BIBLIOTHECA AUGUSTANA

 

Pseudo-Apollodoros

floruit ca. 100 p. Chr. n.

 

Βιβλιοθήκη

 

Epitome 3

v = epitoma Vaticana

s = fragmenta Sabbaitica

 

______________________________________________________________________________

 

 

 

Ἐπιτόμη γʹ

 

s [1] Αὖθις δὲ Ἑλένην Ἀλέξανδρος ἁρπάζει, ὥς τινες λέγουσι κατὰ βούλησιν Διός, ἵνα Εὐρώπης καὶ Ἀσίας εἰς πόλεμον ἐλθούσης ἡ θυγάτηρ αὐτοῦ ἔνδοξος γένηται, ἢ καθάπερ εἶπον ἄλλοι ὅπως τὸ τῶν ἡμιθέων γένος ἀρθῆι.

v (XI.) [2] Ὅτι μῆλον περὶ κάλλους Ἔρις ἐμβάλλει Ἥραι καὶ Ἀθηνᾶι καὶ Ἀφροδίτηι, καὶ κελεύει Ζεὺς Ἑρμῆν εἰς Ἴδην πρὸς Ἀλέξανδρον ἄγειν, ἵνα ὑπ᾽ ἐκείνου διακριθῶσιν. αἱ δὲ ἐπαγγέλλονται δῶρα δώσειν Ἀλεξάνδρωι, Ἥρα μὲν πασῶν προκριθεῖσα βασιλείαν πάντων, Ἀθηνᾶ δὲ πολέμου νίκην, Ἀφροδίτη δὲ γάμον Ἑλένης. ὁ δὲ Ἀφροδίτην προκρίνει καὶ πηξαμένου Φερέκλου νῆας εἰς Σπάρτην ἐκπλέει. [3] ἐφ᾽ ἡμέρας δ᾽ ἐννέα ξενισθεὶς παρὰ Μενελάωι, τῆι δεκάτηι πορευθέντος εἰς Κρήτην ἐκείνου κηδεῦσαι τὸν μητροπάτορα Κατρέα, πείθει τὴν Ἑλένην ἀπαγαγεῖν σὺν ἑαυτῶι. ἡ δὲ ἐνναέτη Ἑρμιόνην καταλιποῦσα, ἐνθεμένη τὰ πλεῖστα τῶν χρημάτων, ἀνάγεται τῆς νυκτὸς σὺν αὐτῶι. [4] Ἥρα δὲ αὐτοῖς ἐπιπέμπει χειμῶνα πολύν, ὑφ᾽ οὗ βιασθέντες προσίσχουσι Σιδῶνι. εὐλαβούμενος δὲ Ἀλέξανδρος μὴ διωχθῆι, πολὺν διέτριψε χρόνον ἐν Φοινίκηι καὶ Κύπρωι. ὡς δὲ ἀπήλπισε τὴν δίωξιν, ἧκεν εἰς Τροίαν μετὰ Ἑλένης. [5] ἔνιοι δέ φασιν Ἑλένην μὲν ὑπὸ Ἑρμοῦ κατὰ βούλησιν Διὸς κομισθῆναι κλαπεῖσαν εἰς Αἴγυπτον καὶ δοθεῖσαν Πρωτεῖ τῶι βασιλεῖ τῶν Αἰγυπτίων φυλάττειν, Ἀλέξανδρον δὲ παραγενέσθαι εἰς Τροίαν πεποιημένον ἐκ νεφῶν εἴδωλον Ἑλένης ἔχοντα. 

 

