|
Προμηθέως δὲ παῖς Δευκαλίων ἐγένετο.
οὗτος βασιλεύων τῶν περὶ τὴν Φθίαν τόπων
γαμεῖ Πύρραν τὴν Ἐπιμηθέως καὶ Πανδώρας,
ἣν ἔπλασαν θεοὶ πρώτην γυναῖκα.
5
Hes. Theog. 1013:
Κίρκη δ᾽ Ἠελίου θυγάτηρ Ὑπεριονίδαο
γείνατ᾽ Ὀδυσσῆος ταλασίφρονος ἐν φιλότητι
Ἄγριον ἠδὲ Λατῖνον ἀμύμονά τε κρατερόν τε·
[...]
πᾶσιν Τυρσηνοῖσιν ἀγακλειτοῖσιν ἄνασσον.
Ioannes Laurentius Lydus, De mens. I. 13 (p. 7. 22 Wünsch):
κούρη δ᾽ ἐν μεγάροισιν ἀγαυοῦ Δευκαλίωνος
Πανδώρη Διὶ πατρί, θεῶν σημάντορι πάντων,
μιχθεῖσ᾽ ἐν φιλότητι τέκε Γραῖκον μενεχάρμην
Θυῖα παῖς
Δευκαλίωνος ἐγένετο:
7
Constantinus Porphyrogenn. De them. 2 (p. 86 sq. Pertusi):
ἡ δ᾽ ὑποκυσαμένη Διὶ γείνατο τερπικεραύνωι
υἷε δύω Μάγνητα Μακηδόνα θ᾽ ἱππιοχάρμην,
οἳ περὶ Πιερίην καὶ Ὄλυμπον δώματ᾽ ἔναιον.
8
Grammaticus de soloec. et barb., p. 310. 5 Nauck:
Μάγνης δ᾽ αὖ Δίκτυν τε καὶ ἀντίθεον Πολυδέκτεα.
Δευκαλίωνι γίνονται δὲ ἐκ Πύρρας
παῖδες Ἕλλην μὲν πρῶτος, δεύτερος δὲ
Ἀμφικτύων ὁ βασιλεύσας τῆς Ἀττικῆς,
θυγάτηρ δὲ Πρωτογένεια.
9
Plutarchus, Quaest. conviv. IX. 15. 2 p. 747F:
Ἕλληνος δ᾽ ἐγένοντο φιλοπτολέμου βασιλήος
Δῶρός τε Ξοῦθός τε καὶ Αἴολος ἱππιοχάρμης.
Δώρου παῖς Αἰγιμιός.
Ἰφθίμη καὶ Ἀγλαύη Αἰγιμιοῦ θυγατέρες,
ἐξ ὧν Νύμφαι, Σάτυροι, Κουρῆτες.
10 (M.-W. 11, 14, 16, 123)
Pap. Turner, fr. 1-3, col. I-II, 1-24:
]ַν Ὄλυμπον ἔχουσιν
]ος βασιλῆος
]ονον Ἄγρος ἐραννόν·
]ַερας Ἄργεϊ μέσσωι
|