BIBLIOTHECA AUGUSTANA

 

Homeri

Ilias (ca. 730)

 

Ἰλιάδος Κ

 

 

Δολώνεια.

 

___________________________________________________________________________________

 

 

 

λλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν

εὗδον παννύχιοι μαλακῶι δεδμημένοι ὕπνωι·

ἀλλ᾽ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν

ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα.

5

ὡς δ᾽ ὅτ᾽ ἂν ἀστράπτηι πόσις Ἥρης ἠϋκόμοιο

τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν

ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,

ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,

ὣς πυκίν᾽ ἐν στήθεσσιν ἀνεστενάχιζ᾽ Ἀγαμέμνων

10

νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.

 

ἤτοι ὅτ᾽ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,

θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ

αὐλῶν συρίγγων τ᾽ ἐνοπὴν ὅμαδόν τ᾽ ἀνθρώπων.

αὐτὰρ ὅτ᾽ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν,

15

πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας

ὑψόθ᾽ ἐόντι Διί, μέγα δ᾽ ἔστενε κυδάλιμον κῆρ.

ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ

Νέστορ᾽ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,

εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,

20

ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.

ὀρθωθεὶς δ᾽ ἔνδυνε περὶ στήθεσσι χιτῶνα,

ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,

ἀμφὶ δ᾽ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος

αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ᾽ ἔγχος.

 

25

ὣς δ᾽ αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῶι

ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν

Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφ᾽ ὑγρὴν

ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.

παρδαλέηι μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε

30

ποικίληι, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας

θήκατο χαλκείην, δόρυ δ᾽ εἵλετο χειρὶ παχείηι.

βῆ δ᾽ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων

Ἀργείων ἤνασσε, θεὸς δ᾽ ὣς τίετο δήμωι.

τὸν δ᾽ εὗρ᾽ ἀμφ᾽ ὤμοισι τιθήμενον ἔντεα καλὰ

35

νηῒ πάρα πρύμνηι· τῶι δ᾽ ἀσπάσιος γένετ᾽ ἐλθών.

 

τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·

τίφθ᾽ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τιν᾽ ἑταίρων

ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλ᾽ αἰνῶς

δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον

40

ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν

νύκτα δι᾽ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·

χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε

κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει

45

Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν.

Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχ᾽ ἱεροῖσιν·

οὐ γάρ πω ἰδόμην, οὐδ᾽ ἔκλυον αὐδήσαντος

ἄνδρ᾽ ἕνα τοσσάδε μέρμερ᾽ ἐπ᾽ ἤματι μητίσασθαι,

ὅσσ᾽ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν

50

αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο.

ἔργα δ᾽ ἔρεξ᾽ ὅσα φημὶ μελησέμεν Ἀργείοισι

δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατ᾽ Ἀχαιούς.

 

ἀλλ᾽ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον

ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δ᾽ ἐπὶ Νέστορα δῖον

55

εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κ᾽ ἐθέληισιν

ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδ᾽ ἐπιτεῖλαι.

κείνωι γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς

σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων

Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.

 

60

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·

πῶς γάρ μοι μύθωι ἐπιτέλλεαι ἠδὲ κελεύεις;

αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθηις,

ἦε θέω μετὰ σ᾽ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;

 

τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,

65

αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν

ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.

φθέγγεο δ᾽ ἧι κεν ἴηισθα καὶ ἐγρήγορθαι ἄνωχθι

πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον

πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῶι,

70

ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι

Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.

 

ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας·

αὐτὰρ ὁ βῆ ῥ᾽ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν·

τὸν δ᾽ εὗρεν παρά τε κλισίηι καὶ νηῒ μελαίνηι

75

εὐνῆι ἔνι μαλακῆι· παρὰ δ᾽ ἔντεα ποικίλ᾽ ἔκειτο

ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.

πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ὧι ῥ᾽ ὁ γεραιὸς

ζώννυθ᾽ ὅτ᾽ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο

λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῶι.

