ἀνηιροῦντο, χρυσόν τε καὶ ἄργυρον καὶ τῆς ἄλλης τὰ τιμιώτατα κατασκευῆς, ἅπερ οἱ κεκτημένοι πρὸς τὰς ἀδήλους τοῦ πολέμου τύχας κατὰ γῆς ἀποτεθησαυρίκεσαν.3. [116] Τίτος δὲ τὴν προκειμένην ποιούμενος πορείαν ἐπ' Αἴγυπτον καὶ τὴν ἔρημον ἧι τάχιστα διανύσας ἧκεν εἰς Ἀλεξάνδρειαν, [117] καὶ πλεῖν ἐπὶ τῆς Ἰταλίας διεγνωκὼς δυοῖν αὐτῶι ταγμάτων συνηκολουθηκότων ἑκάτερον ὅθεν περ ἀφῖκτο πάλιν ἀπέστειλεν, εἰς μὲν τὴν Μυσίαν τὸ πέμπτον, εἰς Παννονίαν δὲ τὸ πεντεκαιδέκατον. [118] τῶν αἰχμαλώτων δὲ τοὺς μὲν ἡγεμόνας Σίμωνα καὶ Ἰωάννην, τόν τ' ἄλλον ἀριθμὸν ἑπτακοσίους ἄνδρας ἐπιλέξας μεγέθει τε καὶ κάλλει σωμάτων ὑπερβάλλοντας, προσέταξεν εἰς τὴν Ἰταλίαν αὐτίκα μάλα κομίζεσθαι βουλόμενος αὐτοὺς ἐν τῶι θριάμβωι παραγαγεῖν. [119] τοῦ πλοῦ δὲ αὐτῶι κατὰ νοῦν ἀνυσθέντος ὁμοίως μὲν ἡ Ῥώμη περὶ τὴν ὑποδοχὴν εἶχε καὶ τὰς ὑπαντήσεις ὥσπερ ἐπὶ τοῦ πατρός, λαμπρότερον δ' ἦν Τίτωι καὶ αὐτὸς ὁ πατὴρ ὑπαντῶν καὶ δεχόμενος. [120] τῶι δὲ πλήθει τῶν πολιτῶν δαιμόνιόν τινα τὴν χαρὰν παρεῖχε τὸ βλέπειν αὐτοὺς ἤδη τοὺς τρεῖς ἐν ταὐτῶι γεγονότας. [121] οὐ πολλῶν δὲ ἡμερῶν διελθουσῶν ἕνα καὶ κοινὸν ἔγνωσαν τὸν ἐπὶ τοῖς κατωρθωμένοις ποιήσασθαι θρίαμβον, καίπερ ἑκατέρωι τῆς βουλῆς ἴδιον ψηφισαμένης. [122] προδιασαφηθείσης δὲ τῆς ἡμέρας ἐφ' ἧς ἔμελλεν ἡ πομπὴ γενήσεσθαι τῶν ἐπινικίων, οὐδεὶς οἴκοι καταλέλειπτο τῆς ἀμέτρου πληθύος ἐν τῆι πόλει, πάντες δὲ ὅπη καὶ στῆναι μόνον ἦν οἷον προεληλυθότες τοὺς τόπους κατειλήφεσαν, ὅσον τοῖς ὀφθησομένοις μόνον εἰς πάροδον ἀναγκαίαν καταλιπόντες.4. [123] Τοῦ δὲ στρατιωτικοῦ παντὸς ἔτι νύκτωρ κατὰ λόχους καὶ τάξεις ὑπὸ τοῖς ἡγεμόσι διεξωδευκότος καὶ περὶ θύρας ὄντος οὐ τῶν ἄνω βασιλείων ἀλλὰ πλησίον τοῦ τῆς Ἴσιδος ἱεροῦ, ἐκεῖ γὰρ ἀνεπαύοντο τῆς νυκτὸς ἐκείνης οἱ αὐτοκράτορες, [124] περὶ αὐτὴν ἀρχομένην ἤδη τὴν ἕω προΐασιν Οὐεσπασιανὸς καὶ Τίτος δάφνηι μὲν ἐστεφανωμένοι, πορφυρᾶς δ' ἐσθῆτας πατρίους ἀμπεχόμενοι, καὶ παρίασιν εἰς τοὺς Ὀκταουίας περιπάτους· [125] ἐνταῦθα γὰρ ἥ τε βουλὴ καὶ τὰ τέλη τῶν ἀρχόντων οἵ τε ἀπὸ τῶν τιμημάτων ἱππεῖς τὴν ἄφιξιν αὐτῶν ἀνέμενον. [126] πεποίητο δὲ βῆμα πρὸ τῶν στοῶν δίφρων αὐτοῖς ἐλεφαντίνων ἐπ' αὐτοῦ κειμένων, ἐφ' οὓς παρελθόντες