s [2] διὰ δὴ τούτων μίαν αἰτίαν μῆλον περὶ κάλλους Ἔρις ἐμβάλλει Ἥραι καὶ Ἀθηνᾶι καὶ Ἀφροδίτηι, καὶ κελεύει <Ζεὺς> Ἑρμῆν εἰς Ἴδην πρὸς Ἀλέξανδρον ἄγειν, ἵνα ὑπ᾽ ἐκείνου διακριθῶσι. αἱ δὲ ἐπαγγέλλονται δῶρα δώσειν Ἀλεξάνδρωι, Ἥρα μὲν πασῶν προκριθεῖσα βασιλείαν πάντων, Ἀθηνᾶ δὲ πολέμου νίκην, Ἀφροδίτη δὲ γάμον Ἑλένης. ὁ δὲ Ἀφροδίτην προκρίνει καὶ πηξαμένου Φερέκλου ναῦς εἰς Σπάρτην ἐκπλέει. [3] ἐφ᾽ ἡμέρας δ᾽ ἐννέα ξενισθεὶς παρὰ Μενελάωι, τῆι δεκάτηι πορευθέντος εἰς Κρήτην ἐκείνου κηδεῦσαι τὸν μητροπάτορα Κατρέα, πείθει τὴν Ἑλένην ἀπαγαγεῖν σὺν ἑαυτῶι. ἡ δὲ ἐνναέτη Ἑρμιόνην καταλιποῦσα, ἐνθεμένη τὰ πλεῖστα τῶν χρημάτων, ἀνάγεται τῆς νυκτὸς σὺν αὐτῶι. [4] Ἥρα δὲ αὐτοῖς ἐπιπέμπει χειμῶνα πολύν, ὑφ᾽ οὗ βιασθέντες προσίσχουσι Σιδῶνι. εὐλαβούμενος δὲ Ἀλέξανδρος μὴ διωχθῆι, πολὺν διέτριψε χρόνον ἐν Φοινίκηι καὶ Κύπρωι. ὡς δὲ ἀπήλπισε τὴν δίωξιν, ἧκεν εἰς Τροίαν μετὰ Ἑλένης. [5] ἔνιοι δέ φασιν Ἑλένην μὲν ὑπὸ Ἑρμοῦ κατὰ βούλησιν Διὸς κομισθῆναι κλαπεῖσαν εἰς Αἴγυπτον καὶ δοθεῖσαν Πρωτεῖ τῶι βασιλεῖ τῶν Αἰγυπτίων φυλάττειν, Ἀλέξανδρον δὲ παραγενέσθαι εἰς Τροίαν πεποιημένον ἐκ νεφῶν εἴδωλον Ἑλένης ἔχοντα.

s [6] Μενέλαος δὲ αἰσθόμενος τὴν ἁρπαγὴν ἧκεν εἰς Μυκήνας πρὸς Ἀγαμέμνονα, καὶ δεῖται στρατείαν ἐπὶ Τροίαν ἀθροίζειν καὶ στρατολογεῖν τὴν Ἑλλάδα. ὁ δὲ πέμπων κήρυκα πρὸς ἕκαστον τῶν βασιλέων τῶν ὅρκων ὑπεμίμνησκεν ὧν ὤμοσαν, καὶ περὶ τῆς ἰδίας γυναικὸς ἕκαστον ἀσφαλίζεσθαι παρήινει, ἴσην λέγων γεγενῆσθαι τὴν τῆς Ἑλλάδος καταφρόνησιν καὶ κοινήν. ὄντων δὲ πολλῶν προθύμων στρατεύεσθαι, παραγίνονται καὶ πρὸς Ὀδυσσέα εἰς Ἰθάκην.

v (XII.) [7] Ὅτι Ὀδυσσεὺς μὴ βουλόμενος στρατεύεσθαι προσποιεῖται μανίαν· Παλαμήδης δὲ ὁ Ναυπλίου ἤλεγξε τὴν μανίαν ψευδῆ, καὶ προσποιησαμένωι μεμηνέναι παρηκολούθει· ἁρπάσας δὲ Τηλέμαχον ἐκ τοῦ κόλπου τῆς Πηνελόπης ὡς κτενῶν ἐξιφούλκει. Ὀδυσσεὺς δὲ περὶ τοῦ παιδὸς εὐλαβηθεὶς ὡμολόγησε τὴν προσποίητον μανίαν καὶ στρατεύεται.