 

80

ὀρθωθεὶς δ᾽ ἄρ᾽ ἐπ᾽ ἀγκῶνος κεφαλὴν ἐπαείρας

Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθωι·

τίς δ᾽ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος

νύκτα δι᾽ ὀρφναίην, ὅτε θ᾽ εὕδουσι βροτοὶ ἄλλοι,

ἠέ τιν᾽ οὐρήων διζήμενος, ἤ τιν᾽ ἑταίρων;

85

φθέγγεο, μηδ᾽ ἀκέων ἐπ᾽ ἔμ᾽ ἔρχεο· τίπτε δέ σε χρεώ;

 

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν

γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων

Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κ᾽ ἀϋτμὴ

90

ἐν στήθεσσι μένηι καί μοι φίλα γούνατ᾽ ὀρώρηι.

πλάζομαι ὧδ᾽ ἐπεὶ οὔ μοι ἐπ᾽ ὄμμασι νήδυμος ὕπνος

ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδε᾽ Ἀχαιῶν.

αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ

ἔμπεδον, ἀλλ᾽ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω

95

στηθέων ἐκθρώισκει, τρομέει δ᾽ ὑπὸ φαίδιμα γυῖα.

ἀλλ᾽ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γ᾽ ὕπνος ἱκάνει,

δεῦρ᾽ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν

μὴ τοὶ μὲν καμάτωι ἀδηκότες ἠδὲ καὶ ὕπνωι

κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.

100

δυσμενέες δ᾽ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν

μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.

 

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·

Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον

οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς

105

ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω

κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς

ἐκ χόλου ἀργαλέοιο μεταστρέψηι φίλον ἦτορ.

σοὶ δὲ μάλ᾽ ἕψομ᾽ ἐγώ· ποτὶ δ᾽ αὖ καὶ ἐγείρομεν ἄλλους

ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδ᾽ Ὀδυσῆα

110

ἠδ᾽ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.

ἀλλ᾽ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν

ἀντίθεόν τ᾽ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα·

τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλ᾽ ἐγγύς.

ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον

115

νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδ᾽ ἐπικεύσω

ὡς εὕδει, σοὶ δ᾽ οἴωι ἐπέτρεψεν πονέεσθαι.

νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι

λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτ᾽ ἀνεκτός.

 

τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

120

ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα·

πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι

οὔτ᾽ ὄκνωι εἴκων οὔτ᾽ ἀφραδίηισι νόοιο,

ἀλλ᾽ ἐμέ τ᾽ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.

νῦν δ᾽ ἐμέο πρότερος μάλ᾽ ἐπέγρετο καί μοι ἐπέστη·

125

τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾶις.

ἀλλ᾽ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων

ἐν φυλάκεσσ᾽, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.

 

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·

οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδ᾽ ἀπιθήσει

130

Ἀργείων, ὅτε κέν τιν᾽ ἐποτρύνηι καὶ ἀνώγηι.

 

ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,

ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,

ἀμφὶ δ᾽ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν

διπλῆν ἐκταδίην, οὔλη δ᾽ ἐπενήνοθε λάχνη.

135

εἵλετο δ᾽ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῶι,

βῆ δ᾽ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.

πρῶτον ἔπειτ᾽ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον

ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ

φθεγξάμενος· τὸν δ᾽ αἶψα περὶ φρένας ἤλυθ᾽ ἰωή,

140

ἐκ δ᾽ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε·

τίφθ᾽ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε

νύκτα δι᾽ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;

 

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·

διογενὲς Λαερτιάδη πολυμήχαν᾽ Ὀδυσσεῦ

145

μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.

ἀλλ᾽ ἕπε᾽, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τ᾽ ἐπέοικε

βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.

 

ὣς φάθ᾽, ὁ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς

ποικίλον ἀμφ᾽ ὤμοισι σάκος θέτο, βῆ δὲ μετ᾽ αὐτούς.

150

βὰν δ᾽ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον

ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δ᾽ ἑταῖροι

εὗδον, ὑπὸ κρασὶν δ᾽ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν

ὄρθ᾽ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς

λάμφ᾽ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γ᾽ ἥρως

155

εὗδ᾽, ὑπὸ δ᾽ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,

αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.

τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,

λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τ᾽ ἄντην·

ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς;

160

οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῶι πεδίοιο

εἵαται ἄγχι νεῶν, ὀλίγος δ᾽ ἔτι χῶρος ἐρύκει;

 

ὣς φάθ᾽, ὁ δ᾽ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε,

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις.

165

οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν

οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων

πάντηι ἐποιχόμενοι; σὺ δ᾽ ἀμήχανός ἐσσι γεραιέ.

