Theano
floruit ca. 600 a. Chr. n. (?)
Ἐπιστολαί
Textus:Rudolf Hercher, Epistolographi Graecip. 603, Nº 4
|
|
___________________________________________________
|
|
1.Θεανὼ Εὐβούληι χαίρειν.
[1] Ἀκούω σε τὰ παιδία τρυφερῶς ἄγειν· ἔστι δὲ ἀγαθῆς μητρὸς οὐχ ἡ πρὸς ἡδονὴν ἐπιμέλεια τῶν παίδων, ἀλλ' ἡ πρὸς τὸ σῶφρον ἀγωγή. βλέπε οὖν μὴ οὐ φιλούσης ἀλλὰ κολακευούσης ἔργον ποιήσηις· συντρεφομένη γὰρ ἡδονὴ παισὶν ἀκολάστους ποιεῖ. τί γὰρ ἥδιον νέοις συνήθους ἡδονῆς; χρὴ οὖν, ὦ φίλη, τὴν τροφὴν τῶν παίδων μὴ διαστροφὴν ἔχειν. ἡ δὲ τρυφὴ διαστροφὴ τῆς φύσεώς ἐστιν ὅταν φιλήδονοι μὲν ταῖς ψυχαῖς, ἡδυπαθεῖς δὲ τοῖς σώμασι γένωνται, καὶ ταῖς μὲν φυγοπόνοι, τοῖς δὲ μαλακώτεροι. [2] δεῖ δὲ καὶ πρὸς τὰ φοβερὰ γυμνάζειν τὰ τρεφόμενα, κἂν λυπηθῆναι κἂν πονῆσαι δέοι, ἵνα μὴ τῶν παθῶν ἦι δοῦλα τούτων καὶ περὶ τὰς ἡδονὰς λίχνα καὶ περὶ τοὺς πόνους ὀκνηρά, ἀλλ' ἵνα τὰ καλὰ πρὸ πάντων τιμῶσιν, ὧν μὲν ἀπεχόμενοι, τοῖς δὲ ἐμμένοντες. οὐδὲ πλησμονικὰ μὲν ταῖς τροφαῖς, πολυτελῆ δὲ ταῖς ἡδοναῖς, ἀκόλαστα δὲ ταῖς ἀνέδην παιδιαῖς αὐτὰ ποιεῖν, καὶ πᾶν μὲν λέγειν πᾶν δ' ἐπιτηδεύειν ἐᾶσαι, ἔτι δὲ φοβουμένην μέν, ἢν κλάηι, φιλοτιμουμένην δέ, ἢν γελᾶι, κἂν τὴν τροφὸν παίηι κἄν σε κακῶς εἴπηι γελῶσαν, καὶ τοῦ μὲν θέρους ψῦχος, τοῦ δὲ χειμῶνος καῦμα παρέχουσαν καὶ πολλὴν χλιδήν· ὧν οἱ πενιχροί γε παῖδες οὐδενὸς πειρῶνται, καὶ τρέφονται μὲν ῥᾶιον, αὔξονται δὲ οὐχ ἧσσον, διάκεινται δὲ παρὰ πολὺ κρεῖσσον.[3] σὺ δ' οἷον Σαρδαναπάλλου γονὴν τιθηνῆι τὰ τέκνα, τὴν τῶν ἀρρένων φύσιν θρύπτουσα ταῖς ἡδοναῖς. τί γὰρ ἂν ποιήσειέ τις παιδίον, ὃ ἂν μὴ τάχιον φάγηι κλάει, κἂν ἐσθίηι, τὰ τερπνὰ τῶν ὄψων ζητεῖ, κἂν καῦμα ἦι, παρίεται, κἂν ψῦχος πτωματίζει, κἂν ἐπιτιμᾶι τις, ἀντιμάχεται, κἂν μὴ πρὸς ἡδονὴν ὑπηρετῆι, λυπεῖται, κἂν μὴ μασᾶται δυσκολαίνει, καὶ κακοσχολεῖ πρὸς ἡδονὴν καὶ βατταλίζεται περιαγόμενον; [4] ἐπιμελῶς δή, ὦ φίλη, εἰδυῖα ὅτι τὰ σπαταλῶντα τῶν παιδίων, ὅταν ἀκμάσηι πρὸς ἄνδρας, ἀνδράποδα γίνεται, τὰς τοιαύτας ἡδονὰς ἀφαίρει, καὶ τὴν τροφὴν αὐστηράν, μὴ τρυφερὰν οὕτω ποιοῦσα καὶ ἐῶσα καὶ λιμὸν καὶ δίψος ἐνεγκεῖν, ἔτι δὲ καὶ ψῦχος καὶ θάλπος καὶ αἰδῶ τὴν ἀπὸ τῶν συνηλίκων ἢ τῶν ἐπιστατῶν· οὕτω γὰρ καὶ γεννικὰ εἶναι συμβαίνει αὐτὰ ψυχὴν ἀνατεινόμενα ἢ ἐπιτεινόμενα. οἱ γὰρ πόνοι, φίλη, προϋποστυφαί τινες τοῖς παισίν εἰσι τελειωθησομένης ἀρετῆς, αἷς ἐμβαφέντες ἀποχρώντως τὴν τῆς ἀρετῆς βαφὴν οἰκειότερον φέρουσι. βλέπε οὖν, φίλη, μή, καθάπερ τῶν ἀμπέλων αἱ κακοτροφούμεναι τὸν καρπὸν ἐλλείπουσι, καὶ ὑπὸ τῆς τρυφῆς οἱ παῖδες ὕβρεως καὶ πολλῆς ἀχρειότητος κακίαν γεννήσωσιν. ἔρρωσο. |