 

s [7] ὁ δὲ οὐ βουλόμενος στρατεύεσθαι προσποιεῖται μανίαν. Παλαμήδης δὲ ὁ Ναυπλίου ἤλεγξε τὴν μανίαν ψευδῆ, καὶ προσποιησαμένου μεμηνέναι παρηκολούθει. ἁρπάσας δὲ Τηλέμαχον ἐκ τοῦ Πηνελόπης κόλπου ὡς κτενῶν ἐξιφούλκει. Ὀδυσσεὺς δὲ περὶ τοῦ παιδὸς εὐλαβηθεὶς ὡμολόγησε τὴν προσποίητον μανίαν καὶ στρατεύεται.

v (XIV.) [8] Ὅτι Ὀδυσσεὺς λαβὼν αἰχμάλωτον Φρύγα ἠνάγκασε γράψαι περὶ προδοσίας ὡς παρὰ Πριάμου πρὸς Παλαμήδην· καὶ χώσας ἐν ταῖς σκηναῖς αὐτοῦ χρυσὸν τὴν δέλτον ἔρριψεν ἐν τῶι στρατοπέδωι. Ἀγαμέμνων δὲ ἀναγνοὺς καὶ εὑρὼν τὸν χρυσόν, τοῖς συμμάχοις αὐτὸν ὡς προδότην παρέδωκε καταλεῦσαι.

(XIII.) [9] Ὅτι Μενέλαος σὺν Ὀδυσσεῖ καὶ Ταλθυβίωι πρὸς Κινύραν εἰς Κύπρον ἐλθόντες συμμαχεῖν ἔπειθον· ὁ δὲ Ἀγαμέμνονι μὲν οὐ παρόντι θώρακας ἐδωρήσατο, ὀμόσας δὲ πέμψειν πεντήκοντα ναῦς, μίαν πέμψας, ἧς ἦρχεν ... ὁ Μυγδαλίωνος, καὶ τὰς λοιπὰς ἐκ γῆς πλάσας μεθῆκεν εἰς τὸ πέλαγος. 

(XV.) [10] Ὅτι θυγατέρες Ἀνίου τοῦ Ἀπόλλωνος Ἐλαῒς Σπερμὼ Οἰνώ, αἱ Οἰνότροφοι λεγόμεναι· αἷς ἐχαρίσατο Διόνυσος ποιεῖν ἐκ γῆς ἔλαιον σῖτον οἶνον. 

s [11] συνηθροίζετο δὲ ὁ στρατὸς ἐν Αὐλίδι. οἱ δὲ στρατεύσαντες ἐπὶ Τροίαν ἦσαν οἵδε. Βοιωτῶν μὲν ἡγεμόνες δέκα· ἦγον ναῦς μʹ. Ὀρχομενίων δʹ· ἦγον ναῦς λʹ. Φωκέων ἡγεμόνες δʹ· ἦγον ναῦς μʹ. Λοκρῶν Αἴας Ὀιλέως· ἦγε ναῦς μʹ. Εὐβοέων Ἐλεφήνωρ Χαλκώδοντος καὶ Ἀλκυόνης· ἦγε ναῦς μʹ. Ἀθηναίων Μενεσθεύς· ἦγε ναῦς νʹ. [12] Σαλαμινίων Αἴας ὁ Τελαμώνιος· ἦγε ναῦς ιβʹ. Ἀργείων Διομήδης Τυδέως καὶ οἱ σὺν αὐτῶι· ἦγον ναῦς πʹ. Μυκηναίων Ἀγαμέμνων Ἀτρέως καὶ Ἀερόπης ναῦς ρʹ. Λακεδαιμονίων Μενέλαος Ἀτρέως καὶ Ἀερόπης ξʹ. Πυλίων Νέστωρ Νηλέως καὶ Χλωρίδος ναῦς μʹ. Ἀρκάδων Ἀγαπήνωρ ναῦς ζʹ. Ἠλείων Ἀμφίμαχος καὶ οἱ σὺν αὐτῶι ναῦς μʹ. Δουλιχίων Μέγης Φυλέως ναῦς μʹ. Κεφαλλήνων Ὀδυσσεὺς Λαέρτου καὶ Ἀντικλείας ναῦς ιβʹ. Αἰτωλῶν Θόας Ἀνδραίμονος καὶ Γόργης· ἦγε ναῦς μʹ. [13] Κρητῶν Ἰδομενεὺς Δευκαλίωνος μʹ. Ῥοδίων Τληπόλεμος Ἡρακλέους καὶ Ἀστυόχης ναῦς θʹ. Συμαίων Νιρεὺς Χαρόπου ναῦς γʹ. Κώων Φείδιππος καὶ Ἄντιφος οἱ Θεσσαλοῦ λʹ. [14] Μυρμιδόνων Ἀχιλλεὺς Πηλέως καὶ Θέτιδος νʹ. ἐκ Φυλάκης Πρωτεσίλαος Ἰφίκλου μʹ. Φεραίων Εὔμηλος Ἀδμήτου ιαʹ. Ὀλιζώνων Φιλοκτήτης Ποίαντος ζʹ. Αἰνιάνων Γουνεὺς Ὠκύτου κβʹ. Τρικκαίων Ποδαλείριος ... λʹ. Ὀρμενίων Εὐρύπυλος ... ναῦς μʹ. Γυρτωνίων Πολυποίτης Πειρίθου λʹ. Μαγνήτων Πρόθοος Τενθρήδονος μʹ. νῆες μὲν οὖν αἱ πᾶσαι ͵αιγʹ, ἡγεμόνες δὲ μγʹ, ἡγεμόνειαι δὲ λʹ·