 

τὸν δ᾽ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ·

ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.

170

εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ

καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν·

ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.

νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς

ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι.

175

ἀλλ᾽ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν

ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μ᾽ ἐλεαίρεις.

 

ὣς φάθ᾽, ὁ δ᾽ ἀμφ᾽ ὤμοισιν ἑέσσατο δέρμα λέοντος

αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ᾽ ἔγχος.

βῆ δ᾽ ἰέναι, τοὺς δ᾽ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.

 

180

οἳ δ᾽ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,

οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,

ἀλλ᾽ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.

ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῆι

θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθ᾽ ὕλην

185

ἔρχηται δι᾽ ὄρεσφι· πολὺς δ᾽ ὀρυμαγδὸς ἐπ᾽ αὐτῶι

ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν·

ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει

νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ

τετράφαθ᾽, ὁππότ᾽ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.

190

τοὺς δ᾽ ὁ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθωι

καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·

οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τιν᾽ ὕπνος

αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.

 

ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δ᾽ ἅμ᾽ ἕποντο

195

Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν.

τοῖς δ᾽ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς

ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.

τάφρον δ᾽ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο

ἐν καθαρῶι, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος

200

πιπτόντων· ὅθεν αὖτις ἀπετράπετ᾽ ὄβριμος Ἕκτωρ

ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.

ἔνθα καθεζόμενοι ἔπε᾽ ἀλλήλοισι πίφαυσκον·

τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·

ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθ᾽ ἑῶι αὐτοῦ

205

θυμῶι τολμήεντι μετὰ Τρῶας μεγαθύμους

ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα,

ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο,

ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν

αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ

210

ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ᾽ Ἀχαιούς.

ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι

ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη

πάντας ἐπ᾽ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή·

ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι

215

τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν

θῆλυν ὑπόρρηνον· τῆι μὲν κτέρας οὐδὲν ὁμοῖον,

αἰεὶ δ᾽ ἐν δαίτηισι καὶ εἰλαπίνηισι παρέσται.

 

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῆι.

τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·

220

Νέστορ ἔμ᾽ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ

ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων

Τρώων· ἀλλ᾽ εἴ τίς μοι ἀνὴρ ἅμ᾽ ἕποιτο καὶ ἄλλος

μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.

σύν τε δύ᾽ ἐρχομένω καί τε πρὸ ὁ τοῦ ἐνόησεν

225

ὅππως κέρδος ἔηι· μοῦνος δ᾽ εἴ πέρ τε νοήσηι

ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.

 

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.

ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,

ἤθελε Μηριόνης, μάλα δ᾽ ἤθελε Νέστορος υἱός,

230

ἤθελε δ᾽ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος,

ἤθελε δ᾽ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον

Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.

τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

Τυδεΐδη Διόμηδες ἐμῶι κεχαρισμένε θυμῶι

235

τὸν μὲν δὴ ἕταρόν γ᾽ αἱρήσεαι ὅν κ᾽ ἐθέληισθα,

φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.

μηδὲ σύ γ᾽ αἰδόμενος σῆισι φρεσὶ τὸν μὲν ἀρείω

καλλείπειν, σὺ δὲ χείρον᾽ ὀπάσσεαι αἰδοῖ εἴκων

ἐς γενεὴν ὁρόων, μηδ᾽ εἰ βασιλεύτερός ἐστιν.

 

240

ὣς ἔφατ᾽, ἔδεισεν δὲ περὶ ξανθῶι Μενελάωι.

τοῖς δ᾽ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης·

εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ᾽ αὐτὸν ἑλέσθαι,

πῶς ἂν ἔπειτ᾽ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,

οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ

245

ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη.

τούτου γ᾽ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο

ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.

 

τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·

Τυδεΐδη μήτ᾽ ἄρ με μάλ᾽ αἴνεε μήτέ τι νείκει·

250

εἰδόσι γάρ τοι ταῦτα μετ᾽ Ἀργείοις ἀγορεύεις.

ἀλλ᾽ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δ᾽ ἠώς,

ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ

τῶν δύο μοιράων, τριτάτη δ᾽ ἔτι μοῖρα λέλειπται.

ὣς εἰπόνθ᾽ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.

