Homeros
ca. 730 a. Chr. n.
Ὀ δ υ σ σ ε ί α ς ζ
Ὀδυσσέως ἄφιξιςεἰς Φαιάκας.
|
|
___________________________________________________
|
|
Ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺςὕπνωι καὶ καμάτωι ἀρημένος· αὐτὰρ Ἀθήνηβῆ ῥ᾽ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,οἳ πρὶν μέν ποτ᾽ ἔναιον ἐν εὐρυχόρωι Ὑπερείηι, | |
5 | ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,εἷσεν δὲ Σχερίηι, ἑκὰς ἀνδρῶν ἀλφηστάων,ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους, |
10 | καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατ᾽ ἀρούρας.ἀλλ᾽ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,Ἀλκίνοος δὲ τότ᾽ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα. |
15 | βῆ δ᾽ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ὧι ἔνι κούρηκοιμᾶτ᾽ ἀθανάτηισι φυὴν καὶ εἶδος ὁμοίη,Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,πὰρ δὲ δύ᾽ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,σταθμοῖιν ἑκάτερθε· θύραι δ᾽ ἐπέκειντο φαειναί. |
20 | ἡ δ᾽ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,εἰδομένη κούρηι ναυσικλειτοῖο Δύμαντος,ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῶι.τῆι μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη· |
25 | Ναυσικάα, τί νύ σ᾽ ὧδε μεθήμονα γείνατο μήτηρ;εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴνἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σ᾽ ἄγωνται.ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει |
30 | ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.ἀλλ᾽ ἴομεν πλυνέουσαι ἅμ᾽ ἠοῖ φαινομένηφι·καί τοι ἐγὼ συνέριθος ἅμ᾽ ἕψομαι, ὄφρα τάχισταἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον |
35 | πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῆι.ἀλλ᾽ ἄγ᾽ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγηισιζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.καὶ δὲ σοὶ ὧδ᾽ αὐτῆι πολὺ κάλλιον ἠὲ πόδεσσιν |
40 | ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.ἡ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη γλαυκῶπις ἈθήνηΟὔλυμπόνδ᾽, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶἔμμεναι. οὔτ᾽ ἀνέμοισι τινάσσεται οὔτε ποτ᾽ ὄμβρωιδεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλ᾽ αἴθρη |
45 | πέπταται ἀνέφελος, λευκὴ δ᾽ ἐπιδέδρομεν αἴγλη·τῶι ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.ἔνθ᾽ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρηι.αὐτίκα δ᾽ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρεΝαυσικάαν ἐύπεπλον· ἄφαρ δ᾽ ἀπεθαύμασ᾽ ὄνειρον, |
50 | βῆ δ᾽ ἰέναι διὰ δώμαθ᾽, ἵν᾽ ἀγγείλειε τοκεῦσιν,πατρὶ φίλωι καὶ μητρί· κιχήσατο δ᾽ ἔνδον ἐόντας·ἡ μὲν ἐπ᾽ ἐσχάρηι ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶνἠλάκατα στρωφῶσ᾽ ἁλιπόρφυρα· τῶι δὲ θύραζεἐρχομένωι ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας |
55 | ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.ἡ δὲ μάλ᾽ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·πάππα φίλ᾽, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνηνὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματ᾽ ἄγωμαιἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται; |
60 | καὶ δὲ σοὶ αὐτῶι ἔοικε μετὰ πρώτοισιν ἐόντα.βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματ᾽ ἔχοντα.πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,οἱ δύ᾽ ὀπυίοντες, τρεῖς δ᾽ ἠίθεοι θαλέθοντες·οἱ δ᾽ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματ᾽ ἔχοντες |
65 | ἐς χορὸν ἔρχεσθαι· τὰ δ᾽ ἐμῆι φρενὶ πάντα μέμηλεν.ὣς ἔφατ᾽· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναιπατρὶ φίλωι. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθωι·οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην |
70 | ὑψηλὴν ἐύκυκλον, ὑπερτερίηι ἀραρυῖαν.ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δ᾽ ἐπίθοντο.οἱ μὲν ἄρ᾽ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείηνὥπλεον, ἡμιόνους θ᾽ ὕπαγον ζεῦξάν θ᾽ ὑπ᾽ ἀπήνηι·κούρη δ᾽ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν. |
75 | καὶ τὴν μὲν κατέθηκεν ἐυξέστωι ἐπ᾽ ἀπήνηι,μήτηρ δ᾽ ἐν κίστηι ἐτίθει μενοεικέ᾽ ἐδωδὴνπαντοίην, ἐν δ᾽ ὄψα τίθει, ἐν δ᾽ οἶνον ἔχευενἀσκῶι ἐν αἰγείωι· κούρη δ᾽ ἐπεβήσετ᾽ ἀπήνης.δῶκεν δὲ χρυσέηι ἐν ληκύθωι ὑγρὸν ἔλαιον, |