v (XVII.) [15] Ὅτι ὄντος ἐν Αὐλίδι τοῦ στρατεύματος, θυσίας γενομένης Ἀπόλλωνι, ὁρμήσας δράκων ἐκ τοῦ βωμοῦ παρὰ τὴν πλησίον πλάτανον, οὔσης ἐν αὐτῆι νεοττιᾶς, τοὺς ἐπ᾽ αὐτῆι καταναλώσας στρουθοὺς ὀκτὼ σὺν τῆι μητρὶ ἐνάτηι λίθος ἐγένετο. Κάλχας δὲ εἰπὼν κατὰ Διὸς βούλησιν γεγονέναι αὐτοῖς τὸ σημεῖον τοῦτο, τεκμηράμενος ἐκ τῶν γεγονότων ἔφη δεκαετεῖ χρόνωι δεῖν Τροίαν ἁλῶναι.

[16] Ὅτι Ἀγαμέμνων ἡγεμὼν τοῦ σύμπαντος στρατοῦ ἦν, ἐναυάρχει δ᾽ Ἀχιλλεὺς πεντεκαιδεκαέτης τυγχάνων.

 

s [15] θυσίας δὲ ἐν Αὐλίδι τῶι Ἀπόλλωνι, ὄντος ἐκεῖ τοῦ στρατεύματος, ὁρμήσας δράκων ἐκ τοῦ βωμοῦ παρὰ τὴν πλησίον πλάτανον, οὔσης ἐν αὐτῆι νεοττιᾶς, τοὺς ἐν αὐτῆι καταναλώσας στρουθοὺς ὀκτὼ σὺν τῆι μητρὶ ἐννάτηι λίθος ἐγένετο. Κάλχας δὲ εἰπὼν κατὰ Διὸς βούλησιν γεγονέναι αὐτοῖς τὸ σημεῖον τοῦτο, τεκμηράμενος ἐκ τῶν γεγονότων ἔφη δεκαετεῖ χρόνωι δεῖν Τροίαν ἁλῶναι. καὶ πλεῖν παρεσκευάζοντο ἐπὶ Τροίαν. [16] Ἀγαμέμνων οὖν αὐτὸς ἡγεμὼν τοῦ σύμπαντος στρατοῦ ἦν, ἐναυάρχει δ᾽ Ἀχιλλεὺς πεντεκαιδεκαέτης τυγχάνων.