255

Τυδεΐδηι μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης

φάσγανον ἄμφηκες· τὸ δ᾽ ἑὸν παρὰ νηῒ λέλειπτο·

καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε

ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ

κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.

260

Μηριόνης δ᾽ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην

καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε

ῥινοῦ ποιητήν· πολέσιν δ᾽ ἔντοσθεν ἱμᾶσιν

ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες

ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα

265

εὖ καὶ ἐπισταμένως· μέσσηι δ᾽ ἐνὶ πῖλος ἀρήρει.

 

τήν ῥά ποτ᾽ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο

ἐξέλετ᾽ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,

Σκάνδειαν δ᾽ ἄρα δῶκε Κυθηρίωι Ἀμφιδάμαντι·

Ἀμφιδάμας δὲ Μόλωι δῶκε ξεινήϊον εἶναι,

270

αὐτὰρ ὁ Μηριόνηι δῶκεν ὧι παιδὶ φορῆναι·

δὴ τότ᾽ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.

 

τὼ δ᾽ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,

βάν ῥ᾽ ἰέναι, λιπέτην δὲ κατ᾽ αὐτόθι πάντας ἀρίστους.

τοῖσι δὲ δεξιὸν ἧκεν ἐρωιδιὸν ἐγγὺς ὁδοῖο

275

Παλλὰς Ἀθηναίη· τοὶ δ᾽ οὐκ ἴδον ὀφθαλμοῖσι

νύκτα δι᾽ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.

χαῖρε δὲ τῶι ὄρνιθ᾽ Ὀδυσεύς, ἠρᾶτο δ᾽ Ἀθήνηι·

κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ

ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω

280

κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη,

δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι

ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσηι.

 

δεύτερος αὖτ᾽ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·

κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·

285

σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμ᾽ ἕσπεο Τυδέϊ δίωι

ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ἤιει.

τοὺς δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀσωπῶι λίπε χαλκοχίτωνας Ἀχαιούς,

αὐτὰρ ὁ μειλίχιον μῦθον φέρε Καδμείοισι

κεῖσ᾽· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα

290

σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.

ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.

σοὶ δ᾽ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον

ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·

τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.

 

295

ὣς ἔφαν εὐχόμενοι, τῶν δ᾽ ἔκλυε Παλλὰς Ἀθήνη.

οἳ δ᾽ ἐπεὶ ἠρήσαντο Διὸς κούρηι μεγάλοιο,

βάν ῥ᾽ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν

ἂμ φόνον, ἂν νέκυας, διά τ᾽ ἔντεα καὶ μέλαν αἷμα.

 

οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ

300

εὕδειν, ἀλλ᾽ ἄμυδις κικλήσκετο πάντας ἀρίστους,

ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·

τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·

τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε

δώρωι ἔπι μεγάλωι; μισθὸς δέ οἱ ἄρκιος ἔσται.

305

δώσω γὰρ δίφρόν τε δύω τ᾽ ἐριαύχενας ἵππους

οἵ κεν ἄριστοι ἔωσι θοῆις ἐπὶ νηυσὶν Ἀχαιῶν

ὅς τίς κε τλαίη, οἷ τ᾽ αὐτῶι κῦδος ἄροιτο,

νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι

ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,

310

ἦ ἤδη χείρεσσιν ὑφ᾽ ἡμετέρηισι δαμέντες

φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ᾽ ἐθέλουσι

νύκτα φυλασσέμεναι, καμάτωι ἀδηκότες αἰνῶι.

 

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῆι.

ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς

315

κήρυκος θείοιο πολύχρυσος πολύχαλκος,

ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης·

αὐτὰρ ὁ μοῦνος ἔην μετὰ πέντε κασιγνήτηισιν.

ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·

Ἕκτορ ἔμ᾽ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ

320

νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.

ἀλλ᾽ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον

ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῶι

δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα,

σοὶ δ᾽ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδ᾽ ἀπὸ δόξης·

325

τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρ᾽ ἂν ἵκωμαι

νῆ᾽ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι

βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.

 

ὣς φάθ᾽, ὁ δ᾽ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν·

ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης

330

μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος

Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.