ἐκαθέσθησαν, καὶ τὸ στρατιωτικὸν εὐθέως ἐπευφήμει πολλὰς αὐτοῖς τῆς ἀρετῆς μαρτυρίας ἀποδιδόντες ἅπαντες· κἀκεῖνοι χωρὶς ὅπλων ἦσαν ἐν ἐσθήσεσιν σηρικαῖς ἐστεφανωμένοι δάφναις. [127] δεξάμενος δ' αὐτῶν τὴν εὐφημίαν Οὐεσπασιανὸς ἔτι βουλομένων λέγειν τὸ τῆς σιγῆς ἐποιήσατο σύμβολον, [128] καὶ πολλῆς ἐκ πάντων ἡσυχίας γενομένης ἀναστὰς καὶ τῶι περιβλήματι τὸ πλέον τῆς κεφαλῆς μέρος ἐπικαλυψάμενος εὐχὰς ἐποιήσατο τὰς νενομισμένας· ὁμοίως δὲ καὶ Τίτος ηὔξατο. [129] μετὰ δὲ τὰς εὐχὰς εἰς κοινὸν ἅπασιν Οὐεσπασιανὸς βραχέα διαλεχθεὶς τοὺς μὲν στρατιώτας ἀπέλυσεν ἐπὶ τὸ νενομισμένον ἄριστον αὐτοῖς ὑπὸ τῶν αὐτοκρατόρων εὐτρεπίζεσθαι, [130] πρὸς δὲ τὴν πύλην αὐτὸς ἀνεχώρει τὴν ἀπὸ τοῦ πέμπεσθαι δι' αὐτῆς αἰεὶ τοὺς θριάμβους τῆς προσηγορίας ἀπ' αὐτῶν τετυχυῖαν. [131] ἐνταῦθα τροφῆς τε προαπογεύονται καὶ τὰς θριαμβικὰς ἐσθῆτας ἀμφιασάμενοι τοῖς τε παριδρυμένοις τῆι πύληι θύσαντες θεοῖς ἔπεμπον τὸν θρίαμβον διὰ τῶν θεάτρων διεξελαύνοντες, ὅπως εἴη τοῖς πλήθεσιν ἡ θέα ῥάιων.5. [132] Ἀμήχανον δὲ κατὰ τὴν ἀξίαν εἰπεῖν τῶν θεαμάτων ἐκείνων τὸ πλῆθος καὶ τὴν μεγαλοπρέπειαν ἐν ἅπασιν οἷς ἄν τις ἐπινοήσειεν ἢ τεχνῶν ἔργοις ἢ πλούτου μέρεσιν ἢ φύσεως σπανιότησιν· [133] σχεδὸν γὰρ ὅσα τοῖς πώποτε ἀνθρώποις εὐδαιμονήσασιν ἐκτήθη κατὰ μέρος ἄλλα παρ' ἄλλοις θαυμαστὰ καὶ πολυτελῆ, ταῦτα ἐπὶ τῆς ἡμέρας ἐκείνης ἀθρόα τῆς Ῥωμαίων ἡγεμονίας ἔδειξε τὸ μέγεθος. [134] ἀργύρου γὰρ καὶ χρυσοῦ καὶ ἐλέφαντος ἐν παντοίαις ἰδέαις κατασκευασμάτων ἦν ὁρᾶν οὐχ ὥσπερ ἐν πομπῆι κομιζόμενον πλῆθος, ἀλλ' ὡς ἂν εἴποι τις ῥέοντα ποταμόν, καὶ τὰ μὲν ἐκ πορφύρας ὑφάσματα τῆς σπανιωτάτης φερόμενα, τὰ δ' εἰς ἀκριβῆ ζωγραφίαν πεποικιλμένα τῆι Βαβυλωνίων τέχνηι· [135] λίθοι τε διαφανεῖς, οἱ μὲν χρυσοῖς ἐμπεπλεγμένοι στεφάνοις, οἱ δὲ κατ' ἄλλας ποιήσεις, τοσοῦτοι παρηνέχθησαν, ὥστε μαθεῖν ὅτι μάτην εἶναί τι τούτων σπάνιον ὑπειλήφαμεν. [136] ἐφέρετο δὲ καὶ θεῶν ἀγάλματα τῶν παρ' αὐτοῖς μεγέθεσι θαυμαστὰ καὶ κατὰ τὴν τέχνην οὐ παρέργως πεποιημένα, καὶ τούτων οὐδέν, ὅ τι μὴ τῆς ὕλης τῆς πολυτελοῦς, ζώιων τε πολλαὶ φύσεις παρήγοντο κόσμον οἰκεῖον ἁπάντων περικειμένων. [137] ἦν δὲ καὶ τὸ κομίζον ἕκαστα τούτων πλῆθος ἀνθρώπων ἁλουργαῖς