BIBLIOTHECA AUGUSTANA

 

Theano

floruit ca. 600 a. Chr. n. (?)

 

Ἐπιστολαί

 

Textus:

Rudolf Hercher, Epistolographi Graeci

p. 604, Nº 5

 

___________________________________________________

 

 

 

2.

Θεανὼ Νικοστράτηι χαίρειν.

 

[1] Ἤκουον τὴν τοῦ ἀνδρός σου παράνοιαν, ὅτι τὴν ἑταίραν ἔχει, σὺ δὲ ὅτι ζηλοτυπεῖς αὐτόν. ἐγὼ δέ, ὦ φίλη, πολλοὺς ἔγνωκα τῆς αὐτῆς νόσου· θηρεύονται γὰρ ὡς ἔοικεν ὑπὸ τῶν γυναικῶν τούτων καὶ κατέχονται καὶ οὐκ ἔχουσι νοῦν. σὺ δὲ ἄθυμος εἶ καὶ νύκτα καὶ μεθ' ἡμέραν καὶ ἀδημονεῖς καὶ μηχανᾶι τι κατ' αὐτοῦ. μὴ σύ γε, ὦ φίλη· γαμετῆς γὰρ ἀρετή ἐστιν οὐχ ἡ παρατήρησις τἀνδρός, ἀλλ' ἡ συμπεριφορά· συμπεριφορὰ δέ ἐστι τὸ φέρειν ἄνοιαν. εἶθ' ἑταίραι μὲν πρὸς ἡδονὴν ὁμιλεῖ, γαμετῆι δὲ πρὸς τὸ συμφέρον· συμφέρον δὲ κακοῖς κακὰ μὴ μίσγειν, μηδὲ παρανοίαι παράνοιαν ἐπάγειν. [2] ἔνια δὲ ἁμαρτήματα, φίλη, ἐλεγχόμενα μὲν ἐπὶ πλέον ἀνερεθίζεται, σιωπώμενα δὲ παύεται μᾶλλον, ὡς τὸ πῦρ ἡσυχίαι φασὶ σβέννυσθαι. καὶ γὰρ βουλόμενόν σε λεληθέναι δοκεῖν ἐλέγχουσα ἀφαιρήσεις τὸ παρακάλυμμα τοῦ πάθους, καὶ φανερῶς ἁμαρτήσεται. σὺ δὲ τὴν φιλίαν ἡγῆι τοῦ ἀνδρὸς οὐκ ἐν τῆι καλοκαγαθίαι· τοῦτο γὰρ ἡ χάρις τῆς κοινωνίας. νόμιζε οὖν πρὸς μὲν τὴν ἑταίραν ῥαιθυμήσοντα πορεύεσθαι ἐκεῖνον, σοὶ δὲ συμβιώσοντα παρεῖναι, καὶ σὲ μὲν φιλεῖν κατὰ γνώμην, ἐκείνην δὲ τῶι πάθει. [3] βραχὺς δὲ ὁ τούτου καιρός· ἅμα γάρ ποτε ἔχει καὶ κόρον, καὶ παρίσταται ταχὺ καὶ παύεται. ὀλιγοχρόνιος γὰρ ὁ καιρός ἐστι πρὸς ἑταίραν ἀνδρὶ μὴ σφόδρα κακῶι· τί γάρ ἐστι ματαιότερον ἐπιθυμίας ἀπολαυούσης ἀδίκου; διὸ καὶ μειῶν τὸν βίον καὶ διαβάλλων τὸ εὔσχημον αἰσθήσεταί ποτε· οὐδεὶς γὰρ ἐπιμένει φρονῶν αὐθαιρέτωι βλάβηι. καλούμενος οὖν ὑπὸ τῶν πρός σε δικαίων καὶ τὰς περὶ τὸν βίον ἐλαττώσεις ὁρῶν [αἰσθήσεταί ποτέ σου] καὶ τὴν ἀπὸ τῆς καταγνώσεως ὕβριν οὐ φέρων ταχὺ μεταγνώσεται.