 

ὣς φάτο καί ῥ᾽ ἐπίορκον ἐπώμοσε, τὸν δ᾽ ὀρόθυνεν·

αὐτίκα δ᾽ ἀμφ᾽ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,

ἕσσατο δ᾽ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,

335

κρατὶ δ᾽ ἐπὶ κτιδέην κυνέην, ἕλε δ᾽ ὀξὺν ἄκοντα,

βῆ δ᾽ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδ᾽ ἄρ᾽ ἔμελλεν

ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.

ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵππων τε καὶ ἀνδρῶν κάλλιφ᾽ ὅμιλον,

βῆ ῥ᾽ ἀν᾽ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα

340

διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν·

οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,

οὐκ οἶδ᾽ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρηισιν,

ἦ τινα συλήσων νεκύων κατατεθνηώτων.

ἀλλ᾽ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο

345

τυτθόν· ἔπειτα δέ κ᾽ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν

καρπαλίμως· εἰ δ᾽ ἄμμε παραφθαίησι πόδεσσιν,

αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν

ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξηι.

 

ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι

350

κλινθήτην· ὁ δ᾽ ἄρ᾽ ὦκα παρέδραμεν ἀφραδίηισιν.

 

ἀλλ᾽ ὅτε δή ῥ᾽ ἀπέην ὅσσόν τ᾽ ἐπὶ οὖρα πέλονται

ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν

ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον·

τὼ μὲν ἐπεδραμέτην, ὁ δ᾽ ἄρ᾽ ἔστη δοῦπον ἀκούσας.

355

ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους

ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.

ἀλλ᾽ ὅτε δή ῥ᾽ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον,

γνῶ ῥ᾽ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατ᾽ ἐνώμα

φευγέμεναι· τοὶ δ᾽ αἶψα διώκειν ὁρμήθησαν.

360

ὡς δ᾽ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης

ἢ κεμάδ᾽ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ

χῶρον ἀν᾽ ὑλήενθ᾽, ὁ δέ τε προθέηισι μεμηκώς,

ὣς τὸν Τυδεΐδης ἠδ᾽ ὁ πτολίπορθος Ὀδυσσεὺς

λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.

365

ἀλλ᾽ ὅτε δὴ τάχ᾽ ἔμελλε μιγήσεσθαι φυλάκεσσι

φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλ᾽ Ἀθήνη

Τυδεΐδηι, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων

φθαίη ἐπευξάμενος βαλέειν, ὁ δὲ δεύτερος ἔλθοι.

δουρὶ δ᾽ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·

370

ἠὲ μέν᾽ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι

δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.

 

ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δ᾽ ἡμάρτανε φωτός·

δεξιτερὸν δ᾽ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ

ἐν γαίηι ἐπάγη· ὁ δ᾽ ἄρ᾽ ἔστη τάρβησέν τε

375

βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετ᾽ ὀδόντων·

χλωρὸς ὑπαὶ δείους· τὼ δ᾽ ἀσθμαίνοντε κιχήτην,

χειρῶν δ᾽ ἁψάσθην· ὁ δὲ δακρύσας ἔπος ηὔδα·

ζωγρεῖτ᾽, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον

χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,

380

τῶν κ᾽ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσι᾽ ἄποινα

εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ᾽ ἐπὶ νηυσὶν Ἀχαιῶν.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.

ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·

385

πῆι δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἷος

νύκτα δι᾽ ὀρφναίην, ὅτε θ᾽ εὕδουσι βροτοὶ ἄλλοι;

 

ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;

ἦ σ᾽ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα

νῆας ἔπι γλαφυράς; ἦ σ᾽ αὐτὸν θυμὸς ἀνῆκε;

 

390

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Δόλων, ὑπὸ δ᾽ ἔτρεμε γυῖα·

πολλῆισίν μ᾽ ἄτηισι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,

ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους

δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῶι,

ἠνώγει δέ μ᾽ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν

395

ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι

ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,

ἦ ἤδη χείρεσσιν ὑφ᾽ ἡμετέρηισι δαμέντες

φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ᾽ ἐθέλουσι

νύκτα φυλασσέμεναι, καμάτωι ἀδηκότες αἰνῶι.

 

400

τὸν δ᾽ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·

ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς

ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δ᾽ ἀλεγεινοὶ

ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ᾽ ὀχέεσθαι

ἄλλωι γ᾽ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.

405

ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·

ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;

ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;

πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;

ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν

410

αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ

ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ᾽ Ἀχαιούς.