v [17] ἀγνοοῦντες δὲ τὸν ἐπὶ Τροίαν πλοῦν Μυσίαι προσίσχουσι καὶ ταύτην ἐπόρθουν, Τροίαν νομίζοντες εἶναι. βασιλεύων δὲ Τήλεφος Μυσῶν, Ἡρακλέους παῖς, ἰδὼν τὴν χώραν λεηλατουμένην, τοὺς Μυσοὺς καθοπλίσας ἐπὶ τὰς ναῦς συνεδίωκε τοὺς Ἕλληνας καὶ πολλοὺς ἀπέκτεινεν, ἐν οἷς καὶ Θέρσανδρον τὸν Πολυνείκους ὑποστάντα. ὁρμήσαντος δὲ Ἀχιλλέως ἐπ᾽ αὐτὸν οὐ μείνας ἐδιώκετο· καὶ διωκόμενος ἐμπλακεὶς εἰς ἀμπέλου κλῆμα τὸν μηρὸν τιτρώσκεται δόρατι. [18] τῆς δὲ Μυσίας ἐξελθόντες Ἕλληνες ἀνάγονται, καὶ χειμῶνος ἐπιγενομένου σφοδροῦ διαζευχθέντες ἀλλήλων εἰς τὰς πατρίδας καταντῶσιν. ὑποστρεψάντων οὖν τῶν Ἑλλήνων τότε λέγεται τὸν πόλεμον εἰκοσαετῆ γενέσθαι· μετὰ γὰρ τὴν Ἑλένης ἁρπαγὴν ἔτει δευτέρωι τοὺς Ἕλληνας παρασκευασαμένους στρατεύεσθαι, ἀναχωρήσαντας δὲ ἀπὸ Μυσίας εἰς Ἑλλάδα μετὰ ἔτη ὀκτὼ πάλιν εἰς Ἄργος μεταστραφέντας ἐλθεῖν εἰς Αὐλίδα. 

[19] συνελθόντων δὲ αὐτῶν ἐν Ἄργει αὖθις μετὰ τὴν ῥηθεῖσαν ὀκταετίαν, ἐν ἀπορίαι τοῦ πλοῦ πολλῆι καθεστήκεσαν, καθηγεμόνα μὴ ἔχοντες, ὃς ἦν δυνατὸς δεῖξαι τὴν εἰς Τροίαν. [20] Τήλεφος δὲ ἐκ τῆς Μυσίας, ἀνίατον τὸ τραῦμα ἔχων, εἰπόντος αὐτῶι τοῦ Ἀπόλλωνος τότε τεύξεσθαι θεραπείας, ὅταν ὁ τρώσας ἰατρὸς γένηται, τρύχεσιν ἠμφιεσμένος εἰς Ἄργος ἀφίκετο, καὶ δεηθεὶς Ἀχιλλέως καὶ ὑπεσχημένος τὸν εἰς Τροίαν πλοῦν δεῖξαι θεραπεύεται ἀποξύσαντος Ἀχιλλέως τῆς Πηλιάδος μελίας τὸν ἰόν. θεραπευθεὶς οὖν ἔδειξε τὸν πλοῦν, τὸ τῆς δείξεως ἀσφαλὲς πιστουμένου τοῦ Κάλχαντος διὰ τῆς ἑαυτοῦ μαντικῆς.

v [21] ἀναχθέντων δὲ αὐτῶν ἀπ᾽ Ἄργους καὶ παραγενομένων τὸ δεύτερον εἰς Αὐλίδα,τὸν στόλον ἄπλοια κατεῖχε· Κάλχας δὲ ἔφη οὐκ ἄλλως δύνασθαι πλεῖν αὐτούς, εἰ μὴ τῶν Ἀγαμέμνονος θυγατέρων ἡ κρατιστεύουσα κάλλει σφάγιον Ἀρτέμιδι παραστῆι, διὰ τὸ μηνίειν τὴν θεὸν τῶι Ἀγαμέμνονι, ὅτι τε βαλὼν ἔλαφον εἶπεν· οὐδὲ ἡ Ἄρτεμις, 

 

καὶ ὅτι Ἀτρεὺς οὐκ ἔθυσεν αὐτῆι τὴν χρυσῆν ἄρνα. 

[22] πέμψας οὖν Ἀγαμέμνων πρὸς Κλυταιμνήστραν Ὀδυσσέα καὶ Ταλθύβιον ἄγει τὴν Ἰφιγένειαν, εἰπὼν ὑπεσχῆσθαι δώσειν αὐτὴν Ἀχιλλεῖ γυναῖκα μισθὸν τῆς στρατείας [αὐτοῦ]. 

 

ἀλλὰ ταύτην μὲν Ἄρτεμις ἁρπάσασα ἱέρειαν ἑαυτῆς εἰς Σκυθοταύρους κατέστησεν, ἔλαφον ἀντ᾽ αὐτῆς τῶι βωμῶι παραστήσασα. 