ἐσθῆσι καὶ διαχρύσοις κεκοσμημένον, οἵ τ' εἰς αὐτὸ τὸ πομπεύειν διακριθέντες ἐξαίρετον εἶχον καὶ καταπληκτικὴν περὶ αὐτοὺς τοῦ κόσμου τὴν πολυτέλειαν. [138] ἐπὶ τούτοις οὐδὲ τὸν αἰχμάλωτον ἦν ἰδεῖν ὄχλον ἀκόσμητον, ἀλλ' ἡ τῶν ἐσθήτων ποικιλία καὶ τὸ κάλλος αὐτοῖς τὴν ἀπὸ τῆς κακώσεως τῶν σωμάτων ἀηδίαν ἔκλεπτε τῆς ὄψεως. [139] θαῦμα δ' ἐν τοῖς μάλιστα παρεῖχεν ἡ τῶν φερομένων πηγμάτων κατασκευή· καὶ γὰρ διὰ μέγεθος ἦν δεῖσαι τῶι βεβαίωι τῆς φορᾶς ἀπιστήσαντα, [140] τριώροφα γὰρ αὐτῶν πολλὰ καὶ τετρώροφα πεποίητο, καὶ τῆι πολυτελείαι τῆι περὶ τὴν κατασκευὴν ἦν ἡσθῆναι μετ' ἐκπλήξεως. [141] καὶ γὰρ ὑφάσματα πολλοῖς διάχρυσα περιβέβλητο, καὶ χρυσὸς καὶ ἐλέφας οὐκ ἀποίητος πᾶσι περιεπεπήγει. [142] διὰ πολλῶν δὲ μιμημάτων ὁ πόλεμος ἄλλος εἰς ἄλλα μεμερισμένος ἐναργεστάτην ὄψιν αὑτοῦ παρεῖχεν· [143] ἦν γὰρ ὁρᾶν χώραν μὲν εὐδαίμονα δηιουμένην, ὅλας δὲ φάλαγγας κτεινομένας πολεμίων, καὶ τοὺς μὲν φεύγοντας τοὺς δ' εἰς αἰχμαλωσίαν ἀγομένους, τείχη δ' ὑπερβάλλοντα μεγέθει μηχαναῖς ἐρειπόμενα καὶ φρουρίων ἁλισκομένας ὀχυρότητας καὶ πόλεων πολυανθρώπους περιβόλους κατ' ἄκρας ἐχομένους, [144] καὶ στρατιὰν ἔνδον τειχῶν εἰσχεομένην, καὶ πάντα φόνου πλήθοντα τόπον, καὶ τῶν ἀδυνάτων χεῖρας ἀνταίρειν ἱκεσίας, πῦρ τε ἐνιέμενον ἱεροῖς καὶ κατασκαφὰς οἴκων ἐπὶ τοῖς δεσπόταις, [145] καὶ μετὰ πολλὴν ἐρημίαν καὶ κατήφειαν ποταμοὺς ῥέοντας οὐκ ἐπὶ γῆν γεωργουμένην, οὐδὲ ποτὸν ἀνθρώποις ἢ βοσκήμασιν, ἀλλὰ διὰ τῆς ἐπιπανταχόθεν φλεγομένης· ταῦτα γὰρ Ἰουδαῖοι πεισομένους αὑτοὺς τῶι πολέμωι παρέδοσαν. [146] ἡ τέχνη δὲ καὶ τῶν κατασκευασμάτων ἡ μεγαλουργία τοῖς οὐκ ἰδοῦσι γινόμενα τότ' ἐδείκνυεν ὡς παροῦσι. [147] τέτακτο δ' ἐφ' ἑκάστωι τῶν πηγμάτων ὁ τῆς ἁλισκομένης πόλεως στρατηγὸς ὃν τρόπον ἐλήφθη. [148] πολλαὶ δὲ καὶ νῆες εἵποντο. λάφυρα δὲ τὰ μὲν ἄλλα χύδην ἐφέρετο, διέπρεπε δὲ πάντων τὰ ἐγκαταληφθέντα τῶι ἐν Ἱεροσολύμοις ἱερῶι, χρυσῆ τε τράπεζα τὴν ὁλκὴν πολυτάλαντος καὶ λυχνία χρυσῆ μὲν ὁμοίως πεποιημένη, τὸ δ' ἔργον ἐξήλλακτο τῆς κατὰ τὴν ἡμετέραν χρῆσιν συνηθείας. [149] ὁ μὲν γὰρ μέσος ἦν κίων ἐκ τῆς βάσεως πεπηγώς, λεπτοὶ δ' ἀπ' αὐτοῦ μεμήκυντο καυλίσκοι τριαίνης σχήματι παραπλησίαν τὴν