Homeros
ca. 730 a. Chr. n.
Ὀ δ υ σ σ ε ί α ς γ
Τὰ ἐν Πύλωι.
|
|
___________________________________________________
|
|
Ἠέλιος δ᾽ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,οὐρανὸν ἐς πολύχαλκον, ἵν᾽ ἀθανάτοισι φαείνοικαὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον, | |
5 | ἷξον· τοὶ δ᾽ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτηι.ἐννέα δ᾽ ἕδραι ἔσαν, πεντακόσιοι δ᾽ ἐν ἑκάστηιἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους.εὖθ᾽ οἱ σπλάγχνα πάσαντο, θεῶι δ᾽ ἐπὶ μηρί᾽ ἔκαιον, |
10 | οἱ δ᾽ ἰθὺς κατάγοντο ἰδ᾽ ἱστία νηὸς ἐίσηςστεῖλαν ἀείραντες, τὴν δ᾽ ὥρμισαν, ἐκ δ᾽ ἔβαν αὐτοί·ἐκ δ᾽ ἄρα Τηλέμαχος νηὸς βαῖν᾽, ἦρχε δ᾽ Ἀθήνη.τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·Τηλέμαχ᾽, οὐ μέν σε χρὴ ἔτ᾽ αἰδοῦς, οὐδ᾽ ἠβαιόν· |
15 | τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαιπατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.ἀλλ᾽ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο·εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπηι· |
20 | ψεῦδος δ᾽ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί.τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Μέντορ, πῶς τ᾽ ἄρ᾽ ἴω; πῶς τ᾽ ἂρ προσπτύξομαι αὐτόν;οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν·αἰδὼς δ᾽ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι. |
25 | τὸν δ᾽ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·Τηλέμαχ᾽, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῆισι νοήσεις,ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίωοὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.ὣς ἄρα φωνήσασ᾽ ἡγήσατο Παλλὰς Ἀθήνη |
30 | καρπαλίμως· ὁ δ᾽ ἔπειτα μετ᾽ ἴχνια βαῖνε θεοῖο.ἷξον δ᾽ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,ἔνθ᾽ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δ᾽ ἑταῖροιδαῖτ᾽ ἐντυνόμενοι κρέα τ᾽ ὤπτων ἄλλα τ᾽ ἔπειρον.οἱ δ᾽ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες, |
35 | χερσίν τ᾽ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼνἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶκώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίηισινπάρ τε κασιγνήτωι Θρασυμήδεϊ καὶ πατέρι ὧι· |
40 | δῶκε δ᾽ ἄρα σπλάγχνων μοίρας, ἐν δ᾽ οἶνον ἔχευενχρυσείωι δέπαϊ· δειδισκόμενος δὲ προσηύδαΠαλλάδ᾽ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο·εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες. |
45 | αὐτὰρ ἐπὴν σπείσηις τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,δὸς καὶ τούτωι ἔπειτα δέπας μελιηδέος οἴνουσπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισινεὔχεσθαι· πάντες δὲ θεῶν χατέουσ᾽ ἄνθρωποι.ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δ᾽ ἐμοὶ αὐτῶι· |
50 | τοὔνεκα σοὶ προτέρωι δώσω χρύσειον ἄλεισον.ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου·χαῖρε δ᾽ Ἀθηναίη πεπνυμένωι ἀνδρὶ δικαίωι,οὕνεκα οἷ προτέρηι δῶκε χρύσειον ἄλεισον·αὐτίκα δ᾽ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι· |
55 | κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρηιςἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,αὐτὰρ ἔπειτ᾽ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴνσύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης. |
60 | δὸς δ᾽ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,οὕνεκα δεῦρ᾽ ἱκόμεσθα θοῆι σὺν νηὶ μελαίνηι.ὣς ἄρ᾽ ἔπειτ᾽ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.δῶκε δὲ Τηλεμάχωι καλὸν δέπας ἀμφικύπελλον·ὣς δ᾽ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός. |
65 | οἱ δ᾽ ἐπεί ὤπτησαν κρέ᾽ ὑπέρτερα καὶ ἐρύσαντο,μοίρας δασσάμενοι δαίνυντ᾽ ἐρικυδέα δαῖτα.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·νῦν δὴ κάλλίον ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι |
70 | ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ᾽ ὑγρὰ κέλευθα;ἤ τι κατά πρῆξιν ἦ μαψιδίως ἀλάλησθεοἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τ᾽ ἀλόωνταιψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι πέροντες; |
75 | τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδαθαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνηθῆχ᾽, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτοἠδ᾽ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχηισιν·ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν, |
80 | εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω.ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν·πρῆξις δ᾽ ἥδ᾽ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι |
85 | σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιξον,πευθόμεθ᾽, ἧχι ἕκαστος ἀπώλετο λυγρῶι ὀλέθρωι,κείνου δ᾽ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθ᾽ ὄλωλεν, |
90 | εἴθ᾽ ὅ γ᾽ ἐπ᾽ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.τοὔνεκα νῦν τὰ σὰ γούναθ᾽ ἱκάνομαι, αἴ κ᾽ ἐθέληισθακείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπαςὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας |
95 | πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.μηδέ τί μ᾽ αἰδόμενος μειλίσσεο μηδ᾽ ἐλεαίρων,ἀλλ᾽ εὖ μοι κατάλεξον ὃπως ἤντησας ὀπωπῆς.λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε |
100 | δήμωι ἔνι Τρώων, ὅθι πάσχετε πήματ᾽ Ἀχαιοί,τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·ὦ φίλ᾽, ἐπεί μ᾽ ἔμνησας ὀιζύος, ἥν ἐν ἐκείνωιδήμωι ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν, |
105 | ἠμέν ὅσα ξὺν νηυσίν ἐπ᾽ ἠεροειδέα πόντονπλαζόμενοι κατὰ ληίδ᾽, ὅπηι ἄρξειεν Ἀχιλλεύς,ἠδ᾽ ὅσα καὶ περί ἄστυ μέγα Πριάμοιο ἄνακτοςμαρνάμεθ᾽· ἔνθα δ᾽ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δ᾽ Ἀχιλλεύς, |
110 | ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,ἔνθα δ᾽ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·ἄλλα τε πόλλ᾽ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖναπάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων; |
115 | οὐδ᾽ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνωνἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντεςπαντοίοισι δόλοισι, μόγις δ᾽ ἐτέλεσσε Κρονίων. |
120 | ἔνθ᾽ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντηνἤθελ᾽, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺςπαντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γεκείνου ἔκγονός ἐσσι· σέβας μ᾽ ἔχει εἰσορόωντα.ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης |
125 | ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.ἔνθ᾽ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺςοὔτε ποτ᾽ εἰν ἀγορῆι δίχ᾽ ἐβάζομεν οὔτ᾽ ἐνὶ βουλῆι,ἀλλ᾽ ἕνα θυμὸν ἔχοντε νόω καὶ ἐπίφρονι βουλῆιφραζόμεθ᾽ Ἀργείοισιν ὅπως ὄχ᾽ ἄριστα γένοιτο. |
130 | αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,βῆμεν δ᾽ ἐν νήεσσι, θεὸς δ᾽ ἐσκέδασσεν Ἀχαιούς,καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστονἈργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοιπάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον |
135 | μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.ἥ τ᾽ ἔριν Ἀτρεΐδηισι μετ᾽ ἀμφοτέροισιν ἔθηκε.τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,οἱ ἦλθον οἴνωι βεβαρηότες υἷες Ἀχαιῶν, |
140 | μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.ἔνθ᾽ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺςνόστου μιμνήσκεσθαι ἐπ᾽ εὐρέα νῶτα θαλάσσης,οὐδ᾽ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥαλαὸν ἐρυκακέειν ῥέξαι θ᾽ ἱερὰς ἑκατόμβας, |
145 | ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,νήπιος, οὐδὲ τὸ ἤιδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·οὐ γάρ τ᾽ αἶψα θεῶν τρέπεται νόος αἰέν ἐόντων.ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσινἕστασαν· οἱ δ᾽ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ |
150 | ἠχῆι θεσπεσίηι, δίχα δέ σφισιν ἥνδανε βουλή.νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντεςἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·ἠῶθεν δ᾽ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖανκτήματά τ᾽ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας. |
155 | ἡμίσεες δ᾽ ἄρα λαοὶ ἐρητύοντο μένοντεςαὖθι παρ᾽ Ἀτρεΐδηι Ἀγαμέμνονι, ποιμένι λαῶν·ἡμίσεες δ᾽ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλ᾽ ὦκαἔπλεον, ἐστόρεσεν δέ θεὸς μεγακήτεα πόντον.ἐς Τένεδον δ᾽ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοισ̂ν, |
160 | οἴκαδε ἱέμενοι· Ζεὺς δ᾽ οὔ πω μήδετο νόστον,σχέτλιος, ὅς ῥ᾽ ἔριν ὦρσε κακήν ἔπι δεύτερον αὖτις.οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσαςἀμφ᾽ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην,αὖτις ἐπ᾽ Ἀτρεΐδηι Ἀγαμέμνονι ἦρα φέροντες· |
165 | αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο,φεῦγον, ἐπεὶ γίγνωσκον, ὃδὴ κακὰ μήδετο δαίμων.φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δ᾽ ἑταίρους.ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος,ἐν Λέσβωι δ᾽ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας, |