[4] σὺ δέ, φίλη, ζῆθι οὐχ ἑταίραις ἀποκρινομένη, τῆι μὲν εὐταξίαι πρὸς τὸν ἄνδρα διαφέρουσα, τῆι δὲ ἐπιμελείαι πρὸς τὸν οἶκον, τῆι δὲ συναλλαγῆι περὶ τὰς χρωμένας, τῆι δὲ φιλοστοργίαι περὶ τὰ τέκνα. οὐ ζηλοτυπητέον οὖν σοι πρὸς ἐκείνην (πρὸς γὰρ τὰς ἐναρέτους ἐκτείνειν τὸν ζῆλον καλόν), ἑαυτὴν δὲ παρεκτέον ἐπιτηδείαν ταῖς διαλλαγαῖς· τὰ γὰρ καλὰ ἤθη καὶ παρ' ἐχθροῖς εὔνοιαν φέρει, φίλη, καὶ μόνης καλοκαγαθίας ἔργον ἐστὶν ἡ τιμή, ταύτηι δὲ καὶ δυνατὸν ἀνδρὸς ἐξουσίαν καθυπερέχειν γυναικί, καὶ τιμᾶσθαι πλέον ἢ θεραπεύειν τὸν ἐχθρόν. [5] κατηρτυμένος οὖν ὑπὸ σοῦ μᾶλλον αἰσχύνεται, τάχιον δὲ διαλλαγῆναι θελήσει, προσπαθέστερον δὲ φιλοστοργήσει συνεγνωκὼς τὴν ἀδικίαν τὴν εἰς σέ, κατανοῶν τε τὴν προσοχὴν ἐπὶ τοῦ βίου καὶ πεῖραν τῆς στοργῆς λαμβάνων τῆς πρὸς αὑτόν. ὥσπερ δὲ αἱ κακοπάθειαι τοῦ σώματος ἡδίους τὰς ἀναπαύσεις ποιοῦσιν, οὕτως αἱ διαφοραὶ τῶν φίλων οἰκειοτέρας τὰς διαλλαγὰς φέρουσι. [6] σὺ δὲ καὶ τὰ βουλεύματα τοῦ πάθους ἀντίθες. νοσοῦντος γὰρ ἐκείνου καὶ σὲ παρακαλεῖ νοσεῖν ταῖς λύπαις, καὶ ἁμαρτάνοντος περὶ τὸ εὔσχημον καὶ σὲ περὶ τὸν κόσμον ἁμαρτάνειν, καὶ καταβλάπτοντος τὸν βίον καὶ σὲ καταβλάπτειν τὸ συμφέρον. ἀφ' ὧν ἐπ' αὐτὸν συντετάχθαι δόξεις καὶ κολαζομένη ἐκεῖνον καὶ σεαυτὴν κολάζειν. εἰ γὰρ καὶ ἀφεμένη πορεύσηι, ἑτέρου ἄρα πειραθήσηι ἀνδρὸς τοῦ προτέρου ἀπαλλαγεῖσα, κἂν ἐκεῖνος ἁμάρτηι τὰ ὅμοια, πάλιν ἄλλου (οὐ φορητὴ γὰρ νέαις χηρεία), ἢ μόνη μενεῖς ἀπ' ἀνδρὸς οἷόν περ ἄζυξ. [7] ἀλλ' ἀμελήσεις τοῦ οἴκου καὶ καταφθερεῖς τὸν ἄνδρα; ἐπωδύνου ἄρα βίου συνδιαιρήσηι τὴν βλάβην. ἀλλ' ἀμυνεῖ τὴν ἑταίραν; περιστήσεταί σε φυλαττομένη, κἂν ἀμύνηι, μάχιμός ἐστιν οὐκ ἐρυθριῶσα γυνή. ἀλλὰ καλὸν ὁσημέραι μάχεσθαι πρὸς τὸν ἄνδρα; καὶ τί πλέον; αἱ γὰρ μάχαι καὶ αἱ λοιδορίαι τὴν μὲν ἀκολασίαν οὐ παύουσι, τὴν δὲ διαφορὰν ταῖς προκοπαῖς αὔξουσι. τί δέ, βουλεύσηι τι κατ' ἐκείνου; μή, φίλη. ζηλοτυπίας κρατεῖν ἡ τραγωιδία ἐδίδαξε, δραμάτων ἔχουσα σύνταξιν, ἐν οἷς παρηνόμησε Μήδεια. ἀλλ' ὥσπερ τῆς νόσου τῶν ὀφθαλμῶν ἀπέχειν δεῖ τὰς χεῖρας, οὕτως καὶ σὺ τοῦ πάθους χώριζε τὴν προσποίησιν. διακαρτεροῦσα γὰρ θᾶττον τὸ πάθος σβέσεις.