BIBLIOTHECA AUGUSTANA

 

Homeros

ca. 730 a. Chr. n.

 

 

 

Ὀ δ υ σ σ ε ί α η   η

 

Ὀδυσσέως εἴσοδος

πρὸς Ἀλκίνουν.

 

___________________________________________________

 

 

 

ς ὁ μὲν ἔνθ᾽ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,

κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.

ἡ δ᾽ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθ᾽ ἵκανε,

στῆσεν ἄρ᾽ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς

5

ἵσταντ᾽ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥ᾽ ὑπ᾽ ἀπήνης

ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.

αὐτὴ δ᾽ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ

γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,

τήν ποτ᾽ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·

10

Ἀλκινόωι δ᾽ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν

Φαιήκεσσιν ἄνασσε, θεοῦ δ᾽ ὣς δῆμος ἄκουεν·

ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.

ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.

 

καὶ τότ᾽ Ὀδυσσεὺς ὦρτο πόλινδ᾽ ἴμεν· ἀμφὶ δ᾽ Ἀθήνη

15

πολλὴν ἠέρα χεῦε φίλα φρονέουσ᾽ Ὀδυσῆι,

μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας

κερτομέοι τ᾽ ἐπέεσσι καὶ ἐξερέοιθ᾽ ὅτις εἴη.

ἀλλ᾽ ὅτε δὴ ἄρ᾽ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,

ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,

20

παρθενικῆι ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσηι.

στῆ δὲ πρόσθ᾽ αὐτοῦ, ὁ δ᾽ ἀνείρετο δῖος Ὀδυσσεύς·

 

ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο

Ἀλκινόου, ὃς τοῖσδε μετ᾽ ἀνθρώποισι ἀνάσσει;

καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδ᾽ ἱκάνω

25

τηλόθεν ἐξ ἀπίης γαίης· τῶι οὔ τινα οἶδα

ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.

 

τὸν δ᾽ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·

τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,

δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.

30

ἀλλ᾽ ἴθι σιγῆι τοῖον, ἐγὼ δ᾽ ὁδὸν ἡγεμονεύσω,

μηδέ τιν᾽ ἀνθρώπων προτιόσσεο μηδ᾽ ἐρέεινε.

οὐ γὰρ ξείνους οἵδε μάλ᾽ ἀνθρώπους ἀνέχονται,

οὐδ᾽ ἀγαπαζόμενοι φιλέουσ᾽ ὅς κ᾽ ἄλλοθεν ἔλθηι.

νηυσὶ θοῆισιν τοί γε πεποιθότες ὠκείηισι

35

λαῖτμα μέγ᾽ ἐκπερόωσιν, ἐπεί σφισι δῶκ᾽ ἐνοσίχθων·

τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.

 

ὣς ἄρα φωνήσασ᾽ ἡγήσατο Παλλὰς Ἀθήνη

καρπαλίμως· ὁ δ᾽ ἔπειτα μετ᾽ ἴχνια βαῖνε θεοῖο.

τὸν δ᾽ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν

40

ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη

εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν

θεσπεσίην κατέχευε φίλα φρονέουσ᾽ ἐνὶ θυμῶι.

θαύμαζεν δ᾽ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας

αὐτῶν θ᾽ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ

45

ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.

ἀλλ᾽ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθ᾽ ἵκοντο,

τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·

 

οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις

πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας

50

δαίτην δαινυμένους· σὺ δ᾽ ἔσω κίε, μηδέ τι θυμῶι

τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων

ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.

δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·

Ἀρήτη δ᾽ ὄνομ᾽ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων

55

τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.

Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων

γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,

ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,

ὅς ποθ᾽ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.

60

ἀλλ᾽ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δ᾽ αὐτός·

τῆι δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα

Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·

Ναυσίθοος δ᾽ ἔτεκεν Ῥηξήνορά τ᾽ Ἀλκίνοόν τε.

τὸν μὲν ἄκουρον ἐόντα βάλ᾽ ἀργυρότοξος Ἀπόλλων

65

νυμφίον ἐν μεγάρωι, μίαν οἴην παῖδα λιπόντα

Ἀρήτην· τὴν δ᾽ Ἀλκίνοος ποιήσατ᾽ ἄκοιτιν,

καί μιν ἔτισ᾽, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,

ὅσσαι νῦν γε γυναῖκες ὑπ᾽ ἀνδράσιν οἶκον ἔχουσιν.

ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν

70

ἔκ τε φίλων παίδων ἔκ τ᾽ αὐτοῦ Ἀλκινόοιο

καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες

δειδέχαται μύθοισιν, ὅτε στείχηισ᾽ ἀνὰ ἄστυ.

οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·

ἧισι τ᾽ ἐὺ φρονέηισι καὶ ἀνδράσι νείκεα λύει.

75

εἴ κέν τοι κείνη γε φίλα φρονέηισ᾽ ἐνὶ θυμῶι,

ἐλπωρή τοι ἔπειτα φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι

οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.

 

ὣς ἄρα φωνήσασ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη

πόντον ἐπ᾽ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,

80

ἵκετο δ᾽ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,

δῦνε δ᾽ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς

Ἀλκινόου πρὸς δώματ᾽ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ

ὥρμαιν᾽ ἱσταμένωι, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.

ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης

85

δῶμα καθ᾽ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.

χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατ᾽ ἔνθα καὶ ἔνθα,

ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·

χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·

σταθμοὶ δ᾽ ἀργύρεοι ἐν χαλκέωι ἕστασαν οὐδῶι,

90

ἀργύρεον δ᾽ ἐφ᾽ ὑπερθύριον, χρυσέη δὲ κορώνη.

χρύσειοι δ᾽ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,

οὓς Ἥφαιστος ἔτευξεν ἰδυίηισι πραπίδεσσι

δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,

ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.

95

ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατ᾽ ἔνθα καὶ ἔνθα,

ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθ᾽ ἐνὶ πέπλοι

λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.

ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο

πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.

100

χρύσειοι δ᾽ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν

ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,

φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.

πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες

αἱ μὲν ἀλετρεύουσι μύληις ἔπι μήλοπα καρπόν,

105

αἱ δ᾽ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν

ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·

καιρουσσέων δ᾽ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.

ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν

νῆα θοὴν ἐνὶ πόντωι ἐλαυνέμεν, ὣς δὲ γυναῖκες

110

ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη

ἔργα τ᾽ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.

ἔκτοσθεν δ᾽ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων

τετράγυος· περὶ δ᾽ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.

ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,

115

ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι

συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.

τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδ᾽ ἀπολείπει

χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλ᾽ αἰεὶ

Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.

120

ὄγχνη ἐπ᾽ ὄγχνηι γηράσκει, μῆλον δ᾽ ἐπὶ μήλωι,

αὐτὰρ ἐπὶ σταφυλῆι σταφυλή, σῦκον δ᾽ ἐπὶ σύκωι.

ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,

τῆς ἕτερον μὲν θειλόπεδον λευρῶι ἐνὶ χώρωι

τέρσεται ἠελίωι, ἑτέρας δ᾽ ἄρα τε τρυγόωσιν,

125

ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τ᾽ ὄμφακές εἰσιν

ἄνθος ἀφιεῖσαι, ἕτεραι δ᾽ ὑποπερκάζουσιν.

ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον

παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·

ἐν δὲ δύω κρῆναι ἡ μέν τ᾽ ἀνὰ κῆπον ἅπαντα

130

σκίδναται, ἡ δ᾽ ἑτέρωθεν ὑπ᾽ αὐλῆς οὐδὸν ἵησι

πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.

τοῖ᾽ ἄρ᾽ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.

 

ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.

αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῶι θηήσατο θυμῶι,

135

καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.

εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας

σπένδοντας δεπάεσσιν ἐυσκόπωι ἀργεϊφόντηι,

ὧι πυμάτωι σπένδεσκον, ὅτε μνησαίατο κοίτου.

αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς

140

πολλὴν ἠέρ᾽ ἔων, ἥν οἱ περίχευεν Ἀθήνη,

ὄφρ᾽ ἵκετ᾽ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.

ἀμφὶ δ᾽ ἄρ᾽ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,

καὶ τότε δή ῥ᾽ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.

οἱ δ᾽ ἄνεωι ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·

145

θαύμαζον δ᾽ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς·

 

Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,

σόν τε πόσιν σά τε γούναθ᾽ ἱκάνω πολλὰ μογήσας

τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν

ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος

150

κτήματ᾽ ἐνὶ μεγάροισι γέρας θ᾽ ὅ τι δῆμος ἔδωκεν·

αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδ᾽ ἱκέσθαι

θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.

 

ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπ᾽ ἐσχάρηι ἐν κονίηισιν

πὰρ πυρί· οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῆι.

155

ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,

ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν

καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·

ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·

Ἀλκίνο᾽, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,

160

ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπ᾽ ἐσχάρηι ἐν κονίηισιν,

οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.