170 | ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπ᾽ ἀριστέρ᾽ ἔχοντες,ἦ ὑπένερθε Χίοιο, παρ᾽ ἠνεμόεντα Μίμαντα.ἠιτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γ᾽ ἡμῖνδεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν |
175 | τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.ὦρτο δ᾽ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλ᾽ ὦκαἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸνἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρωνπόλλ᾽ ἐπὶ μῆρ᾽ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες. |
180 | τέτρατον ἦμαρ ἔην, ὅτ᾽ ἐν Ἄργεϊ νῆας ἐίσαςΤυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιοἵστασαν· αὐτάρ ἐγώ γε Πύλονδ᾽ ἔχον, οὐδέ ποτ᾽ ἔσβηοὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα |
185 | κείνων, οἵ τ᾽ ἐσάωθεν Ἀχαιῶν οἵ τ᾽ ἀπόλοντο.ὅσσα δ᾽ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισιπεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, κοὐδέ σε δεύσω.εὖ μὲν Μυρμιδόνας φάσ᾽ ἐλθέμεν ἐγχεσιμώρους,οὓς ἄγ᾽ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός, |
190 | εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.πάντας δ᾽ Ἰδομενεὺς Κρήτην εἰσήγαγ᾽ ἑταίρους,οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τιν᾽ ἀπηύρα.Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες,ὥς τ᾽ ἦλθ᾽, ὥς τ᾽ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον. |
195 | ἀλλ᾽ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν·ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαιἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.καὶ σὺ φίλος, μάλα γάρ σ᾽ ὁρόω καλόν τε μέγαν τε, |
200 | ἄλκιμος ἔσσ᾽, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπηι.τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶοἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι· |
205 | αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.ἀλλ᾽ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,πατρί τ᾽ ἐμῶι καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης. |
210 | τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·ὦ φίλ᾽, ἐπεὶ δὴ ταῦτά μ᾽ ἀνέμνησας καὶ ἔειπες,φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺςἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι·εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ |
215 | ἐχθαίρουσ᾽ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῆι.τίς δ᾽ οἶδ᾽ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;εἰ γάρ σ᾽ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη,ὡς τότ᾽ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο |
220 | δήμωι ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγε᾽ Ἀχαιοί -οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,ὡς κείνωι ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη -εἴ σ᾽ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῶι,τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο. |
225 | τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω·λίην γὰρ μέγα εἶπες· ἄγη μ᾽ ἔχει. οὐκ ἂν ἐμοί γεἐλπομένω τὰ γένοιτ᾽, οὐδ᾽ εἰ θεοὶ ὣς ἐθέλοιεν.τὸν δ᾽ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· |
230 | Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.ῥεῖα θεός γ᾽ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.βουλοίμην δ᾽ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσαςοἴκαδέ τ᾽ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων |
235 | ὤλεθ᾽ ὑπ᾽ Αἰγίσθοιο δόλωι καὶ ἧς ἀλόχοιο.ἀλλ᾽ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περκαὶ φίλωι ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴμοῖρ᾽ ὀλοὴ καθέληισι τανηλεγέος θανάτοιο.τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
240 | Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·κείνωι δ᾽ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδηφράσσαντ᾽ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.νῦν δ᾽ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαιΝέστορ᾽, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων· |
245 | τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένε᾽ ἀνδρῶν·ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.ὦ Νέστορ Νηληϊάδη, σὺ δ᾽ ἀληθὲς ἐνίσπες·πῶς ἔθαν᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων;ποῦ Μενέλαος ἔην; τίνα δ᾽ αὐτῶι μήσατ᾽ ὄλεθρον |
