Homeros
ca. 730 a. Chr. n.
Ὀ δ υ σ σ ε ί α ς δ
Τὰ ἐν Λακεδαίμονι.Τὰ ἐν Ἰθάκηι.
|
|
___________________________________________________
|
|
Οἱ δ᾽ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,πρὸς δ᾽ ἄρα δώματ᾽ ἔλων Μενελάου κυδαλίμοιο.τὸν δ᾽ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτηισινυἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ὧι ἐνὶ οἴκωι. | |
5 | τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·ἐν Τροίηι γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσεδωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.τὴν ἄρ᾽ ὅ γ᾽ ἔνθ᾽ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαιΜυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν. |
10 | υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθηςἐκ δούλης· Ἑλένηι δὲ θεοὶ γόνον οὐκέτ᾽ ἔφαινον,ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδ᾽ ἐρατεινήν,Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης. |
15 | ὣς οἱ μὲν δαίνυντο καθ᾽ ὑψερεφὲς μέγα δῶμαγείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸςφορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατ᾽ αὐτούς,μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους. |
20 | τὼ δ᾽ αὖτ᾽ ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω,Τηλέμαχός θ᾽ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,στῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,βῆ δ᾽ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν, |
25 | ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,ἄνδρε δύω, γενεῆι δὲ Διὸς μεγάλοιο ἔικτον.ἀλλ᾽ εἴπ᾽, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσηι. |
30 | τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντεἄλλων ἀνθρώπων δεῦρ᾽ ἱκόμεθ᾽, αἴ κέ ποθι Ζεὺς |
35 | ἐξοπίσω περ παύσηι ὀιζύος. ἀλλὰ λύ᾽ ἵππουςξείνων, ἐς δ᾽ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.ὣς φάθ᾽, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δ᾽ ἄλλουςὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῶι.οἱ δ᾽ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας, |
40 | καὶ τοὺς μὲν κατέδησαν ἐφ᾽ ἱππείηισι κάπηισι,πὰρ δ᾽ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,ἅρματα δ᾽ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,αὐτοὺς δ᾽ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντεςθαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος· |
45 | ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνηςδῶμα καθ᾽ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,ἔς ῥ᾽ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.τοὺς δ᾽ ἐπεὶ οὖν δμωιαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίωι, |
50 | ἀμφὶ δ᾽ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,ἔς ῥα θρόνους ἕζοντο παρ᾽ Ἀτρεΐδην Μενέλαον.χέρνιβα δ᾽ ἀμφίπολος προχόωι ἐπέχευε φέρουσακαλῆι χρυσείηι ὑπὲρ ἀργυρέοιο λέβητος,νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. |
55 | σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων.δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείραςπαντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος· |
60 | σίτου θ᾽ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειταδείπνου πασσαμένω εἰρησόμεθ᾽, οἵ τινές ἐστονἀνδρῶν· οὐ γὰρ σφῶιν γε γένος ἀπόλωλε τοκήων,ἀλλ᾽ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήωνσκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν. |
65 | ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκενὄπτ᾽ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῶι.οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν, |
70 | ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ᾽ οἱ ἄλλοι·φράζεο, Νεστορίδη, τῶι ἐμῶι κεχαρισμένε θυμῶι,χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήενταχρυσοῦ τ᾽ ἠλέκτρου τε καὶ ἀργύρου ἠδ᾽ ἐλέφαντος.Ζηνός που τοιήδε γ᾽ Ὀλυμπίου ἔνδοθεν αὐλή,ὅσσα τάδ᾽ ἄσπετα πολλά· σέβας μ᾽ ἔχει εἰσορόωντα. |
75 | τοῦ δ᾽ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·τέκνα φίλ᾽, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ᾽ ἔασιν· |
80 | ἀνδρῶν δ᾽ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλ᾽ ἐπαληθεὶςἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτωι ἔτει ἦλθον,Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,Αἰθίοπάς θ᾽ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς |
85 | καὶ Λιβύην, ἵνα τ᾽ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴντυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,ἀλλ᾽ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι. |
90 | ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρωνἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνενλάθρηι, ἀνωιστί, δόλωι οὐλομένης ἀλόχοιο·ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.καὶ πατέρων τάδε μέλλετ᾽ ἀκουέμεν, οἵ τινες ὑμῖν |
95 | εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκονεὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖρανναίειν, οἱ δ᾽ ἄνδρες σόοι ἔμμεναι, οἳ τότ᾽ ὄλοντοΤροίηι ἐν εὐρείηι ἑκὰς Ἄργεος ἱπποβότοιο. |
100 | ἀλλ᾽ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύωνπολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισινἄλλοτε μέν τε γόωι φρένα τέρπομαι, ἄλλοτε δ᾽ αὖτεπαύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ, |