 

τὸν δ᾽ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός·

τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ᾽ ἀτρεκέως καταλέξω.

Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί,

415

βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου

νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δ᾽ ἃς εἴρεαι ἥρως

οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.

ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη

οἷ δ᾽ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται

420

ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι

εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν·

οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν

425

εὕδουσ᾽ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.

 

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Δόλων Εὐμήδεος υἱός·

τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλ᾽ ἀτρεκέως καταλέξω.

πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι

καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,

430

πρὸς Θύμβρης δ᾽ ἔλαχον Λύκιοι Μυσοί τ᾽ ἀγέρωχοι

καὶ Φρύγες ἱππόμαχοι καὶ Μήιονες ἱπποκορυσταί.

ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;

εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον

Θρήϊκες οἷδ᾽ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων·

435

ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος.

τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους·

λευκότεροι χιόνος, θείειν δ᾽ ἀνέμοισιν ὁμοῖοι·

ἅρμα δέ οἱ χρυσῶι τε καὶ ἀργύρωι εὖ ἤσκηται·

τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι

440

ἤλυθ᾽ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν

ἄνδρεσσιν φορέειν, ἀλλ᾽ ἀθανάτοισι θεοῖσιν.

ἀλλ᾽ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,

ἠέ με δήσαντες λίπετ᾽ αὐτόθι νηλέϊ δεσμῶι,

ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο

445

ἠὲ κατ᾽ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.

 

τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·

μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῶι·

ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.

εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,

450

ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν

ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων·

εἰ δέ κ᾽ ἐμῆις ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσηις,

οὐκέτ᾽ ἔπειτα σὺ πῆμά ποτ᾽ ἔσσεαι Ἀργείοισιν.

 

ἦ, καὶ ὁ μέν μιν ἔμελλε γενείου χειρὶ παχείηι

455

ἁψάμενος λίσσεσθαι, ὁ δ᾽ αὐχένα μέσσον ἔλασσε

φασγάνωι ἀΐξας, ἀπὸ δ᾽ ἄμφω κέρσε τένοντε·

φθεγγομένου δ᾽ ἄρα τοῦ γε κάρη κονίηισιν ἐμίχθη.

τοῦ δ᾽ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο

καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν·

460

καὶ τά γ᾽ Ἀθηναίηι ληΐτιδι δῖος Ὀδυσσεὺς

ὑψόσ᾽ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα·

χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπωι

πάντων ἀθανάτων ἐπιδωσόμεθ᾽· ἀλλὰ καὶ αὖτις

πέμψον ἐπὶ Θρηικῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.

 

465

ὣς ἄρ᾽ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσ᾽ ἀείρας

θῆκεν ἀνὰ μυρίκην· δέελον δ᾽ ἐπὶ σῆμά τ᾽ ἔθηκε

συμμάρψας δόνακας μυρίκης τ᾽ ἐριθηλέας ὄζους,

μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.

τὼ δὲ βάτην προτέρω διά τ᾽ ἔντεα καὶ μέλαν αἷμα,

470

αἶψα δ᾽ ἐπὶ Θρηικῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.

 

οἳ δ᾽ εὗδον καμάτωι ἀδηκότες, ἔντεα δέ σφιν

καλὰ παρ᾽ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον

τριστοιχί· παρὰ δέ σφιν ἑκάστωι δίζυγες ἵπποι.

Ῥῆσος δ᾽ ἐν μέσωι εὗδε, παρ᾽ αὐτῶι δ᾽ ὠκέες ἵπποι

475

ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.

τὸν δ᾽ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν·

οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι,

οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.

ἀλλ᾽ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ

480

ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύ᾽ ἵππους·

ἠὲ σύ γ᾽ ἄνδρας ἔναιρε, μελήσουσιν δ᾽ ἐμοὶ ἵπποι.

ὣς φάτο, τῶι δ᾽ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,

κτεῖνε δ᾽ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτ᾽ ἀεικὴς

ἄορι θεινομένων, ἐρυθαίνετο δ᾽ αἵματι γαῖα.

485

ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν

αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσηι,

ὣς μὲν Θρήϊκας ἄνδρας ἐπώιχετο Τυδέος υἱὸς

ὄφρα δυώδεκ᾽ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς

ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς

490

τὸν δ᾽ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,

τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι

ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῶι

νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτ᾽ αὐτῶν.