80 | ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.ἡ δ᾽ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,μάστιξεν δ᾽ ἐλάαν· καναχὴ δ᾽ ἦν ἡμιόνοιιν.αἱ δ᾽ ἄμοτον τανύοντο, φέρον δ᾽ ἐσθῆτα καὶ αὐτήν,οὐκ οἴην, ἅμα τῆι γε καὶ ἀμφίπολοι κίον ἄλλαι. |
85 | αἱ δ᾽ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέ᾽ ἵκοντο,ἔνθ᾽ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δ᾽ ὕδωρκαλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,ἔνθ᾽ αἵ γ᾽ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα |
90 | τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δ᾽ ἀπ᾽ ἀπήνηςεἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,στεῖβον δ᾽ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,ἑξείης πέτασαν παρὰ θῖν᾽ ἁλός, ἧχι μάλιστα |
95 | λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπ᾽ ἐλαίωιδεῖπνον ἔπειθ᾽ εἵλοντο παρ᾽ ὄχθηισιν ποταμοῖο,εἵματα δ᾽ ἠελίοιο μένον τερσήμεναι αὐγῆι.αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμωιαί τε καὶ αὐτή, |
100 | σφαίρηι ταὶ δ᾽ ἄρ᾽ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·τῆισι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.οἵη δ᾽ Ἄρτεμις εἶσι κατ᾽ οὔρεα ἰοχέαιρα,ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,τερπομένη κάπροισι καὶ ὠκείηις ἐλάφοισι· |
105 | τῆι δέ θ᾽ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·πασάων δ᾽ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,ῥεῖά τ᾽ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·ὣς ἥ γ᾽ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής. |
110 | ἀλλ᾽ ὅτε δὴ ἄρ᾽ ἔμελλε πάλιν οἶκόνδε νέεσθαιζεύξασ᾽ ἡμιόνους πτύξασά τε εἵματα καλά,ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τ᾽ ἐυώπιδα κούρην,ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο. |
115 | σφαῖραν ἔπειτ᾽ ἔρριψε μετ᾽ ἀμφίπολον βασίλεια·ἀμφιπόλου μὲν ἅμαρτε, βαθείηι δ᾽ ἔμβαλε δίνηι·αἱ δ᾽ ἐπὶ μακρὸν ἄυσαν· ὁ δ᾽ ἔγρετο δῖος Ὀδυσσεύς,ἑζόμενος δ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω; |
120 | ἦ ῥ᾽ οἵ γ᾽ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·νυμφάων, αἳ ἔχουσ᾽ ὀρέων αἰπεινὰ κάρηνακαὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα. |
125 | ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;ἀλλ᾽ ἄγ᾽ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,ἐκ πυκινῆς δ᾽ ὕλης πτόρθον κλάσε χειρὶ παχείηιφύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός. |
130 | βῆ δ᾽ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,ὅς τ᾽ εἶσ᾽ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσεδαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσινἠὲ μετ᾽ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρμήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν· |
135 | ὣς Ὀδυσεὺς κούρηισιν ἐυπλοκάμοισιν ἔμελλεμίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε.σμερδαλέος δ᾽ αὐτῆισι φάνη κεκακωμένος ἅλμηι,τρέσσαν δ᾽ ἄλλυδις ἄλλη ἐπ᾽ ἠιόνας προὐχούσας·οἴη δ᾽ Ἀλκινόου θυγάτηρ μένε· τῆι γὰρ Ἀθήνη |
140 | θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.στῆ δ᾽ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισιλίσσοιτ᾽, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη. |
145 | ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός ἐσσι; |
150 | εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρηι μεγάλοιο,εἶδός τε μέγεθός τε φυήν τ᾽ ἄγχιστα ἐίσκω·εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ, |
155 | τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸςαἰὲν ἐυφροσύνηισιν ἰαίνεται εἵνεκα σεῖο,λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.κεῖνος δ᾽ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,ὅς κέ σ᾽ ἐέδνοισι βρίσας οἶκόνδ᾽ ἀγάγηται. |
160 | οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,οὔτ᾽ ἄνδρ᾽ οὔτε γυναῖκα· σέβας μ᾽ ἔχει εἰσορόωντα.Δήλωι δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῶιφοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός, |
165 | τὴν ὁδὸν ἧι δὴ μέλλεν ἐμοὶ κακὰ κήδε᾽ ἔσεσθαι.ὣς δ᾽ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῶιδήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δ᾽ αἰνῶςγούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει. |