105 | ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴνμνωομένωι, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσ᾽ ἐμόγησεν,ὅσσ᾽ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῶι δ᾽ ἄρ᾽ ἔμελλεναὐτῶι κήδε᾽ ἔσεσθαι, ἐμοὶ δ᾽ ἄχος αἰὲν ἄλαστονκείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν, |
110 | ζώει ὅ γ᾽ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸνΛαέρτης θ᾽ ὁ γέρων καὶ ἐχέφρων ΠηνελόπειαΤηλέμαχός θ᾽, ὃν ἔλειπε νέον γεγαῶτ᾽ ἐνὶ οἴκωι.ὣς φάτο, τῶι δ᾽ ἄρα πατρὸς ὑφ᾽ ἵμερον ὦρσε γόοιο.δάκρυ δ᾽ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας, |
115 | χλαῖναν πορφυρέην ἄντ᾽ ὀφθαλμοῖιν ἀνασχὼνἀμφοτέρηισιν χερσί. νόησε δέ μιν Μενέλαος,μερμήριξε δ᾽ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναιἦ πρῶτ᾽ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο. |
120 | ἧος ὁ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,ἐκ δ᾽ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιοἤλυθεν Ἀρτέμιδι χρυσηλακάτωι ἐικυῖα.τῆι δ᾽ ἄρ᾽ ἅμ᾽ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο, |
125 | Φυλὼ δ᾽ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκενἈλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναι᾽ ἐνὶ ΘήβηιςΑἰγυπτίηις, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·ὃς Μενελάωι δῶκε δύ᾽ ἀργυρέας ἀσαμίνθους,δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα. |
130 | χωρὶς δ᾽ αὖθ᾽ Ἑλένηι ἄλοχος πόρε κάλλιμα δῶρα·χρυσέην τ᾽ ἠλακάτην τάλαρόν θ᾽ ὑπόκυκλον ὄπασσενἀργύρεον, χρυσῶι δ᾽ ἐπὶ χείλεα κεκράαντο.τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσανήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπ᾽ αὐτῶι |
135 | ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.ἕζετο δ᾽ ἐν κλισμῶι, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.αὐτίκα δ᾽ ἥ γ᾽ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδεἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ; |
140 | ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαιοὔτ᾽ ἄνδρ᾽ οὔτε γυναῖκα, σέβας μ᾽ ἔχει εἰσορόωσαν,ὡς ὅδ᾽ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,Τηλεμάχωι, τὸν ἔλειπε νέον γεγαῶτ᾽ ἐνὶ οἴκωι |
145 | κεῖνος ἀνήρ, ὅτ᾽ ἐμεῖο κυνώπιδος εἵνεκ᾽ Ἀχαιοὶἤλθεθ᾽ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.τὴν δ᾽ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις·κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες |
150 | ὀφθαλμῶν τε βολαὶ κεφαλή τ᾽ ἐφύπερθέ τε χαῖται.καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφ᾽ Ὀδυσῆιμυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησενἀμφ᾽ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπ᾽ ὀφρύσι δάκρυον εἶβε,χλαῖναν πορφυρέην ἄντ᾽ ὀφθαλμοῖιν ἀνασχών. |
155 | τὸν δ᾽ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,κείνου μέν τοι ὅδ᾽ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις·ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δ᾽ ἐνὶ θυμῶιὧδ᾽ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν |
160 | ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθ᾽ αὐδῆι.αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρτῶι ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι,ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.πολλὰ γὰρ ἄλγε᾽ ἔχει πατρὸς πάϊς οἰχομένοιο |
165 | ἐν μεγάροις, ὧι μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,ὡς νῦν Τηλεμάχωι ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοιεἴσ᾽ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.τὸν δ᾽ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ |
170 | ἵκεθ᾽, ὃς εἵνεκ᾽ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλωνἈργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκενηυσὶ θοῆισι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματ᾽ ἔτευξα, |
175 | ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ὧικαὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,αἳ περιναιετάουσιν, ἀνάσσονται δ᾽ ἐμοὶ αὐτῶι.καί κε θάμ᾽ ἐνθάδ᾽ ἐόντες ἐμισγόμεθ᾽· οὐδέ κεν ἡμέαςἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε, |
180 | πρίν γ᾽ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ᾽ ἵμερον ὦρσε γόοιο.κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα, |
185 | κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,οὐδ᾽ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,τόν ῥ᾽ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός·τοῦ ὅ γ᾽ ἐπιμνησθεὶς ἔπεα πτερόεντ᾽ ἀγόρευεν· |
190 | Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναιΝέστωρ φάσχ᾽ ὁ γέρων, ὅτ᾽ ἐπιμνησαίμεθα σεῖοοἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γετέρπομ᾽ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς |
195 | ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲνκλαίειν ὅς κε θάνηισι βροτῶν καὶ πότμον ἐπίσπηι.τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,κείρασθαί τε κόμην βαλέειν τ᾽ ἀπὸ δάκρυ παρειῶν.καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος |
200 | Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γεἤντησ᾽ οὐδὲ ἴδον· περὶ δ᾽ ἄλλων φασὶ γενέσθαιἈντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.τὸν δ᾽ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·ὦ φίλ᾽, ἐπεὶ τόσα εἶπες, ὅσ᾽ ἂν πεπνυμένος ἀνὴρ |
205 | εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,ῥεῖα δ᾽ ἀρίγνωτος γόνος ἀνέρος ὧι τε Κρονίωνὄλβον ἐπικλώσηι γαμέοντί τε γεινομένωι τε,ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα |
210 | αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,δόρπου δ᾽ ἐξαῦτις μνησώμεθα, χερσὶ δ᾽ ἐφ᾽ ὕδωρχευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται |
215 | Τηλεμάχωι καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.ὣς ἔφατ᾽, Ἀσφαλίων δ᾽ ἄρ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησ᾽ Ἑλένη Διὸς ἐκγεγαυῖα· |
220 | αὐτίκ᾽ ἄρ᾽ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,νηπενθές τ᾽ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,οὐδ᾽ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε, |
225 | οὐδ᾽ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸνχαλκῶι δηιόωιεν, ὁ δ᾽ ὀφθαλμοῖσιν ὁρῶιτο.τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτιςΑἰγυπτίη, τῆι πλεῖστα φέρει ζείδωρος ἄρουρα |
230 | φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά·ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντωνἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.αὐτὰρ ἐπεί ῥ᾽ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν· |
235 | Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδεἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλωιΖεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισικαὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω. |
240 | πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ᾽ ὀνομήνω,ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·ἀλλ᾽ οἷον τόδ᾽ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρδήμωι ἔνι Τρώων, ὅθι πάσχετε πήματ᾽ Ἀχαιοί.αὐτόν μιν πληγῆισιν ἀεικελίηισι δαμάσσας, |
245 | σπεῖρα κάκ᾽ ἀμφ᾽ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·ἄλλωι δ᾽ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,δέκτηι, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.τῶι ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δ᾽ ἀβάκησαν |
250 | πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνηι ἀλέεινεν.ἀλλ᾽ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίωι,ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκονμὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσ᾽ ἀναφῆναι, |
255 | πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τ᾽ ἀφικέσθαι,καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῶιἦλθε μετ᾽ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.ἔνθ᾽ ἄλλαι Τρωιαὶ λίγ᾽ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ |
260 | χαῖρ᾽, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαιἂψ οἶκόνδ᾽, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτηδῶχ᾽, ὅτε μ᾽ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,παῖδά τ᾽ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τεοὔ τευ δευόμενον, οὔτ᾽ ἂρ φρένας οὔτε τι εἶδος. |
265 | τὴν δ᾽ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τεἀνδρῶν ἡρώων, πολλὴν δ᾽ ἐπελήλυθα γαῖαν·ἀλλ᾽ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν, |
270 | οἷν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.οἷον καὶ τόδ᾽ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρἵππωι ἔνι ξεστῶι, ἵν᾽ ἐνήμεθα πάντες ἄριστοιἈργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σ᾽ ἔμελλε |
275 | δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·καί τοι Δηΐφοβος θεοείκελος ἕσπετ᾽ ἰούσηι.τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,ἐκ δ᾽ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,πάντων Ἀργείων φωνὴν ἴσκουσ᾽ ἀλόχοισιν. |
280 | αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺςἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντεἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψ᾽ ὑπακοῦσαι·ἀλλ᾽ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ. |
285 | ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,Ἄντικλος δὲ σέ γ᾽ οἶος ἀμείψασθαι ἐπέεσσινἤθελεν. ἀλλ᾽ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεννωλεμέως κρατερῆισι, σάωσε δὲ πάντας Ἀχαιούς·τόφρα δ᾽ ἔχ᾽, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη. |
290 | τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,ἄλγιον· οὐ γάρ οἵ τι τάδ᾽ ἤρκεσε λυγρὸν ὄλεθρον,οὐδ᾽ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.ἀλλ᾽ ἄγετ᾽ εἰς εὐνὴν τράπεθ᾽ ἡμέας, ὄφρα καὶ ἤδη |
295 | ὕπνωι ὕπο γλυκερῶι ταρπώμεθα κοιμηθέντες.ὣς ἔφατ᾽, Ἀργείη δ᾽ Ἑλένη δμωιῆισι κέλευσενδέμνι᾽ ὑπ᾽ αἰθούσηι θέμεναι καὶ ῥήγεα καλὰπορφύρε᾽ ἐμβαλέειν στορέσαι τ᾽ ἐφύπερθε τάπητας,χλαίνας τ᾽ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. |
300 | αἱ δ᾽ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.οἱ μὲν ἄρ᾽ ἐν προδόμωι δόμου αὐτόθι κοιμήσαντο,Τηλέμαχός θ᾽ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·Ἀτρεΐδης δὲ καθεῦδε μυχῶι δόμου ὑψηλοῖο, |
305 | πὰρ δ᾽ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,ὤρνυτ᾽ ἄρ᾽ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαοςεἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ᾽ ὤμωι,ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, |
310 | βῆ δ᾽ ἴμεν ἐκ θαλάμοιο θεῶι ἐναλίγκιος ἄντην,Τηλεμάχωι δὲ παρῖζεν, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·τίπτε δέ σε χρειὼ δεῦρ᾽ ἤγαγε, Τηλέμαχ᾽ ἥρως,ἐς Λακεδαίμονα δῖαν, ἐπ᾽ εὐρέα νῶτα θαλάσσης;δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες. |
315 | τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,δυσμενέων δ᾽ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ |
320 | μῆλ᾽ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.τοὔνεκα νῦν τὰ σὰ γούναθ᾽ ἱκάνομαι, αἴ κ᾽ ἐθέληισθακείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπαςὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας |
325 | πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.μηδέ τί μ᾽ αἰδόμενος μειλίσσεο μηδ᾽ ἐλεαίρων,ἀλλ᾽ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺςἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε |
330 | δήμωι ἔνι Τρώων, ὅθι πάσχετε πήματ᾽ Ἀχαιοί,τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.τὸν δὲ μέγ᾽ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος·ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῆιἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες. |
335 | ὡς δ᾽ ὁπότ᾽ ἐν ξυλόχωι ἔλαφος κρατεροῖο λέοντοςνεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺςκνημοὺς ἐξερέηισι καὶ ἄγκεα ποιήενταβοσκομένη, ὁ δ᾽ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν, |
340 | ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,τοῖος ἐών, οἷός ποτ᾽ ἐυκτιμένηι ἐνὶ Λέσβωιἐξ ἔριδος Φιλομηλεΐδηι ἐπάλαισεν ἀναστάς,κὰδ δ᾽ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί, |
345 | τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·πάντες κ᾽ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.ταῦτα δ᾽ ἅ μ᾽ εἰρωτᾶις καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γεἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδ᾽ ἀπατήσω,ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής, |
350 | τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ᾽ ἐπικεύσω.Αἰγύπτωι μ᾽ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαιἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.οἱ δ᾽ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.νῆσος ἔπειτά τις ἔστι πολυκλύστωι ἐνὶ πόντωι |
355 | Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,τόσσον ἄνευθ᾽ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦςἤνυσεν, ἧι λιγὺς οὖρος ἐπιπνείηισιν ὄπισθεν·ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τ᾽ ἀπὸ νῆας ἐίσαςἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ. |
360 | ἔνθα μ᾽ ἐείκοσιν ἤματ᾽ ἔχον θεοί, οὐδέ ποτ᾽ οὖροιπνείοντες φαίνονθ᾽ ἁλιαέες, οἵ ῥά τε νηῶνπομπῆες γίγνονται ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένε᾽ ἀνδρῶν,εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μ᾽ ἐσάωσε, |
365 | Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,Εἰδοθέη· τῆι γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.ἥ μ᾽ οἴωι ἔρροντι συνήντετο νόσφιν ἑταίρων·αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκονγναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός. |
370 | ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων,ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;ὡς δὴ δήθ᾽ ἐνὶ νήσωι ἐρύκεαι, οὐδέ τι τέκμωρεὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων. |
375 | ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλωἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν, |
380 | ὅς τίς μ᾽ ἀθανάτων πεδάαι καὶ ἔδησε κελεύθου,νόστον θ᾽, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο δῖα θεάων·τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ᾽ ἀτρεκέως ἀγορεύσω.πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς |
385 | ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσηςπάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·τὸν δέ τ᾽ ἐμόν φασιν πατέρ᾽ ἔμμεναι ἠδὲ τεκέσθαι.τόν γ᾽ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,ὅς κέν τοι εἴπηισιν ὁδὸν καὶ μέτρα κελεύθου |
390 | νόστον θ᾽, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.καὶ δέ κέ τοι εἴπηισι, διοτρεφές, αἴ κ᾽ ἐθέληισθα,ὅττι τοι ἐν μεγάροισι κακόν τ᾽ ἀγαθόν τε τέτυκταιοἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· |
395 | αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται·ἀργαλέος γάρ τ᾽ ἐστὶ θεὸς βροτῶι ἀνδρὶ δαμῆναι.ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο δῖα θεάων·τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ᾽ ἀτρεκέως ἀγορεύσω. |
400 | ἦμος δ᾽ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκηι,τῆμος ἄρ᾽ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴςπνοιῆι ὕπο Ζεφύροιο μελαίνηι φρικὶ καλυφθείς,ἐκ δ᾽ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης |
405 | ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.ἔνθα σ᾽ ἐγὼν ἀγαγοῦσα ἅμ᾽ ἠοῖ φαινομένηφινεὐνάσω ἑξείης· σὺ δ᾽ ἐὺ κρίνασθαι ἑταίρουςτρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι. |
410 | πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,λέξεται ἐν μέσσηισι νομεὺς ὣς πώεσι μήλων.τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε, |
415 | καὶ τότ᾽ ἔπειθ᾽ ὑμῖν μελέτω κάρτος τε βίη τε,αὖθι δ᾽ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσ᾽ ἐπὶ γαῖανἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·ὑμεῖς δ᾽ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν. |
420 | ἀλλ᾽ ὅτε κεν δή σ᾽ αὐτὸς ἀνείρηται ἐπέεσσι,τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,νόστον θ᾽, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα. |
425 | ὣς εἰποῦσ᾽ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθ᾽ ἕστασαν ἐν ψαμάθοισιν,ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,δόρπον θ᾽ ὁπλισάμεσθ᾽, ἐπί τ᾽ ἤλυθεν ἀμβροσίη νύξ· |