ἄλλ᾽ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου

εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον

οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνωι

165

σπείσομεν, ὅς θ᾽ ἱκέτηισιν ἅμ᾽ αἰδοίοισιν ὀπηδεῖ·

δόρπον δὲ ξείνωι ταμίη δότω ἔνδον ἐόντων.

 

αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσ᾽ ἱερὸν μένος Ἀλκινόοιο,

χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην

ὦρσεν ἀπ᾽ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,

170

υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,

ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.

χέρνιβα δ᾽ ἀμφίπολος προχόωι ἐπέχευε φέρουσα

καλῆι χρυσείηι ὑπὲρ ἀργυρέοιο λέβητος,

νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.

175

σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,

εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων.

αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.

καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·

 

Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον

180

πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνωι

σπείσομεν, ὅς θ᾽ ἱκέτηισιν ἅμ᾽ αἰδοίοισιν ὀπηδεῖ.

 

ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,

νώμησεν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.

αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιόν θ᾽, ὅσον ἤθελε θυμός,

185

τοῖσιν δ᾽ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·

 

κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες

ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδ᾽ ἰόντες·

ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες

190

ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν

ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς

μνησόμεθ᾽, ὥς χ᾽ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης

πομπῆι ὑφ᾽ ἡμετέρηι ἣν πατρίδα γαῖαν ἵκηται

χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,

195

μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθηισι,

πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δ᾽ ἔπειτα

πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι

γιγνομένωι νήσαντο λίνωι, ὅτε μιν τέκε μήτηρ.

εἰ δέ τις ἀθανάτων γε κατ᾽ οὐρανοῦ εἰλήλουθεν,

200

ἄλλο τι δὴ τόδ᾽ ἔπειτα θεοὶ περιμηχανόωνται.

αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς

ἡμῖν, εὖτ᾽ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,

δαίνυνταί τε παρ᾽ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.

εἰ δ᾽ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,

205

οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,

ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

Ἀλκίνο᾽, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε

ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,

210

οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.

οὕς τινας ὑμεῖς ἴστε μάλιστ᾽ ὀχέοντας ὀιζὺν

ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.

καὶ δ᾽ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,

ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.

215

ἀλλ᾽ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·

οὐ γάρ τι στυγερῆι ἐπὶ γαστέρι κύντερον ἄλλο

ἔπλετο, ἥ τ᾽ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκηι

καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,

ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλ᾽ αἰεὶ

220

ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων

ληθάνει ὅσσ᾽ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.

ὑμεῖς δ᾽ ὀτρύνεσθαι ἅμ᾽ ἠοῖ φαινομένηφιν,

ὥς κ᾽ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης

καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν

225

κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.

 

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπήινεον ἠδ᾽ ἐκέλευον

πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.

αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιον θ᾽ ὅσον ἤθελε θυμός,

οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,

230

αὐτὰρ ὁ ἐν μεγάρωι ὑπελείπετο δῖος Ὀδυσσεύς,

πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς

ἥσθην· ἀμφίπολοι δ᾽ ἀπεκόσμεον ἔντεα δαιτός.

τοῖσιν δ᾽ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·

ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματ᾽ ἰδοῦσα

235

καλά, τά ῥ᾽ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·

καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·

 

ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·

τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματ᾽ ἔδωκεν;

οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδ᾽ ἱκέσθαι;

 

240

τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι

κήδε᾽, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·

τοῦτο δέ τοι ἐρέω ὅ μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾶις.

Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·

245

ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ

ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῆι

μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.

ἀλλ᾽ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων

οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῶι

250

Ζεὺς ἔλσας ἐκέασσε μέσωι ἐνὶ οἴνοπι πόντωι.

ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,

αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης

ἐννῆμαρ φερόμην· δεκάτηι δέ με νυκτὶ μελαίνηι

νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ

255

ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα

ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε

θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·

ἀλλ᾽ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.

ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δ᾽ αἰεὶ

260

δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·

ἀλλ᾽ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,

καὶ τότε δή μ᾽ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι

Ζηνὸς ὑπ᾽ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετ᾽ αὐτῆς.

πέμπε δ᾽ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δ᾽ ἔδωκε,

265

σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,

οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.

ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,

ὀκτωκαιδεκάτηι δ᾽ ἐφάνη ὄρεα σκιόεντα

γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ

270

δυσμόρωι· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ

πολλῆι, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,

ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,

ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα

εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.

275

τὴν μὲν ἔπειτα θύελλα διεσκέδασ᾽· αὐτὰρ ἐγώ γε

νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίηι

ὑμετέρηι ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.