170 | χθιζὸς ἐεικοστῶι φύγον ἤματι οἴνοπα πόντον·τόφρα δέ μ᾽ αἰεὶ κῦμ᾽ ἐφόρει κραιπναί τε θύελλαινήσου ἀπ᾽ Ὠγυγίης. νῦν δ᾽ ἐνθάδε κάββαλε δαίμων,ὄφρ᾽ ἔτι που καὶ τῆιδε πάθω κακόν· οὐ γὰρ ὀίωπαύσεσθ᾽, ἀλλ᾽ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν. |
175 | ἀλλά, ἄνασσ᾽, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσαςἐς πρώτην ἱκόμην, τῶν δ᾽ ἄλλων οὔ τινα οἶδαἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδ᾽ ἰοῦσα. |
180 | σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῆισι μενοινᾶις,ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειανἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,ἢ ὅθ᾽ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητονἀνὴρ ἠδὲ γυνή· πόλλ᾽ ἄλγεα δυσμενέεσσι, |
185 | χάρματα δ᾽ εὐμενέτηισι, μάλιστα δέ τ᾽ ἔκλυον αὐτοί.τὸν δ᾽ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·ξεῖν᾽, ἐπεὶ οὔτε κακῶι οὔτ᾽ ἄφρονι φωτὶ ἔοικας·Ζεὺς δ᾽ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέληισιν, ἑκάστωι· |
190 | καί που σοὶ τάδ᾽ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.νῦν δ᾽, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,οὔτ᾽ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,ὧν ἐπέοιχ᾽ ἱκέτην ταλαπείριον ἀντιάσαντα.ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν. |
195 | Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,εἰμὶ δ᾽ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,τοῦ δ᾽ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι; |
200 | ἦ μή πού τινα δυσμενέων φάσθ᾽ ἔμμεναι ἀνδρῶν;οὐκ ἔσθ᾽ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηταιδηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.οἰκέομεν δ᾽ ἀπάνευθε πολυκλύστωι ἐνὶ πόντωι, |
205 | ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.ἀλλ᾽ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδ᾽ ἱκάνει,τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντεςξεῖνοί τε πτωχοί τε, δόσις δ᾽ ὀλίγη τε φίλη τε.ἀλλὰ δότ᾽, ἀμφίπολοι, ξείνωι βρῶσίν τε πόσιν τε, |
210 | λούσατέ τ᾽ ἐν ποταμῶι, ὅθ᾽ ἐπὶ σκέπας ἔστ᾽ ἀνέμοιο.ὣς ἔφαθ᾽, αἱ δ᾽ ἔσταν τε καὶ ἀλλήληισι κέλευσαν,κὰδ δ᾽ ἄρ᾽ Ὀδυσσῆ᾽ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσενΝαυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·πὰρ δ᾽ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματ᾽ ἔθηκαν, |
215 | δῶκαν δὲ χρυσέηι ἐν ληκύθωι ὑγρὸν ἔλαιον,ἤνωγον δ᾽ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῆισιν.δή ῥα τότ᾽ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·ἀμφίπολοι, στῆθ᾽ οὕτω ἀπόπροθεν, ὄφρ᾽ ἐγὼ αὐτὸςἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δ᾽ ἐλαίωι |
220 | χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.ἄντην δ᾽ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰργυμνοῦσθαι κούρηισιν ἐυπλοκάμοισι μετελθών.ὣς ἔφαθ᾽, αἱ δ᾽ ἀπάνευθεν ἴσαν, εἶπον δ᾽ ἄρα κούρηι.αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς |
225 | ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,ἐκ κεφαλῆς δ᾽ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπ᾽ ἄλειψεν,ἀμφὶ δὲ εἵματα ἕσσαθ᾽ ἅ οἱ πόρε παρθένος ἀδμής,τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα |
230 | μείζονά τ᾽ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητοςοὔλας ἧκε κόμας, ὑακινθίνωι ἄνθει ὁμοίας.ὡς δ᾽ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρωι ἀνὴρἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνητέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει, |
235 | ὣς ἄρα τῶι κατέχευε χάριν κεφαλῆι τε καὶ ὤμοις.ἕζετ᾽ ἔπειτ᾽ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.δή ῥα τότ᾽ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα·κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω. |
240 | οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,Φαιήκεσσ᾽ ὅδ᾽ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατ᾽ εἶναι,νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη |
245 | ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν.ἀλλὰ δότ᾽, ἀμφίπολοι, ξείνωι βρῶσίν τε πόσιν τε.ὣς ἔφαθ᾽, αἱ δ᾽ ἄρα τῆς μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο,πὰρ δ᾽ ἄρ᾽ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς |
250 | ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλ᾽ ἐνόησεν·εἵματ᾽ ἄρα πτύξασα τίθει καλῆς ἐπ᾽ ἀπήνης,ζεῦξεν δ᾽ ἡμιόνους κρατερώνυχας, ἂν δ᾽ ἔβη αὐτή,ὤτρυνεν δ᾽ Ὀδυσῆα, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν· |