250 | Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω;ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πηι ἄλληιπλάζετ᾽ ἐπ᾽ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε;τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντ᾽ ἀγορεύσω. |
255 | ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη,εἰ ζωόν γ᾽ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμενἈτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος·τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,ἀλλ᾽ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν |
260 | κείμενον ἐν πεδίωι ἑκὰς ἄστεος, οὐδέ κέ τίς μινκλαῦσεν Ἀχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον.ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλουςἥμεθ᾽· ὁ δ᾽ εὔκηλος μυχῶι Ἄργεος ἱπποβότοιοπόλλ᾽ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκ᾽ ἐπέεσσιν. |
265 | ἡ δ᾽ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲςδῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητ᾽ ἀγαθῆισι·πὰρ δ᾽ ἄρ᾽ ἔην καὶ ἀοιδὸς ἀνήρ, ὧι πόλλ᾽ ἐπέτελλενἈτρεΐδης Τροίηνδε κιὼν ἔρυσασθαι ἄκοιτιν.ἀλλ᾽ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι, |
270 | δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμηνκάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,τὴν δ᾽ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.πολλὰ δὲ μηρί᾽ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,πολλὰ δ᾽ ἀγάλματ᾽ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε, |
275 | ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῶι.ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·ἀλλ᾽ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθ᾽, ἄκρον Ἀθηνέων,ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων |
280 | οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλ᾽ ἀνθρώπωννῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.ὣς ὁ μὲν ἔνθα κατέσχετ᾽, ἐπειγόμενός περ ὁδοῖο, |
285 | ὄφρ᾽ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.ἀλλ᾽ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντονἐν νηυσὶ γλαφυρῆισι Μαλειάων ὄρος αἰπὺἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺςἐφράσατο, λιγέων δ᾽ ἀνέμων ἐπ᾽ ἀυτμένα χεῦε, |
290 | κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.ἔνθα διατμήξας τὰς μὲν Κρήτηι ἐπέλασσεν,ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρηἐσχατιῆι Γόρτυνος ἐν ἠεροειδέι πόντωι· |
295 | ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμ᾽ ἀποέργει.αἱ μὲν ἄρ᾽ ἔνθ᾽ ἦλθον, σπουδῆι δ᾽ ἤλυξαν ὄλεθρονἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξανκύματ᾽· ἀτὰρ τὰς πέντε νέας κυανοπρωιρείους |
300 | Αἰγύπτωι ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρωνἠλᾶτο ξὺν νηυσὶ κατ᾽ ἀλλοθρόους ἀνθρώπους·τόφρα δὲ ταῦτ᾽ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά. |
305 | ἑπτάετες δ᾽ ἤνασσε πολυχρύσοιο Μυκήνης, |
304 | κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπ᾽ αὐτῶι.τῶι δέ οἱ ὀγδοάτωι κακὸν ἤλυθε δῖος Ὀρέστηςἂψ ἀπ᾽ Ἀθηνάων, κατὰ δ᾽ ἔκτανε πατροφονῆα,Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν |
310 | μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαοςπολλὰ κτήματ᾽ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλ᾽ ἀλάλησο,κτήματά τε προλιπὼν ἄνδρας τ᾽ ἐν σοῖσι δόμοισιν |
315 | οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσινκτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθηις.ἀλλ᾽ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγαἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῶι |
320 | ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαιἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδ᾽ οἰωνοὶαὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.ἀλλ᾽ ἴθι νῦν σὺν νηί τε σῆι καὶ σοῖς ἑτάροισιν·εἰ δ᾽ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι, |
325 | πὰρ δὲ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονταιἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπηι·ψεῦδος δ᾽ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.ὣς ἔφατ᾽, ἠέλιος δ᾽ ἄρ᾽ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε. |
330 | τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη·ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας·ἀλλ᾽ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισινσπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη. |
335 | ἤδη γὰρ φάος οἴχεθ᾽ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν·δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.ἦ ῥα Διὸς θυγάτηρ, οἱ δ᾽ ἔκλυον αὐδησάσης.τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, |
