BIBLIOTHECA AUGUSTANA

 

Anakreon

ca. 570 - ca. 500 a. Chr. n.

 

Μέλη

 

___________________________________________________

 

 

 

Μελῶν β´ ἢ γ´

 

45 D

Hephaest. 12,4

 

Μεγάλωι δηὖτέ μ᾽ Ἔρως ἔκοψεν ὥστε χαλκεὺς

πελέκει, χειμερίηι δ᾽ ἔλουσεν ἐν χαράδρηι.

 

 

46 D

Stob. 4,21,24

Πρὸς Σμερδίην.

ἀπέκειρας δ᾽ ἁπαλῆς κόμης ἄμωμον ἄνθος.

 

cf. Aelian, hist. 9.4:

Πολυκράτης ὁ Σάμιος ἐν Μούσαις ἦν, καὶ Ἀνακρέοντα ἐτίμα τὸν Τήιον καὶ διὰ σπουδῆς ἦγε, καὶ ἔχαιρεν αὐτῶι καὶ τοῖς ἐκείνου μέλεσιν. οὐκ ἐπαινῶ δὲ αὐτοῦ τὴν τρυφήν. Ἀνακρέων ἐπήινεσε Σμερδίην θερμότερον τὰ παιδικὰ Πολυκράτους, εἶτα ἥσθη τὸ μειράκιον τῶι ἐπαίνωι, καὶ τὸν Ἀνακρέοντα ἠσπάζετο σεμνῶς εὖ μάλα, ἐρῶντα τῆς ψυχῆς, ἀλλ᾽ οὐ τοῦ σώματος. μὴ γάρ τις ἡμῖν διαβαλλέτω πρὸς θεῶν τὸν ποιητὴν τὸν Τήιον, μηδ᾽ ἀκόλαστον εἶναι λεγέτω. ἐζηλοτύπησε δὲ Πολυκράτης ὅτι τὸν Σμερδίην ἐτίμησε, καὶ ἑώρα τὸν ποιητὴν ὑπὸ τοῦ παιδὸς ἀντιφιλούμενον· καὶ ἀπέκειρε τὸν παῖδα ὁ Πολυκράτης, ἐκεῖνον μὲν αἰσχύνων, οἰόμενος δὲ λυπεῖν Ἀνακρέοντα. ὃ δὲ οὐ προσεποιήσατο αἰτιᾶσθαι τὸν Πολυκράτη σωφρόνως καὶ ἐγκρατῶς, μετήγαγε δὲ τὸ ἔγκλημα ἐπὶ τὸ μειράκιον ἐν οἷς ἐπεκάλει τόλμαν αὐτῶι καὶ ἀμαθίαν ὁπλισαμένωι κατὰ τῶν ἑαυτοῦ τριχῶν. τὸ δὲ ἆισμα τὸ ἐπὶ τῷ πάθει τῆς κόμης Ἀνακρέων ἀισάτω· ἐμοῦ γὰρ αὐτὸς ἄμεινον ἄισεται.

 

 

47 D

Et. Magn. 714,38

 

Θρηικίην σίοντα χαίτην

 

 

48 D

Hephaest. 12,4

 

Διονύσου σαῦλαι Βασσαρίδες

 

 

49 D

Schol. Aesch. Prom. 128

 

οὐ δηὖτέ μ᾽ ἐάσεις μεθύοντ᾽ οἴκαδ᾽ ἀπελθεῖν