Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
426.Ψύλλα καὶ Βοῦς.(F. 382. C. 424.)
Ψύλλα δήποτε τὸν βοῦν οὕτως ἠρώτησα· «τί δὴ παθὼν ἀνθρώπους ὁσημέραι δουλεύεις, καὶ τα[θτα ὑπερμεγέθης καὶ ἀνδρεῖος τυγχάνων, ἐμοῦ σάρκας αὐτῶν οἰκτίστως διασπώσης, καὶ τὸ ἇιμα χανδὸν πινούσης;» Καὶ ὃς «οὐκ ἄχαρις ἔσομαι» φησὶ «μερόπων γένει· στέργομαι γὰρ παρ᾿ αὐτῶν καὶ φιλοῦμαι ἐκτόπως, τρίβομαί τε συχνῶς μέτωπόν τε καὶ ὤμους.» Ἡ δὲ «ἀλλ᾿ ἐμοὶ γοῦν τέως τῆι δειλαίαι ἡ σοὶ φίλη τρίψις οἴκτιστος μόρος, ὅτε καὶ τύχηι, συμβαίνει.»Ὅτι οἱ διὰ τοῦ λόγου ἀλαζόνες καὶ ὑπὸ τοῦ εὐτελοῦς ἡττῶνται. |