 

 

s [21] ἄπλοια κατεῖχε τὸν στόλον. Κάλχας δὲ ἔφη οὐκ ἄλλως δύνασθαι πλεῖν αὐτούς, εἰ μὴ τῶν Ἀγαμέμνονος θυγατέρων ἡ κρατιστεύουσα κάλλει σφάγιον Ἀρτέμιδος παραστῆι· ἔλεγε γὰρ μηνίσαι Ἀγαμέμνονι τὴν θεὸν, κατὰ μέν τινας ἐπεὶ κατὰ θήραν ἐν Ἰκαρίωι βαλὼν ἔλαφον εἶπεν οὐ δύνασθαι σωτηρίας αὐτὴν τυχεῖν οὐδ᾽ Ἄρτέμιδος θελούσης, κατὰ δέ τινας ὅτι τὴν χρυσῆν ἄρνα οὐκ ἔθυσεν αὐτῆι Ἀτρεὺς.

[22] τοῦ δὲ χρησμοῦ τούτου γενομένου, πέμψας Ἀγαμέμνων πρὸς Κλυταιμνήστραν Ὀδυσσέα καὶ Ταλθύβιον Ἰφιγένειαν ἤιτει, λέγων ὑπεσχῆσθαι δώσειν αὐτὴν Ἀχιλλεῖ γυναῖκα μισθὸν τῆς στρατείας. πεμψάσης δὲ ἐκείνης Ἀγαμέμνων τῶι βωμῶι παραστήσας ἔμελλε σφάζειν, Ἄρτεμις δὲ αὐτὴν ἁρπάσασα εἰς Ταύρους ἱέρειαν ἑαυτῆς κατέστησεν, ἔλαφον ἀντ᾽ αὐτῆς παραστήσασα τῶι βωμῶι· ὡς δὲ ἔνιοι λέγουσιν, ἀθάνατον αὐτὴν ἐποίησεν.

v [23] οἱ δὲ ἀναχθέντες ἐξ Αὐλίδος προσέσχον Τενέδωι. ταύτης ἐβασίλευε Τένης ὁ Κύκνου καὶ Προκλείας, ὡς δέ τινες Ἀπόλλωνος· οὗτος ὑπὸ τοῦ πατρὸς φυγαδευθεὶς ἐνταῦθα κατώικει. 

[24] Κύκνος γὰρ ἔχων ἐκ Προκλείας τῆς Λαομέδοντος παῖδα μὲν Τένην, θυγατέρα δὲ Ἡμιθέαν, ἐπέγημε τὴν Τραγάσου Φιλονόμην· ἥτις Τένου ἐρασθεῖσα καὶ μὴ πείθουσα καταψεύδεται πρὸς Κύκνον αὐτοῦ φθοράν, καὶ τούτου μάρτυρα παρεῖχεν αὐλητὴν Εὔμολπον ὄνομα. [25] Κύκνος δὲ πιστεύσας, ἐνθέμενος αὐτὸν μετὰ τῆς ἀδελφῆς εἰς λάρνακα μεθῆκεν εἰς τὸ πέλαγος· προσσχούσης δὲ αὐτῆς Λευκόφρυι νήσωι ἐκβὰς ὁ Τένης κατώικησε ταύτην καὶ ἀπ᾽ αὐτοῦ Τένεδον ἐκάλεσε. Κύκνος δὲ ὕστερον ἐπιγνοὺς τὴν ἀλήθειαν τὸν μὲν αὐλητὴν κατέλευσε, τὴν δὲ γυναῖκα ζῶσαν εἰς γῆν κατέχωσε. 

[26] προσπλέοντας οὖν Τενέδωι τοὺς Ἕλληνας ὁρῶν Τένης ἀπεῖργε βάλλων πέτρους, καὶ ὑπὸ Ἀχιλλέως ξίφει πληγεὶς κατὰ τὸ στῆθος θνήσκει, καίτοι Θέτιδος προειπούσης Ἀχιλλεῖ μὴ κτεῖναι Τένην· τεθνήξεσθαι γὰρ ὑπὸ Ἀπόλλωνος αὐτόν, ἐὰν κτείνηι Τένην. [27] τελούντων δὲ αὐτῶν Ἀπόλλωνι θυσίαν, ἐκ τοῦ βωμοῦ προσελθὼν ὕδρος δάκνει Φιλοκτήτην· ἀθεραπεύτου δὲ τοῦ ἕλκους καὶ δυσώδους γενομένου τῆς τε ὀδμῆς οὐκ ἀνεχομένου τοῦ στρατοῦ, Ὀδυσσεὺς αὐτὸν εἰς Λῆμνον μεθ᾽ ὧν εἶχε τόξων Ἡρακλείων ἐκτίθησι κελεύσαντος Ἀγαμέμνονος. ὁ δὲ ἐκεῖ τὰ πτηνὰ τοξεύων ἐπὶ τῆς ἐρημίας τροφὴν εἶχεν.