430 | δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιοἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρουςτρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπ᾽ ἰθύν. |
435 | τόφρα δ᾽ ἄρ᾽ ἥ γ᾽ ὑποδῦσα θαλάσσης εὐρέα κόλποντέσσαρα φωκάων ἐκ πόντου δέρματ᾽ ἔνεικε·πάντα δ᾽ ἔσαν νεόδαρτα· δόλον δ᾽ ἐπεμήδετο πατρί.εὐνὰς δ᾽ ἐν ψαμάθοισι διαγλάψασ᾽ ἁλίηισινἧστο μένουσ᾽· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς· |
440 | ἑξείης δ᾽ εὔνησε, βάλεν δ᾽ ἐπὶ δέρμα ἑκάστωι.ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶςφωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·τίς γάρ κ᾽ εἰναλίωι παρὰ κήτεϊ κοιμηθείη;ἀλλ᾽ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγ᾽ ὄνειαρ· |
445 | ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστωι θῆκε φέρουσαἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.πᾶσαν δ᾽ ἠοίην μένομεν τετληότι θυμῶι·φῶκαι δ᾽ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειταἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης· |
450 | ἔνδιος δ᾽ ὁ γέρων ἦλθ᾽ ἐξ ἁλός, εὗρε δὲ φώκαςζατρεφέας, πάσας δ᾽ ἄρ᾽ ἐπώιχετο, λέκτο δ᾽ ἀριθμόν·ἐν δ᾽ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῶιὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθ᾽, ἀμφὶ δὲ χεῖρας |
455 | βάλλομεν· οὐδ᾽ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,ἀλλ᾽ ἦ τοι πρώτιστα λέων γένετ᾽ ἠυγένειος,αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·γίγνετο δ᾽ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·ἡμεῖς δ᾽ ἀστεμφέως ἔχομεν τετληότι θυμῶι. |
460 | ἀλλ᾽ ὅτε δή ῥ᾽ ἀνίαζ᾽ ὁ γέρων ὀλοφώια εἰδώς,καὶ τότε δή μ᾽ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς,ὄφρα μ᾽ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· |
465 | ᾽οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;ὡς δὴ δήθ᾽ ἐνὶ νήσωι ἐρύκομαι, οὐδέ τι τέκμωρεὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,ὅς τίς μ᾽ ἀθανάτων πεδάαι καὶ ἔδησε κελεύθου, |
470 | νόστον θ᾽, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπεν·ἀλλὰ μάλ᾽ ὤφελλες Διί τ᾽ ἄλλοισίν τε θεοῖσιῥέξας ἱερὰ κάλ᾽ ἀναβαινέμεν, ὄφρα τάχιστασὴν ἐς πατρίδ᾽ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον. |
475 | οὐ γάρ τοι πρὶν μοῖρα φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαιοἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,πρίν γ᾽ ὅτ᾽ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,αὖτις ὕδωρ ἔλθηις ῥέξηις θ᾽ ἱερὰς ἑκατόμβαςἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι· |
480 | καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾶις.ὣς ἔφατ᾽, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,οὕνεκά μ᾽ αὖτις ἄνωγεν ἐπ᾽ ἠεροειδέα πόντονΑἴγυπτόνδ᾽ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον· |
485 | ᾽ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις.ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,ἦέ τις ὤλετ᾽ ὀλέθρωι ἀδευκέι ἧς ἐπὶ νηὸς |
490 | ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν᾽.ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπεν·Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημιδὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι. |
495 | πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·ἀρχοὶ δ᾽ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνωνἐν νόστωι ἀπόλοντο· μάχηι δέ τε καὶ σὺ παρῆσθα.εἷς δ᾽ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντωι.Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι. |
500 | Γυρῆισίν μιν πρῶτα Ποσειδάων ἐπέλασσενπέτρηισιν μεγάληισι καὶ ἐξεσάωσε θαλάσσης·καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνηι,εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγ᾽ ἀάσθη·φῆ ῥ᾽ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης. |
505 | τοῦ δὲ Ποσειδάων μεγάλ᾽ ἔκλυεν αὐδήσαντος·αὐτίκ᾽ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῆισινἤλασε Γυραίην πέτρην, ἀπὸ δ᾽ ἔσχισεν αὐτήν·καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντωι,τῶι ῥ᾽ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγ᾽ ἀάσθη· |
510 | τὸν δ᾽ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.ὣς ὁ μὲν ἔνθ᾽ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδ᾽ ὑπάλυξενἐν νηυσὶ γλαφυρῆισι· σάωσε δὲ πότνια Ἥρη.ἀλλ᾽ ὅτε δὴ τάχ᾽ ἔμελλε Μαλειάων ὄρος αἰπὺ |
515 | ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλαπόντον ἐπ᾽ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,ἀγροῦ ἐπ᾽ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστηςτὸ πρίν, ἀτὰρ τότ᾽ ἔναιε Θυεστιάδης Αἴγισθος.ἀλλ᾽ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων, |
520 | ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδ᾽ ἵκοντο,ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴηςκαὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δ᾽ ἀπ᾽ αὐτοῦδάκρυα θερμὰ χέοντ᾽, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.τὸν δ᾽ ἄρ᾽ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν |
525 | Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δ᾽ ἔσχετο μισθὸνχρυσοῦ δοιὰ τάλαντα· φύλασσε δ᾽ ὅ γ᾽ εἰς ἐνιαυτόν,μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.βῆ δ᾽ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.αὐτίκα δ᾽ Αἴγισθος δολίην ἐφράσσατο τέχνην· |