340 | νώμησαν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι·γλώσσας δ᾽ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δ᾽ ἐπέλειβον.αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιον θ᾽, ὅσον ἤθελε θυμός,δὴ τότ᾽ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴςἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι. |
345 | Νέστωρ δ᾽ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν·Ζεὺς τό γ᾽ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,ὡς ὑμεῖς παρ᾽ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτεὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ,ὧι οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλ᾽ ἐνὶ οἴκωι, |
350 | οὔτ᾽ αὐτῶι μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.οὔ θην δὴ τοῦδ᾽ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸςνηὸς ἐπ᾽ ἰκριόφιν καταλέξεται, ὄφρ᾽ ἂν ἐγώ γεζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται, |
355 | ξείνους ξεινίζειν, ὅς τίς κ᾽ ἐμὰ δώμαθ᾽ ἵκηται.τὸν δ᾽ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·εὖ δὴ ταῦτά γ᾽ ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικενΤηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.ἀλλ᾽ οὗτος μὲν νῦν σοὶ ἅμ᾽ ἕψεται, ὄφρα κεν εὕδηι |
360 | σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δ᾽ ἐπὶ νῆα μέλαινανεἶμ᾽, ἵνα θαρσύνω θ᾽ ἑτάρους εἴπω τε ἕκαστα.οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·οἱ δ᾽ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο. |
365 | ἔνθα κε λεξαίμην κοίληι παρὰ νηὶ μελαίνηινῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμουςεἶμ᾽ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γεοὐδ᾽ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,πέμψον σὺν δίφρωι τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους, |
370 | οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.ὣς ἄρα φωνήσασ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνηφήνηι εἰδομένη· θάμβος δ᾽ ἕλε πάντας ἰδόντας.θαύμαζεν δ᾽ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς·Τηλεμάχου δ᾽ ἕλε χεῖρα, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν· |
375 | ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι,εἰ δή τοι νέωι ὧδε θεοὶ πομπῆες ἕπονται.οὐ μὲν γάρ τις ὅδ᾽ ἄλλος Ὀλύμπια δώματ᾽ ἐχόντων,ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια,ἥ τοι καὶ πατέρ᾽ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα. |
380 | ἀλλὰ ἄνασσ᾽ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,αὐτῶι καὶ παίδεσσι καὶ αἰδοίηι παρακοίτι·σοὶ δ᾽ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπονἀδμήτην, ἣν οὔ πω ὕπὸ ζυγὸν ἤγαγεν ἀνήρ·τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας. |
385 | ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε Παλλὰς Ἀθήνη.τοῖσιν δ᾽ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.ἀλλ᾽ ὅτε δώμαθ᾽ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε· |
390 | τοῖς δ᾽ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσενοἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτωι ἐνιαυτῶιὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δ᾽ Ἀθήνηιεὔχετ᾽ ἀποσπένδων, κούρηι Διὸς αἰγιόχοιο. |
395 | αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιον θ᾽, ὅσον ἤθελε θυμός,οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,τὸν δ᾽ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,τρητοῖς ἐν λεχέεσσιν ὑπ᾽ αἰθούσηι ἐριδούπωι, |
400 | πὰρ᾽ δ᾽ ἄρ᾽ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,ὅς οἱ ἔτ᾽ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·αὐτὸς δ᾽ αὖτε καθεῦδε μυχῶι δόμου ὑψηλοῖο,τῶι δ᾽ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, |
405 | ὤρνυτ᾽ ἄρ᾽ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,ἐκ δ᾽ ἐλθὼν κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπὶ ξεστοῖσι λίθοισιν,οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶνΝηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος· |
410 | ἀλλ᾽ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,Νέστωρ αὖ τότ᾽ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,σκῆπτρον ἔχων. περὶ δ᾽ υἷες ἀολλέες ἠγερέθοντοἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τεΠερσεύς τ᾽ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης. |