v [28] ἀναχθέντες δὲ ἀπὸ τῆς Τενέδου προσέπλεον Τροίαι, καὶ πέμπουσιν Ὀδυσσέα καὶ Μενέλαον τὴν Ἑλένην καὶ τὰ χρήματα ἀπαιτοῦντας. συναθροισθείσης δὲ παρὰ τοῖς Τρωσὶν ἐκκλησίας, οὐ μόνον τὴν Ἑλένην οὐκ ἀπεδίδουν ἀλλὰ καὶ τούτους κτείνειν ἤθελον. [29] ἀλλὰ τοὺς μὲν ἔσωσεν Ἀντήνωρ, οἱ δὲ Ἕλληνες, ἀχθόμενοι ἐπὶ τῆι τῶν βαρβάρων καταφρονήσει, ἀναλαβόντες τὴν πανοπλίαν ἔπλεον ἐπ᾽ αὐτούς. Ἀχιλλεῖ δὲ ἐπιστέλλει Θέτις πρῶτον μὴ ἀποβῆναι τῶν νεῶν· τὸν γὰρ ἀποβάντα πρῶτον μέλλειν τελευτήσειν.

 

 

[30] πρῶτος τοίνυν ἀπέβη τῆς νεὼς Πρωτεσίλαος, καὶ κτείνας οὐκ ὀλίγους τῶν βαρβάρων ὑφ᾽ Ἕκτορος θνήσκει. τούτου <ἡ> γυνὴ Λαοδάμεια καὶ μετὰ θάνατον ἤρα, καὶ ποιήσασα εἴδωλον Πρωτεσιλάωι παραπλήσιον τούτωι προσωμίλει.Ἑρμῆς δὲ ἐλεησάντων θεῶν ἀνήγαγε Πρωτεσίλαον ἐξ Ἅιδου. Λαοδάμεια δὲ ἰδοῦσα καὶ νομίσασα αὐτὸν ἐκ Τροίας παρεῖναι τότε μὲν ἐχάρη, πάλιν δὲ ἐπαναχθέντος εἰς Ἅιδου ἑαυτὴν ἐφόνευσεν.

 

s [28] ἀναχθέντες δὲ προσέπλεον Τροίαι, καὶ πέμπουσιν Ὀδυσσέα καὶ Μενέλαον τὴν Ἑλένην καὶ τὰ χρήματα αἰτοῦντες. συναθροισθείσης δὲ παρὰ τοῖς Τρωσὶν ἐκκλησίας, οὐ μόνον τὴν Ἑλένην οὐκ ἀπεδίδουν ἀλλὰ καὶ τούτους κτείνειν ἤθελον. [29] τούτους μὲν οὖν ἔσωσεν Ἀντήνωρ, οἱ δὲ Ἕλληνες ἀχθόμενοι τῶν βαρβάρων τὸν καταφρόνησιν, ἀναλαβόντες τὴν πανοπλίαν ἔπλεον ἐπ᾽ αὐτούς. Ἀχιλλεῖ δὲ ἐπιστέλλει Θέτις πρώτωι μὴ ἀποβῆναι τῶν νεῶν· τὸν γὰρ ἀποβάντα πρῶτον μέλλειν καὶ τελευτᾶν. πυθόμενοι δὲ οἱ βάρβαροι τὸν στόλον ἐπιπλεῖν, σὺν ὅπλοις ἐπὶ τὴν θάλασαν ὥρμησαν καὶ βάλλοντες πέτροις ἀποβῆναι ἐκώλυον. 

