Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
366b.Ἄλλως.(C. 267. B. 35.)
Δύο γεννᾶι τέκνα μιμώ· καὶ τὸ μὲν ἓν ἀγαπᾶι, τὸ δὲ ἕτερον μισεῖ. Καὶ ὃ μὲν στέργει, ἀεὶ ἐν τοῖς κόλποις περιφέρουσα καὶ τιθεῖσα ἔνθεν κἀκεῖθεν καὶ τοῦτο καταφιλοῦσα ἀποπνίγει· ὃ δὲ μισεῖ καὶ διώκει, τοῦτο ἐν ταῖς ἐρημίαις ἀπελθὸν ζῆι καθ᾿ αὑτό.Ὅτι τισὶν ἐχθραίνειν μᾶλλόν ἐστι καλὸν ἢ φιλεῖν. |