Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
395.Ταῦρος, Λέαινα καὶ Σύαγρος.(C. 373. F. 332.)
Ταῦρος εὑρηκὼς κοιμώμενον λέοντα, τοῦτον κερατίσας ἀπέκτεινεν· ἐπιστᾶσα δὲ ἡ ἐκείνου μήτηρ, πικρῶς αὐτὸν ἀπεκλαίετο. Ἰδὼν δὲ αὐτὴν σύαγρος ὀλοφυρομένην, μακρόθεν ἑστὼς ἔφη πρὸς αὐτήν· «ὢ πόσοι ἄρα τυγχάνουςιν ἄνθρωποι θρηνοῦντες, ὧν τὰ τέκνα ὑμεῖς ἀπεκτείνατε.»Ὁ λόγος δηλοῖ, ὅτι ἐν ὧι μέτρωι μετρεῖ τις, μετρηθήσεται αὐτῶι. |