BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

377.

Ποιμὴν καὶ Μάγειρος.

(C. 329. F. 400.)

 

Ποιμὴν ἀνὴρ καὶ μάγειρος ἐβάδιζον ἄμφω κοινὴν ὁδὸν. Ἰδόντες δὲ ἐκ ποίμνης ἄρνα εὐτραφῆ πλανώμενον, ἀπολειφθέντα τῶν συννόμων, ὤσατο ἐπ᾿ αὐτὸν ἄμφω· ἦν δ᾿ ἄρα τότε ὁμόφωνα καὶ τὰ θηρία τοῖς ἀνθρώποις. Ἐρωτᾶι ὁ ἀμνὸς, τίς ὢν ἑκάτερος ἐθέλει αὐτὸν μεταχειρίσασθαι καὶ ἄγειν. Ὡς δὲ ἐπύθετο τἀληθῆ αὐτὰ καὶ ἀμφοῖν τὴν τέχνην, φέρων ἑαυτὸν ἐπιτρέπει τῶι ποιμένι, λέγων πρὸς τὸν μάγειρον· «σὺ μὲν γὰρ [185] δήμιός τις εἶ καὶ μιαιφόνος τῆς ἀρνῶν ποίμνης, τούτωι δ᾿ ἐξαρκέσειεν ἂν καλῶς τὰ ἡμέτερα ἔθη.»