415 | τοῖσι δ᾽ ἔπειθ᾽ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,πὰρ δ᾽ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατ᾽ ἐέλδωρ,ὄφρ᾽ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομ᾽ Ἀθήνην, |
420 | ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.ἀλλ᾽ ἄγ᾽ ὁ μὲν πεδίονδ᾽ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχισταἔλθηισιν, ἐλάσηι δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·εἷς δ᾽ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαινανπάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύ᾽ οἴους· |
425 | εἷς δ᾽ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθωἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύηι.οἱ δ᾽ ἄλλοι μένετ᾽ αὐτοῦ ἀολλέες, εἴπατε δ᾽ εἴσωδμωιῆισιν κατὰ δώματ᾽ ἀγακλυτὰ δαῖτα πένεσθαι,ἕδρας τε ξύλα τ᾽ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ. |
430 | ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦςἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσηςΤηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺςὅπλ᾽ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,ἄκμονά τε σφῦραν τ᾽ ἐυποίητόν τε πυράγρην, |
435 | οἷσίν τε χρυσὸν εἰργάξετο· ἦλθε δ᾽ Ἀθήνηἱρῶν ἀντιόωσα. γέρων δ᾽ ἱππηλάτα Νέστωρχρυσὸν ἔδωχ᾽· ὁ δ᾽ ἔπειτα βοὸς κέρασιν περίχευενἀσκήσας, ἵν᾽ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.βοῦν δ᾽ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων. |
440 | χέρνιβα δέ σφ᾽ Ἄρητος ἐν ἀνθεμόεντι λέβητιἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρηι δ᾽ ἔχεν οὐλὰςἐν κανέωι πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδηςὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.Περσεὺς δ᾽ ἀμνίον εἶχε· γέρων δ᾽ ἱππηλάτα Νέστωρ |
445 | χέρνιβά τ᾽ οὐλοχύτας τε κατήρχετο, πολλὰ δ᾽ Ἀθήνηιεὔχετ᾽ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.αὐτὰρ ἐπεί ῥ᾽ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδηςἤλασεν ἄγχι στάς· πέλεκυς δ᾽ ἀπέκοψε τένοντας |
450 | αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δ᾽ ὀλόλυξανθυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτιςΝέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.οἱ μὲν ἔπειτ᾽ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείηςἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν. |
455 | τῆς δ᾽ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δ᾽ ὀστέα θυμός,αἶψ᾽ ἄρα μιν διέχευαν, ἄφαρ δ᾽ ἐκ μηρία τάμνονπάντα κατὰ μοῖραν, κατά τε κνίσηι ἐκάλυψανδίπτυχα ποιήσαντες, ἐπ᾽ αὐτῶν δ᾽ ὠμοθέτησαν.καῖε δ᾽ ἐπὶ σχίζηις ὁ γέρων, ἐπὶ δ᾽ αἴθοπα οἶνον |
460 | λεῖβε· νέοι δὲ παρ᾽ αὐτὸν ἔχον πεμπώβολα χερσίν.αὐτὰρ ἐπεὶ κατὰ μῆρ᾽ ἐκάη καὶ σπλάγχνα πάσαντο,μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν,ὤπτων δ᾽ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη, |
465 | Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπ᾽ ἐλαίωι,ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,ἔκ ῥ᾽ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·πὰρ δ᾽ ὅ γε Νέστορ᾽ ἰὼν κατ᾽ ἄρ᾽ ἕζετο, ποιμένα λαῶν. |
470 | οἱ δ᾽ ἐπεὶ ὤπτησαν κρέ᾽ ὑπέρτερα καὶ ἐρύσαντο,δαίνυνθ᾽ ἑζόμενοι· ἐπὶ δ᾽ ἀνέρες ἐσθλοὶ ὄροντοοἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· |
475 | παῖδες ἐμοί, ἄγε Τηλεμάχωι καλλίτριχας ἵππουςζεύξαθ᾽ ὑφ᾽ ἅρματ᾽ ἄγοντες, ἵνα πρήσσηισιν ὁδοῖο.ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο,καρπαλίμως δ᾽ ἔζευξαν ὑφ᾽ ἅρμασιν ὠκέας ἵππους.ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν |
480 | ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.ἂν δ᾽ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·πὰρ δ᾽ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,ἐς δίφρον τ᾽ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,μάστιξεν δ᾽ ἐλάαν, τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην |
485 | ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.δύσετό τ᾽ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,ἐς Φηρὰς δ᾽ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα. |
490 | ἔνθα δὲ νύκτ᾽ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,ἵππους τε ζεύγνυντ᾽ ἀνά θ᾽ ἅρματα ποικίλ᾽ ἔβαινον·ἐκ δ᾽ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·μάστιξεν δ᾽ ἐλάαν, τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην. |
495 | ἷξον δ᾽ ἐς πεδίον πυρηφόρον, ἔνθα δ᾽ ἔπειταἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.δύσετό τ᾽ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί. |