BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

396.

Ταῦρος καὶ Τράγος.

(C. 277. B. 91.)

 

Λέοντα φεύγων ταῦρος εἰσῆλθεν εἰς σπήλαιον· τράγος δὲ τοῦτον τοῖς κέρασιν ἐξώθει. Ὁ δ᾿ εἶπεν· «οὐ σὲ, ἀλλὰ τὸν λέοντα φοβοῦμαι· ἐπεὶ παρελθέτω τὸ θηρίον, καὶ τότε γνώσηι, τίς ἡ δύναμις ταύρου καὶ τράγου.»

Ὅτι πολλάκις καὶ δυνατοὺς ἄνδρας αἱ συμφοραὶ ταπεινοῦσιν, ὥστε τὰς ἐξ εὐτελῶν καὶ δειλῶν ὑπομένειν αἰκίας.