BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

408.

Ὗς καὶ Κύων.

(C. 68. F. 230. S. 220.)

 

ς καὶ κύων ἀλλήλοις διελοιδοροῦντο. Καὶ ἡ μὲν ὗς ὤμνυε κατὰ τῆς Ἀφροδίτης, ἦ μὴν τοῖς ὀδοῦσιν ἀναῤῥήξειν τὴν κύνα. Ἡ δὲ κύων πρὸς ταῦτα εἰρωνικῶς εἶπε· «καλῶς κατὰ τῆς Ἀφροδίτης ἡμῖν ὀμνύεις· δηλοῖς γὰρ ὑπ᾿ αὐτῆς ὅτι μάλιστα φιλεῖσθαι, ἣ τὸν τῶν σῶν ἀκαθάρτων σαρκῶν γευόμενον οὐδ᾿ ὅλως εἰς ἱερὸν προσίεται.» Καὶ ἡ ὗς· «διὰ τοῦτο μὲν οὖν μᾶλλον δήλη ἐστὶν ἡ θεὸς στέργουσά με· τὸν γὰρ κτείναντα ἢ ἄλλως λυμαινόμενον παντάπασιν ἀποστρέφεται· σὺ μέντοι κακῶς ὄζεις, καὶ ζῶσα καὶ τεθνηκυῖα.»

Ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ῥητόρων τὰ ἀπὸ τῶν ἐχθρῶν ὀνείδη εὐμεθόδως εἰς ἔπαινον μετασχηματίζουσιν.