Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
408b.Ἄλλως.(S. 220.)
Ὗς καὶ κύων πρὸς ἀλλήλους διεφέροντο. Τῆς δὲ ὑὸς ὀμνυούσης τὴν Ἀφροδίτην, ἐὰν μὴ παύσηται, τοῖς ὀδοῦσιν ἀνατεμεῖν, ἡ κύων ἔλεγε, καὶ κατ᾿ αὐτὸ τοῦτο ἀγνωμονεῖν, εἴγε Ἀφροδίτη μισεῖ, ὥστε ἐὰν φάγηι τις κρέας ὗὸς, τοῦτον οὐκ ἐᾶν εἰς τὸ ἱερὸν αὐτῆς εἰσιέναι. Καὶ ἡ ὗς ὑποτυχοῦσα ἔφη· «ἀλλὰ τοῦτο οὐ στυγοῦσα ποιεῖ, ἀλλὰ προνοουμένη, ἵνα μή τίς με θύσηι.»Οὕτως οἱ φρόνιμοι τῶν ῥητόρων πολλάκις τὰ ὑπὸ τῶν ἐχθρῶν φερόμενα ὀνείδη εἰς ἐπαίνους μετασχηματίζουσιν. |