Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
[206] |
425.Ψύλλα καὶ Ἄνθρωπος.(C. 292 et p. 400. F. 196. S. 231.)
Ψύλλα ποτέ τινι πολλὰ ἠνώχλει· καὶ δὴ συλλαβὼν «τίς εἶ σὺ» ἀνεβόα, «ὅτι πάντα μου τὰ μέλη κατεβοσκήσω, εἰκῆι καὶ μάτην ἐμὲ καταναλίσκων;» Ἡ δὲ ἐβόα· «ὦ οὗτος, σῶζέ με, μὴ κτεῖνε· μέγα τὰρ κακὸν οὐ δύναμαι ποιεῖν.» Ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη· «ἄρτι τεθνήξηι χερσί μου ταῖς ἰδίαις· ἅπαν τὰρ κακὸν, εἴτε μικρὸν εἴτε μέγα, οὐδ᾿ ὅλως πρέπει που φῦναι.»Ὅτι κακῶι οὐ πρέπει ἐλεηθῆναι, κἂν μέγας ἦι κἂν μικρός. |