530 | κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστουςεἷσε λόχον, ἑτέρωθι δ᾽ ἀνώγει δαῖτα πένεσθαι.αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶνἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.τὸν δ᾽ οὐκ εἰδότ᾽ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν |
535 | δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνηι.οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθ᾽ οἵ οἱ ἕποντο,οὐδέ τις Αἰγίσθου, ἀλλ᾽ ἔκταθεν ἐν μεγάροισιν᾽.ὣς ἔφατ᾽, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,κλαῖον δ᾽ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ |
540 | ἤθελ᾽ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής·μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτωκλαῖ᾽, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα |
545 | πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστηςκτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.ὣς ἔφατ᾽, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωραὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένωι περ ἰάνθη, |
550 | καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρ᾽ ὀνόμαζε,ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντωιἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι᾽.ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπεν· |
555 | ᾽υἱὸς Λαέρτεω, Ἰθάκηι ἔνι οἰκία ναίων·τὸν δ᾽ ἴδον ἐν νήσωι θαλερὸν κατὰ δάκρυ χέοντα,νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκηιἴσχει· ὁ δ᾽ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι, |
560 | οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.σοι δ᾽ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,Ἄργει ἐν ἱπποβότωι θανέειν καὶ πότμον ἐπισπεῖν,ἀλλά σ᾽ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίηςἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς, |
565 | τῆι περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·οὐ νιφετός, οὔτ᾽ ἂρ χειμὼν πολὺς οὔτε ποτ᾽ ὄμβρος,ἀλλ᾽ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήταςὨκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους·οὕνεκ᾽ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι᾽. |
570 | ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμ᾽ ἀντιθέοις ἑτάροισινἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,δόρπον θ᾽ ὁπλισάμεσθ᾽, ἐπί τ᾽ ἤλυθεν ἀμβροσίη νύξ, |
575 | δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,ἐν δ᾽ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσηις,ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον· |
580 | ἑξῆς δ᾽ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἂψ δ᾽ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖοστῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,χεῦ᾽ Ἀγαμέμνονι τύμβον, ἵν᾽ ἄσβεστον κλέος εἴη. |
585 | ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρονἀθάνατοι, τοί μ᾽ ὦκα φίλην ἐς πατρίδ᾽ ἔπεμψαν.ἀλλ᾽ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·καὶ τότε σ᾽ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα, |
590 | τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειταδώσω καλὸν ἄλεισον, ἵνα σπένδηισθα θεοῖσινἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδ᾽ ἔρυκε. |
595 | καὶ γάρ κ᾽ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γ᾽ ἀνεχοίμηνἥμενος, οὐδέ κέ μ᾽ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούωντέρπομαι. ἀλλ᾽ ἤδη μοι ἀνιάζουσιν ἑταῖροιἐν Πύλωι ἠγαθέηι· σὺ δέ με χρόνον ἐνθάδ᾽ ἐρύκεις. |
600 | δῶρον δ᾽ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω·ἵππους δ᾽ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῶιἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσειςεὐρέος, ὧι ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρονπυροί τε ζειαί τε ἰδ᾽ εὐρυφυὲς κρῖ λευκόν. |
605 | ἐν δ᾽ Ἰθάκηι οὔτ᾽ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.οὐ γάρ τις νήσων ἱππήλατος οὐδ᾽ ἐυλείμων,αἵ θ᾽ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος, |
610 | χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷ᾽ ἀγορεύεις·τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.δώρων δ᾽ ὅσσ᾽ ἐν ἐμῶι οἴκωι κειμήλια κεῖται,δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν· |
615 | δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲἔστιν ἅπας, χρυσῶι δ᾽ χείλεα κεκράανται,ἔργον δ᾽ Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως,Σιδονίων βασιλεύς, ὅθ᾽ ἑὸς δόμος ἀμφεκάλυψεκεῖσέ με νοστήσαντα· τεῒν δ᾽ ἐθέλω τόδ᾽ ὀπάσσαι. |
620 | ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,δαιτυμόνες δ᾽ ἐς δώματ᾽ ἴσαν θείου βασιλῆος.οἱ δ᾽ ἦγον μὲν μῆλα, φέρον δ᾽ ἐυήνορα οἶνον·σῖτον δέ σφ᾽ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο. |
625 | μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιοδίσκοισιν τέρποντο καὶ αἰγανέηισιν ἱέντεςἐν τυκτῶι δαπέδωι, ὅθι περ πάρος, ὕβριν ἔχοντες.Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,ἀρχοὶ μνηστήρων, ἀρετῆι δ᾽ ἔσαν ἔξοχ᾽ ἄριστοι. |
630 | τοῖς δ᾽ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼνἈντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·Ἀντίνο᾽, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί,ὁππότε Τηλέμαχος νεῖτ᾽ ἐκ Πύλου ἠμαθόεντος;νῆά μοι οἴχετ᾽ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς |
635 | Ἤλιδ᾽ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποιδώδεκα θήλειαι, ὑπὸ δ᾽ ἡμίονοι ταλαεργοὶἀδμῆτες· τῶν κέν τιν᾽ ἐλασσάμενος δαμασαίμην.ὣς ἔφαθ᾽, οἱ δ᾽ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντοἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ |
640 | ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτη.τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·νημερτές μοι ἔνισπε, πότ᾽ ὤιχετο καὶ τίνες αὐτῶικοῦροι ἕποντ᾽; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦθῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι. |
645 | καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ ἐὺ εἰδῶ,ἤ σε βίηι ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθωι.τὸν δ᾽ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος, |
650 | ὁππότ᾽ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῶιαἰτίζηι; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.κοῦροι δ᾽, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθ᾽ ἡμέας,οἵ οἱ ἕποντ᾽· ἐν δ᾽ ἀρχὸν ἐγὼ βαίνοντ᾽ ἐνόησαΜέντορα, ἠὲ θεόν, τῶι δ᾽ αὐτῶι πάντα ἐώικει. |
655 | ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖονχθιζὸν ὑπηοῖον, τότε δ᾽ ἔμβη νηὶ Πύλονδε.ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,τοῖσιν δ᾽ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.μνηστῆρας δ᾽ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων. |
660 | τοῖσιν δ᾽ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναιπίμπλαντ᾽, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθηΤηλεμάχωι ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι. |
665 | ἐκ τοσσῶνδ᾽ ἀέκητι νέος πάϊς οἴχεται αὔτωςνῆα ἐρυσσάμενος, κρίνας τ᾽ ἀνὰ δῆμον ἀρίστους.ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῶιΖεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.ἀλλ᾽ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ᾽ ἑταίρους, |
670 | ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξωἐν πορθμῶι Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπήινεον ἠδ᾽ ἐκέλευον.αὐτίκ᾽ ἔπειτ᾽ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος. |
675 | οὐδ᾽ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστοςμύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰςαὐλῆς ἐκτὸς ἐών· οἱ δ᾽ ἔνδοθι μῆτιν ὕφαινον.βῆ δ᾽ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείηι· |
680 | τὸν δὲ κατ᾽ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;ἦ εἰπέμεναι δμωιῆισιν Ὀδυσσῆος θείοιοἔργων παύσασθαι, σφίσι δ᾽ αὐτοῖς δαῖτα πένεσθαι;μὴ μνηστεύσαντες μηδ᾽ ἄλλοθ᾽ ὁμιλήσαντες |
685 | ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·οἳ θάμ᾽ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶνὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,οἷος Ὀδυσσεὺς ἔσκε μεθ᾽ ὑμετέροισι τοκεῦσιν, |
690 | οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼνἐν δήμωι, ἥ τ᾽ ἐστὶ δίκη θείων βασιλήων·ἄλλον κ᾽ ἐχθαίρηισι βροτῶν, ἄλλον κε φιλοίη.κεῖνος δ᾽ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.ἀλλ᾽ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα |
695 | φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθ᾽ ἐυεργέων.τὴν δ᾽ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς·αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλομνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων· |
700 | Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῶιοἴκαδε νισόμενον· ὁ δ᾽ ἔβη μετὰ πατρὸς ἀκουὴνἐς Πύλον ἠγαθέην ἠδ᾽ ἐς Λακεδαίμονα δῖαν.ὣς φάτο, τῆς δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε |
705 | δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼνηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θ᾽ ἁλὸς ἵπποιἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφ᾽ ὑγρήν. |
710 | ἦ ἵνα μηδ᾽ ὄνομ᾽ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα Μέδων πεπνυμένα εἰδώς·οὐκ οἶδ᾽ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦθυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηταιπατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν. |
715 | ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμ᾽ Ὀδυσῆος.τὴν δ᾽ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἔτληδίφρωι ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,ἀλλ᾽ ἄρ᾽ ἐπ᾽ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιοοἴκτρ᾽ ὀλοφυρομένη· περὶ δὲ δμωιαὶ μινύριζον |
720 | πᾶσαι, ὅσαι κατὰ δώματ᾽ ἔσαν νέαι ἠδὲ παλαιαί.τῆις δ᾽ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγε᾽ ἔδωκενἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδ᾽ ἐγένοντο·ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα, |
725 | παντοίηις ἀρετῆισι κεκασμένον ἐν Δαναοῖσιν,ἐσθλόν, τοῦ κλέος εὐρὺ καθ᾽ Ἑλλάδα καὶ μέσον Ἄργος.νῦν αὖ παῖδ᾽ ἀγαπητὸν ἀνηρείψαντο θύελλαιἀκλέα ἐκ μεγάρων, οὐδ᾽ ὁρμηθέντος ἄκουσα.σχέτλιαι, οὐδ᾽ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη |
730 | ἐκ λεχέων μ᾽ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῶι,ὁππότ᾽ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,τῶι κε μάλ᾽ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν. |
735 | ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,δμῶ᾽ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσηι,καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχισταΛαέρτηι τάδε πάντα παρεζόμενος καταλέξηι,εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας |
740 | ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασινὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.τὴν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῶιἢ ἔα ἐν μεγάρωι· μῦθον δέ τοι οὐκ ἐπικεύσω. |