[30] τῶν δὲ Ἑλλήνων πρῶτος ἀπέβη τῆς νηὸς Πρωτεσίλαος, καὶ κτείνας οὐκ ὀλίγους ὑφ᾽ Ἕκτορος θνήσκει. τούτου <ἡ> γυνὴ Λαοδάμεια καὶ μετὰ θάνατον ἤρα, καὶ ποιήσασα εἴδωλον Πρωτεσιλάωι παραπλήσιον τούτωι προσωμίλει.

s [31] Πρωτεσιλάου δὲ τελευτήσαντος, ἐκβαίνει μετὰ Μυρμιδόνων Ἀχιλλεὺς καὶ λίθον <βα>λὼν εἰς τὴν κεφαλὴν Κύκνου κτείνει. ὡς δὲ τοῦτον νεκρὸν εἶδον οἱ βάρβαροι, φεύγουσιν εἰς τὴν πόλιν, οἱ δὲ Ἕλληνες ἐκπηδήσαντες τῶν νεῶν ἐνέπλησαν σωμάτων τὸ πεδίον. καὶ κατακλείσαντες τοὺς Τρῶας ἐπολιόρκουν· [32] ἀνέλκουσι δὲ τὰς ναῦς. μὴ θαρρούντων δὲ τῶν βαρβάρων, Ἀχιλλεὺς ἐνεδρεύσας Τρωίλον ἐν τῶι τοῦ Θυμβραίου Ἀπόλλωνος ἱερῶι φονεύει, καὶ νυκτὸς ἐλθὼν ἐπὶ τὴν πόλιν Λυκάονα λαμβάνει. παραλαβὼν δὲ Ἀχιλλεύς τινας τῶν ἀριστέων τὴν χώραν ἐπόρθει, καὶ παραγίνεται εἰς Ἴδην ἐπὶ τὰς Αἰνείου τοῦ Πριάμου βόας. φυγόντος δὲ αὐτοῦ, τοὺς βουκόλους κτείνας καὶ Μήστορα τὸν Πριάμου τὰς βόας ἐλαύνει. [33] αἱρεῖ δὲ καὶ Λέσβον καὶ Φώκαιαν, εἶτα Κολοφῶνα καὶ Σμύρναν καὶ Κλαζομενὰς καὶ Κύμην, μεθ᾽ ἃς Αἰγιαλὸν καὶ Τῆνον, [τὰς ἑκατὸν καλουμένας πόλεις·] εἶτα ἑξῆς Ἀδραμύτιον καὶ Σίδην, εἶτα Ἔνδιον καὶ Λιναῖον καὶ Κολώνην. αἱρεῖ δὲ καὶ Θήβας τὰς Ὑποπλακίας καὶ Λυρνησσόν, ἔτι δὲ καὶ <Ἄντ>ανδρον καὶ ἄλλας πολλάς. 

[34] ἐνναετοῦς δὲ χρόνου διελθόντος παραγίνονται τοῖς Τρωσὶ σύμμαχοι· ἐκ τῶν περιοίκων πόλεων Αἰνείας Ἀγχίσου καὶ σὺν αὐτῶι Ἀρχέλοχος καὶ Ἀκάμας Ἀντήνορος καὶ Θεανοῦς, Δαρδανίων ἡγούμενοι, Θραικῶν Ἀκάμας Εὐσώρου, Κικόνων Εὔφημος Τροιζήνου, Παιόνων Πυραίχμης, Παφλαγόνων Πυλαιμένης Βιλσάτου, [35] ἐκ Ζελίας Πάνδαρος Λυκάονος, ἐξ Ἀδραστείας Ἄδραστος καὶ Ἄμφιος Μέροπος, ἐκ δ᾽ Ἀρίσβης Ἄσιος Ὑρτάκου, ἐκ Λαρίσσης Ἱππόθοος &dagger;Πελασγοῦ&dagger;, ἐκ Μυσίας Χρόμιος καὶ Ἔννομος Ἀρσινόου, Ἀλιζώνων Ὀδίος καὶ Ἐπίστροφος Μηκιστέως, Φρυγῶν Φόρκυς καὶ Ἀσκάνιος Ἀρετάονος, Μαιόνων Μέσθλης καὶ Ἄντιφος Ταλαιμένους, Καρῶν Νάστης καὶ Ἀμφίμαχος Νομίονος, Λυκίων Σαρπηδὼν Διὸς καὶ Γλαῦκος Ἱππολόχου.