255 | ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδ᾽ ἴμεν ὄφρα σε πέμψωπατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημιπάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.ἀλλὰ μάλ᾽ ὧδ᾽ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·ὄφρ᾽ ἂν μέν κ᾽ ἀγροὺς ἴομεν καὶ ἔργ᾽ ἀνθρώπων, |
260 | τόφρα σὺν ἀμφιπόλοισι μεθ᾽ ἡμιόνους καὶ ἄμαξανκαρπαλίμως ἔρχεσθαι· ἐγὼ δ᾽ ὁδὸν ἡγεμονεύσω.αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργοςὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,λεπτὴ δ᾽ εἰσίθμη· νῆες δ᾽ ὁδὸν ἀμφιέλισσαι |
265 | εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστωι.ἔνθα δέ τέ σφ᾽ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,ῥυτοῖσιν λάεσσι κατωρυχέεσσ᾽ ἀραρυῖα.ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά. |
270 | οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,ἀλλ᾽ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,ἧισιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσωμωμεύηι· μάλα δ᾽ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον· |
275 | καί νύ τις ὧδ᾽ εἴπηισι κακώτερος ἀντιβολήσας·τίς δ᾽ ὅδε Ναυσικάαι ἕπεται καλός τε μέγας τεξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῆι.ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸςἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν· |
280 | ἤ τίς οἱ εὐξαμένηι πολυάρητος θεὸς ἦλθενοὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρενἄλλοθεν· ἦ γὰρ τούσδε γ᾽ ἀτιμάζει κατὰ δῆμονΦαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί. |
285 | ὣς ἐρέουσιν, ἐμοὶ δέ κ᾽ ὀνείδεα ταῦτα γένοιτο.καὶ δ᾽ ἄλληι νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,ἥ τ᾽ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,ἀνδράσι μίσγηται, πρίν γ᾽ ἀμφάδιον γάμον ἐλθεῖν.ξεῖνε, σὺ δ᾽ ὦκ᾽ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα |
290 | πομπῆς καὶ νόστοιο τύχηις παρὰ πατρὸς ἐμοῖο.δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθουαἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τ᾽ ἀλωή,τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας. |
295 | ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖςἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.αὐτὰρ ἐπὴν ἡμέας ἔλπηι ποτὶ δώματ᾽ ἀφῖχθαι,καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδ᾽ ἐρέεσθαιδώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο. |
300 | ῥεῖα δ᾽ ἀρίγνωτ᾽ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτονήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκταιδώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιοἥρωος. ἀλλ᾽ ὁπότ᾽ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρ᾽ ἂν ἵκηαι |
305 | μητέρ᾽ ἐμήν· ἡ δ᾽ ἧσται ἐπ᾽ ἐσχάρηι ἐν πυρὸς αὐγῆι,ἠλάκατα στρωφῶσ᾽ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατ᾽ ὄπισθεν.ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῆι,τῶι ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς. |
310 | τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖραςβάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαιχαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.εἴ κέν τοι κείνη γε φίλα φρονέηισ᾽ ἐνὶ θυμῶι,ἐλπωρή τοι ἔπειτα φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι |
315 | οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.ὣς ἄρα φωνήσασ᾽ ἵμασεν μάστιγι φαεινῆιἡμιόνους· αἱ δ᾽ ὦκα λίπον ποταμοῖο ῥέεθρα.αἱ δ᾽ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν·ἡ δὲ μάλ᾽ ἡνιόχευεν, ὅπως ἅμ᾽ ἑποίατο πεζοὶ |
320 | ἀμφίπολοί τ᾽ Ὀδυσεύς τε, νόωι δ᾽ ἐπέβαλλεν ἱμάσθλην.δύσετό τ᾽ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντοἱρὸν Ἀθηναίης, ἵν᾽ ἄρ᾽ ἕζετο δῖος Ὀδυσσεύς.αὐτίκ᾽ ἔπειτ᾽ ἠρᾶτο Διὸς κούρηι μεγάλοιο·κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη· |
325 | νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτ᾽ ἄκουσαςῥαιομένου, ὅτε μ᾽ ἔρραιε κλυτὸς ἐννοσίγαιος.δός μ᾽ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδ᾽ ἐλεεινόν.ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε Παλλὰς Ἀθήνη.αὐτῶι δ᾽ οὔ πω φαίνετ᾽ ἐναντίη· αἴδετο γάρ ῥα |
330 | πατροκασίγνητον· ὁ δ᾽ ἐπιζαφελῶς μενέαινενἀντιθέωι Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι. |