745 | ἤιδε᾽ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσ᾽ ἐκέλευε,σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δ᾽ ἕλετο μέγαν ὅρκονμὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαιἢ σ᾽ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτηις. |
750 | ἀλλ᾽ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα,εἰς ὑπερῶι᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶνεὔχε᾽ Ἀθηναίηι κούρηι Διὸς αἰγιόχοιο·ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω |
755 | πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαοἔχθεσθ᾽, ἀλλ᾽ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχηισιδώματά θ᾽ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.ὣς φάτο, τῆς δ᾽ εὔνησε γόον, σχέθε δ᾽ ὄσσε γόοιο.ἡ δ᾽ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα |
760 | εἰς ὑπερῶι᾽ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,ἐν δ᾽ ἔθετ᾽ οὐλοχύτας κανέωι, ἠρᾶτο δ᾽ Ἀθήνηι·κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺςἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρί᾽ ἔκηε, |
765 | τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,μνηστῆρας δ᾽ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.ὣς εἰποῦσ᾽ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.μνηστῆρες δ᾽ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· |
770 | ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλειαἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.ὣς ἄρα τις εἴπεσκε, τὰ δ᾽ οὐκ ἴσαν ὡς ἐτέτυκτο.τοῖσιν δ᾽ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε |
775 | πάντας ὁμῶς, μή πού τις ἀπαγγείληισι καὶ εἴσω.ἀλλ᾽ ἄγε σιγῆι τοῖον ἀναστάντες τελέωμενμῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.ὣς εἰπὼν ἐκρίνατ᾽ ἐείκοσι φῶτας ἀρίστους,βὰν δ᾽ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης. |
780 | νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,ἐν δ᾽ ἱστόν τ᾽ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνηι,ἠρτύναντο δ᾽ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,πάντα κατὰ μοῖραν, ἀνά θ᾽ ἱστία λευκὰ πέτασσαν·τεύχεα δέ σφ᾽ ἤνεικαν ὑπέρθυμοι θεράποντες. |
785 | ὑψοῦ δ᾽ ἐν νοτίωι τήν γ᾽ ὥρμισαν, ἐκ δ᾽ ἔβαν αὐτοί·ἔνθα δὲ δόρπον ἕλοντο, μένον δ᾽ ἐπὶ ἕσπερον ἐλθεῖν.ἡ δ᾽ ὑπερωίωι αὖθι περίφρων Πηνελόπειακεῖτ᾽ ἄρ᾽ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,ὁρμαίνουσ᾽ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων, |
790 | ἦ ὅ γ᾽ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλωιδείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·εὗδε δ᾽ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα. |
795 | ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη·εἴδωλον ποίησε, δέμας δ᾽ ἤικτο γυναικί,Ἰφθίμηι, κούρηι μεγαλήτορος Ἰκαρίοιο,τὴν Εὔμηλος ὄπυιε Φερῆις ἔνι οἰκία ναίων.πέμπε δέ μιν πρὸς δώματ᾽ Ὀδυσσῆος θείοιο, |
800 | ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσανπαύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.ἐς θάλαμον δ᾽ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,στῆ δ᾽ ἄρ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ; |
805 | οὐ μέν σ᾽ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντεςκλαίειν οὐδ᾽ ἀκάχησθαι, ἐπεί ῥ᾽ ἔτι νόστιμός ἐστισὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα περίφρων Πηνελόπεια,ἡδὺ μάλα κνώσσουσ᾽ ἐν ὀνειρείηισι πύληισιν· |
810 | τίπτε, κασιγνήτη, δεῦρ᾽ ἤλυθες; οὔ τι πάρος γεπωλέ᾽, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·καί με κέλεαι παύσασθαι ὀιζύος ἠδ᾽ ὀδυνάωνπολλέων, αἵ μ᾽ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα, |
815 | παντοίηις ἀρετῆισι κεκασμένον ἐν Δαναοῖσιν,ἐσθλόν, τοῦ κλέος εὐρὺ καθ᾽ Ἑλλάδα καὶ μέσον Ἄργος·νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτ᾽ ἀγοράων.τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου· |
820 | τοῦ δ᾽ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθηισιν,ἢ ὅ γε τῶν ἐνὶ δήμωι, ἵν᾽ οἴχεται, ἢ ἐνὶ πόντωι·δυσμενέες γὰρ πολλοὶ ἐπ᾽ αὐτῶι μηχανόωνται,ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.τὴν δ᾽ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν· |
825 | θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·τοίη γάρ οἱ πομπὸς ἅμ᾽ ἔρχεται, ἥν τε καὶ ἄλλοιἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,Παλλὰς Ἀθηναίη· σὲ δ᾽ ὀδυρομένην ἐλεαίρει·ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι. |
830 | τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,εἰ δ᾽ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,ἤ που ἔτι ζώει καὶ ὁρᾶι φάος ἠελίοιο,ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι. |
835 | τὴν δ᾽ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,ζώει ὅ γ᾽ ἦ τέθνηκε· κακὸν δ᾽ ἀνεμώλια βάζειν.ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθηἐς πνοιὰς ἀνέμων. ἡ δ᾽ ἐξ ὕπνου ἀνόρουσε |
840 | κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῶι.μνηστῆρες δ᾽ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθαΤηλεμάχωι φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.ἔστι δέ τις νῆσος μέσσηι ἁλὶ πετρήεσσα, |
845 | μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,Ἀστερίς, οὐ μεγάλη· λιμένες δ᾽ ἔνι ναύλοχοι αὐτῆιἀμφίδυμοι· τῆι τόν γε μένον λοχόωντες Ἀχαιοί. |