Anakreon
ca. 570 - ca. 500 a. Chr. n.
Μέλη
|
|
___________________________________________________
|
|
Μελῶν γ´
43 D Athen. 10,427a; 11,475c
Ἄγε δή, φέρ᾽ ἡμίν, ὦ παῖ,κελέβην, ὅκως ἄμυστινπροπίω, τὰ μὲν δέκ᾽ ἐγχέαςὕδατος, τὰ πέντε δ᾽ οἴνου | |
5 | κυάθους, ὡς ἂν ἀνυβρίστιωςἀνὰ δεῦτε βασσαρήσω.. . .ἄγε δηὖτε μηκέτ᾽ οὕτωπατάγωι τε κἀλαλητῶιΣκυθικὴν πόσιν παρ᾽ οἴνωι |
10 | μελετῶμεν, ἀλλὰ καλοῖςὑποπίνοντες ἐν ὕμνοις.
44 D Stob. 4,51,12
Πολιοὶ μὲν ἡμὶν ἤδηκρόταφοι κάρη τε λευκόν,χαρίεσσα δ᾽ οὐκέτ᾽ ἥβηπάρα, γηραλέοι δ᾽ ὀδόντες. |
5 | γλυκεροῦ δ᾽ οὐκέτι πολλόςβιότου χρόνος λέλειπται.
διὰ ταῦτ᾽ ἀνασταλύζωθαμὰ Τάρταρον δεδοικώς·Ἀίδεω γάρ ἐστι δεινός |
10 | μυχός, ἀργαλέη δ᾽ ἐς αὐτὸνκάτοδος· καὶ γὰρ ἑτοῖμονκαταβάντι μὴ ἀναβῆναι. |