BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

367.

Πλέοντες.

(C. 268. F. 315.)

 

μβάντες τινὲς εἰς σκάφος ἔπλεον. Γενομένων δὲ αὐτῶν πελαγίων, συνέβη χειμῶνα ἐξαίσιον γενέσθαι, καὶ τὴν ναῦν μικροῦ καταδύεσθαι. Τῶν δὲ πλεόντων ἕτερος περιῤῥηξάμενος τοὺς πατρώιους θεοὺς ἐπεκαλεῖτο μετὰ οἰμωγῆς καὶ στεναγμῶν, χαριστήρια ἀποδώσειν ἐπαγγελλόμενος, ἐὰν περισωθῶσι. Παυσαμένου δὲ τοῦ χειμῶνος καὶ πάλιν γαλήνης γενομένης, εἰς εὐωχίαν τραπέντες ὠρχοῦντό τε καὶ ἐσκίρτων, ἅτε δὴ ἐξ ἀπροσδοκήτου διαπεφευγότες κινδύνου. Καὶ στεῤῥὸς ὁ κυβερνήτης ὑπάρχων ἔφη πρὸς αὐτούς· «ἀλλ᾿ ὦ φίλοι, οὕτως ἡμᾶς γεγηθέναι δεῖ, ὡς πάλιν, ἐὰν τύχηι, χειμῶνος ἐσομένου.»

Μὴ σφόδρα κατεπαίρεσθαι ταῖς εὐτυχίαις ὁ μῦθος διδάσκει, τῆς τύχης τὸ εὐμετάβλητον ἐννοουμένους.