ἀλλ᾽ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός,

495

τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα

ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη

τὴν νύκτ᾽ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.

τόφρα δ᾽ ἄρ᾽ ὁ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,

σὺν δ᾽ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου

500

τόξωι ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν

ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι·

ῥοίζησεν δ᾽ ἄρα πιφαύσκων Διομήδεϊ δίωι.

αὐτὰρ ὁ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,

ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχε᾽ ἔκειτο,

505

ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσ᾽ ἀείρας,

ἦ ἔτι τῶν πλεόνων Θρηικῶν ἀπὸ θυμὸν ἕλοιτο.

εἷος ὁ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα, τόφρα δ᾽ Ἀθήνη

ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον·

νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ

510

νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθηις,

μή πού τις καὶ Τρῶας ἐγείρηισιν θεὸς ἄλλος.

 

ὣς φάθ᾽, ὁ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,

καρπαλίμως δ᾽ ἵππων ἐπεβήσετο· κόψε δ᾽ Ὀδυσσεὺς

τόξωι· τοὶ δ᾽ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.

 

515

οὐδ᾽ ἀλαοσκοπιὴν εἶχ᾽ ἀργυρότοξος Ἀπόλλων

ὡς ἴδ᾽ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν·

τῆι κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,

ὦρσεν δὲ Θρηικῶν βουληφόρον Ἱπποκόωντα

Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὁ δ᾽ ἐξ ὕπνου ἀνορούσας

520

ὡς ἴδε χῶρον ἐρῆμον, ὅθ᾽ ἕστασαν ὠκέες ἵπποι,

ἄνδράς τ᾽ ἀσπαίροντας ἐν ἀργαλέηισι φονῆισιν,

ὤιμωξέν τ᾽ ἄρ᾽ ἔπειτα φίλον τ᾽ ὀνόμηνεν ἑταῖρον.

Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς

θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα

525

ὅσσ᾽ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.

 

οἳ δ᾽ ὅτε δή ῥ᾽ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,

ἔνθ᾽ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους,

Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα

ἐν χείρεσσ᾽ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δ᾽ ἵππων·

530

μάστιξεν δ᾽ ἵππους, τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην

νῆας ἔπι γλαφυράς· τῆι γὰρ φίλον ἔπλετο θυμῶι.

Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε·

ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες

ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.

535

ἵππων μ᾽ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.

αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὁ κρατερὸς Διομήδης

ὧδ᾽ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους·

ἀλλ᾽ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν

Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.

 

540

οὔ πω πᾶν εἴρητο ἔπος ὅτ᾽ ἄρ᾽ ἤλυθον αὐτοί.

καί ῥ᾽ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες

δεξιῆι ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·

πρῶτος δ᾽ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ·

εἴπ᾽ ἄγε μ᾽ ὦ πολύαιν᾽ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν

545

ὅππως τοῦσδ᾽ ἵππους λάβετον καταδύντες ὅμιλον

Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.

αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.

αἰεὶ μὲν Τρώεσσ᾽ ἐπιμίσγομαι, οὐδέ τί φημι

μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής·

550

ἀλλ᾽ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.

ἀλλά τιν᾽ ὔμμ᾽ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·

ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς

κούρη τ᾽ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

555

ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν

ῥεῖα θεός γ᾽ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε

ἵππους δωρήσαιτ᾽, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.

ἵπποι δ᾽ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις

Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτ᾽ ἀγαθὸς Διομήδης

560

ἔκτανε, πὰρ δ᾽ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.

τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,

τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο

Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.

 

ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους

565

καγχαλόων· ἅμα δ᾽ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.

οἳ δ᾽ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,

ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι

φάτνηι ἐφ᾽ ἱππείηι, ὅθι περ Διομήδεος ἵπποι

ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες·

570

νηῒ δ᾽ ἐνὶ πρυμνῆι ἔναρα βροτόεντα Δόλωνος

θῆκ᾽ Ὀδυσεύς, ὄφρ᾽ ἱρὸν ἑτοιμασσαίατ᾽ Ἀθήνηι.

 

αὐτοὶ δ᾽ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσηι

ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς.

αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν

575

νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ,

ἔς ῥ᾽ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.

τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπ᾽ ἐλαίωι

δείπνωι ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνηι

πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.