ἔνθα κέ μ᾽ ἐκβαίνοντα βιήσατο κῦμ᾽ ἐπὶ χέρσου,

πέτρηις πρὸς μεγάληισι βαλὸν καὶ ἀτερπέι χώρωι·

280

ἀλλ᾽ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον

ἐς ποταμόν, τῆι δή μοι ἐείσατο χῶρος ἄριστος,

λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.

ἐκ δ᾽ ἔπεσον θυμηγερέων, ἐπὶ δ᾽ ἀμβροσίη νὺξ

ἤλυθ᾽. ἐγὼ δ᾽ ἀπάνευθε διιπετέος ποταμοῖο

285

ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα

ἠφυσάμην· ὕπνον δὲ θεὸς κατ᾽ ἀπείρονα χεῦεν.

ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ

εὗδον παννύχιος καὶ ἐπ᾽ ἠῶ καὶ μέσον ἦμαρ.

δείλετό τ᾽ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.

290

ἀμφιπόλους δ᾽ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς

παιζούσας, ἐν δ᾽ αὐτὴ ἔην ἐικυῖα θεῆισι·

τὴν ἱκέτευσ᾽· ἡ δ᾽ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,

ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα

ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.

295

ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδ᾽ αἴθοπα οἶνον

καὶ λοῦσ᾽ ἐν ποταμῶι καί μοι τάδε εἵματ᾽ ἔδωκε.

ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.

 

τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·

ξεῖν᾽, ἦ τοι μὲν τοῦτο γ᾽ ἐναίσιμον οὐκ ἐνόησε

300

παῖς ἐμή, οὕνεκά σ᾽ οὔ τι μετ᾽ ἀμφιπόλοισι γυναιξὶν

ἦγεν ἐς ἡμέτερον, σὺ δ᾽ ἄρα πρώτην ἱκέτευσας.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

ἥρως, μή τοι τοὔνεκ᾽ ἀμύμονα νείκεε κούρην·

ἡ μὲν γάρ μ᾽ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,

305

ἀλλ᾽ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,

μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·

δύσζηλοι γάρ τ᾽ εἰμὲν ἐπὶ χθονὶ φῦλ᾽ ἀνθρώπων.

 

τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·

ξεῖν᾽, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ

310

μαψιδίως κεχολῶσθαι· ἀμείνω δ᾽ αἴσιμα πάντα.

αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,

τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τ᾽ ἐγώ περ,

παῖδά τ᾽ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι

αὖθι μένων· οἶκον δέ κ᾽ ἐγὼ καὶ κτήματα δοίην,

315

εἴ κ᾽ ἐθέλων γε μένοις· ἀέκοντα δέ σ᾽ οὔ τις ἐρύξει

Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.

πομπὴν δ᾽ ἐς τόδ᾽ ἐγὼ τεκμαίρομαι, ὄφρ᾽ ἐὺ εἰδῆις,

αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνωι

λέξεαι, οἱ δ᾽ ἐλόωσι γαλήνην, ὄφρ᾽ ἂν ἵκηαι

320

πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,

εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστ᾽ Εὐβοίης,

τήν περ τηλοτάτω φάσ᾽ ἔμμεναι, οἵ μιν ἴδοντο

λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν

ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.

325

καὶ μὲν οἱ ἔνθ᾽ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν

ἤματι τῶι αὐτῶι καὶ ἀπήνυσαν οἴκαδ᾽ ὀπίσσω.

εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται

νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῶι.

 

ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,

330

εὐχόμενος δ᾽ ἄρα εἶπεν, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·

Ζεῦ πάτερ, αἴθ᾽ ὅσα εἶπε τελευτήσειεν ἅπαντα

Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν

ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδ᾽ ἱκοίμην.

 

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·

335

κέκλετο δ᾽ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν

δέμνι᾽ ὑπ᾽ αἰθούσηι θέμεναι καὶ ῥήγεα καλὰ

πορφύρε᾽ ἐμβαλέειν, στορέσαι τ᾽ ἐφύπερθε τάπητας

χλαίνας τ᾽ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.

αἱ δ᾽ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·

340

αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,

ὤτρυνον δ᾽ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·

ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.

 

ὣς φάν, τῶι δ᾽ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.

ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς

345

τρητοῖς ἐν λεχέεσσιν ὑπ᾽ αἰθούσηι ἐριδούπωι·

Ἀλκίνοος δ᾽ ἄρα λέκτο μυχῶι δόμου ὑψηλοῖο,

πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.