θέσιν ἔχοντες, λύχνον ἕκαστος αὐτῶν ἐπ' ἄκρον κεχαλκευμένος· ἑπτὰ δ' ἦσαν οὗτοι τῆς παρὰ τοῖς Ἰουδαίοις ἑβδομάδος τὴν τιμὴν ἐμφανίζοντες. [150] ὅ τε νόμος ὁ τῶν Ἰουδαίων ἐπὶ τούτοις ἐφέρετο τῶν λαφύρων τελευταῖος. [151] ἐπὶ τούτοις παρήιεσαν πολλοὶ Νίκης ἀγάλματα κομίζοντες· ἐξ ἐλέφαντος δ' ἦν πάντων καὶ χρυσοῦ ἡ κατασκευή. [152] μεθ' ἃ Οὐεσπασιανὸς ἤλαυνε πρῶτος καὶ Τίτος εἵπετο, Δομετιανὸς δὲ παρίππευεν, αὐτός τε διαπρεπῶς κεκοσμημένος καὶ τὸν ἵππον παρέχων θέας ἄξιον.6. [153] Ἦν δὲ τῆς πομπῆς τὸ τέλος ἐπὶ τὸν νεὼ τοῦ Καπετωλίου Διός, ἐφ' ὃν ἐλθόντες ἔστησαν· ἦν γὰρ παλαιὸν πάτριον περιμένειν, μέχρις ἂν τὸν τοῦ στρατηγοῦ τῶν πολεμίων θάνατον ἀπαγγείληι τις. [154] Σίμων οὗτος ἦν ὁ Γιώρα, τότε πεπομπευκὼς ἐν τοῖς αἰχμαλώτοις, βρόχωι δὲ περιβληθεὶς εἰς τὸν ἐπὶ τῆς ἀγορᾶς ἐσύρετο τόπον αἰκιζομένων αὐτὸν ἅμα τῶν ἀγόντων· νόμος δ' ἐστὶ Ῥωμαίοις ἐκεῖ κτείνειν τοὺς ἐπὶ κακουργίαι θάνατον κατεγνωσμένους. [155] ἐπεὶ δ' ἀπηγγέλθη τέλος ἔχων καὶ πάντες εὐφήμησαν, ἤρχοντο τῶν θυσιῶν, ἃς ἐπὶ ταῖς νομιζομέναις καλλιερήσαντες εὐχαῖς ἀπήιεσαν εἰς τὸ βασίλειον. [156] καὶ τοὺς μὲν αὐτοὶ πρὸς εὐωχίαν ὑπεδέχοντο, τοῖς δ' ἄλλοις ἅπασιν εὐτρεπεῖς κατὰ τὸ οἰκεῖον αἱ τῆς ἑστιάσεως ἦσαν παρασκευαί. [157] ταύτην γὰρ τὴν ἡμέραν ἡ Ῥωμαίων πόλις ἑώρταζεν ἐπινίκιον μὲν τῆς κατὰ τῶν πολεμίων στρατείας, πέρας δὲ τῶν ἐμφυλίων κακῶν, ἀρχὴν δὲ τῶν ὑπὲρ τῆς εὐδαιμονίας ἐλπίδων.7. [158] Μετὰ δὲ τοὺς θριάμβους καὶ τὴν βεβαιοτάτην τῆς Ῥωμαίων ἡγεμονίας κατάστασιν Οὐεσπασιανὸς ἔγνω τέμενος Εἰρήνης κατασκευάσαι· ταχὺ δὲ δὴ μάλα καὶ πάσης ἀνθρωπίνης κρεῖττον ἐπινοίας ἐτετελείωτο. [159] τῆι γὰρ ἐκ τοῦ πλούτου χορηγίαι δαιμονίωι χρησάμενος ἔτι καὶ τοῖς ἔκπαλαι κατωρθωμένοις γραφῆς τε καὶ πλαστικῆς ἔργοις αὐτὸ κατεκόσμησεν· [160] πάντα γὰρ εἰς ἐκεῖνον τὸν νεὼ συνήχθη καὶ κατετέθη, δι' ὧν τὴν θέαν ἄνθρωποι πρότερον περὶ πᾶσαν ἐπλανῶντο τὴν οἰκουμένην, ἕως ἄλλο παρ' ἄλλοις ἦν κείμενον ἰδεῖν ποθοῦντες. [161] ἀνέθηκε δὲ ἐνταῦθα καὶ τὰ ἐκ τοῦ ἱεροῦ τῶν Ἰουδαίων χρυσᾶ κατασκευάσματα σεμνυνόμενος ἐπ' αὐτοῖς. [162] τὸν δὲ νόμον αὐτῶν καὶ τὰ πορφυρᾶ τοῦ σηκοῦ καταπετάσματα προσέταξεν ἐν τοῖς βασιλείοις ἀποθεμένους φυλάττειν. |