Pseudo-Apollodoros
floruit ca. 100 p. Chr. n.
Βιβλιοθήκη
Epitome 4v = epitoma Vaticanas = fragmenta Sabbaitica
|
||||
______________________________________________________________________________
|
||||
Ἐπιτόμη δʹ
s [1] Ἀχιλλεὺς δὲ μηνίων ἐπὶ τὸν πόλεμον οὐκ ἐξήιει διὰ Βρισηίδα ... τῆς θυγατρὸς Χρύσου τοῦ ἱερέως. διὸ θαρσήσαντες οἱ βάρβαροι ἐκ τῆς πόλεως προῆλθον. καὶ μονομαχεῖ Ἀλέξανδρος πρὸς Μενέλαον, Ἀλέξανδρον δὲ ἡττώμενον ἁρπάζει Ἀφροδίτη. Πάνδαρος δὲ τοξεύσας Μενέλαον τοὺς ὅρκους ἔλυσεν.
s [3] οἱ δὲ Ἕλληνες πρὸς τοῦ ναυστάθμου τεῖχος ποιοῦνται καὶ τάφρον, καὶ γενομένης μάχης ἐν τῶι πεδίωι οἱ Τρῶες τοὺς Ἕλληνας εἰς τὸ τεῖχος διώκουσιν· οἱ δὲ πέμπουσι πρὸς Ἀχιλλέα πρέσβεις Ὀδυσσέα καὶ Φοίνικα καὶ Αἴαντα, συμμαχεῖν ἀξιοῦντες καὶ Βρισηίδα καὶ ἄλλα δῶρα ὑπισχνούμενοι. [4] νυκτὸς δὲ ἐπιγενομένης κατασκόπους πέμπουσιν Ὀδυσσέα καὶ Διομήδην· οἱ δὲ ἀναιροῦσι Δόλωνα τὸν Εὐμήλου καὶ Ῥῆσον τὸν Θρᾶικα (ὃς πρὸ μιᾶς ἡμέρας παραγενόμενος Τρωσὶ σύμμαχος οὐ συμβαλὼν ἀπωτέρω τῆς Τρωικῆς δυνάμεως χωρὶς Ἕκτορος ἐστρατοπέδευσε) τούς τε περὶ αὐτὸν δώδεκα κοιμωμένους κτείνουσι καὶ τοὺς ἵππους ἐπὶ τὰς ναῦς ἄγουσι. [5] μεθ᾽ ἡμέραν δὲ ἰσχυρᾶς μάχης γενομένης, τρωθέντων Ἀγαμέμνονος καὶ Διομήδους Ὀδυσσέως Εὐρυπύλου Μαχάονος καὶ τροπῆς τῶν Ἑλλήνων γενομένης, Ἕκτωρ ῥήξας τὸ τεῖχος εἰσέρχεται καὶ ἀναχωρήσαντος Αἴαντος πῦρ ἐμβάλλει ταῖς ναυσίν.[6] ὡς δὲ εἶδεν Ἀχιλλεὺς τὴν Πρωτεσιλάου ναῦν καιομένην, ἐκπέμπει Πάτροκλον καθοπλίσας τοῖς ἰδίοις ὅπλοις μετὰ τῶν Μυρμιδόνων, δοὺς αὐτῶι τοὺς ἵππους. ἰδόντες δὲ αὐτὸν οἱ Τρῶες καὶ νομίσαντες Ἀχιλλέα εἶναι εἰς φυγὴν τρέπονται. καταδιώξας δὲ αὐτοὺς εἰς τὸ τεῖχος πολλοὺς ἀναιρεῖ, ἐν οἷς καὶ Σαρπηδόνα τὸν Διός, καὶ ὑφ᾽ Ἕκτορος ἀναιρεῖται, τρωθεὶς πρότερον ὑπὸ Εὐφόρβου. [7] μάχης δὲ ἰσχυρᾶς γενομένης περὶ τοῦ νεκροῦ, μόλις Αἴας ἀριστεύσας σώζει τὸ σῶμα. Ἀχιλλεὺς δὲ τὴν ὀργὴν ἀποθέμενος καὶ τὴν Βρισηίδα κομίζεται. καὶ πανοπλίας αὐτῶι κομισθείσης παρὰ Ἡφαίστου, καθοπλισάμενος ἐπὶ τὸν πόλεμον ἐξέρχεται, καὶ συνδιώκει τοὺς Τρῶας ἐπὶ τὸν Σκάμανδρον, κἀκεῖ πολλοὺς μὲν ἄλλους ἀναιρεῖ, κτείνει δὲ καὶ Ἀστεροπαῖον τὸν Πηλεγόνος τοῦ Ἀξιοῦ ποταμοῦ· καὶ αὐτῶι λάβρος ὁ ποταμὸς ἐφορμᾶι. καὶ τούτου μὲν ὁ Ἥφαιστος τὰ ῥεῖθρα ἀναξηραίνει πολλῆι φλογὶ διώξας, ὁ δ᾽ Ἀχιλλεὺς Ἕκτορα ἐκ μονομαχίας ἀναιρεῖ καὶ ἐξάψας αὐτοῦ τὰ σφυρὰ ἐκ τοῦ ἅρματος σύρων ἐπὶ τὰς ναῦς παραγίνεται. καὶ θάψας Πάτροκλον ἐπ᾽ αὐτῶι ἀγῶνα τίθησιν, ἐν ὧι νικᾶι ἵπποις Διομήδης, Ἐπειὸς πυγμῆι, Αἴας καὶ Ὀδυσσεὺς πάληι. μετὰ δὲ τὸν ἀγῶνα παραγενόμενος Πρίαμος πρὸς Ἀχιλλέα λυτροῦται τὸ Ἕκτορος σῶμα καὶ θάπτει. |