Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
376.Ποιμὴν καὶ Λύκος.(C. 270.)
Ἔδοξέ ποτε τῶι λύκωι τὴν φύσιν τῶι σχήματι μεταλλάξα-σθαι, ὡς ἂν οὕτως ἀφθονίαν ἕξηι τροφῆς· καὶ δορὰν οἰὸς περιβεβλημένος μετὰ τῆς ποίμνης ἐνέμετο, τὸν ποιμένα φενακίσας τῶι μηχανήματι. Νυκτὸς δὲ γενομένης, συναπεκλείσθη καὶ ὁ υὴρ παρὰ τοῦ πομένος τῆι μάνδραι, καὶ φραγμὸς τῆι εἰσόδωι περιετέθη, καὶ ἀτεχνῶς ὁ περίβολος κατησφάλιστο. Ὡς δὲ ὁ ποιμὴν ἠράσθη τροφῆς, μαχαίραι τὸν λύκον ἀπέκτεινεν.Οὕτως ἄρα ὁ τὸν ἐπείσακτον κόσμον ὑποκριθεὶς τῆς ζωῆς πολλάκις ἐστέρηται, καὶ τὴν σκηνὴν εὗρε παραιτίαν μεγάλου συμπτώματος. |