Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
334b.Ἄλλως.(S. 183 et 227. F. 140. C. p. 391.)
Ὄνος, ἔν τινι λειμῶνι νεμόμενος, ὡς ἐθεάσατο λύκον ἐπ᾿ αὐτὸν ὁρμώμενον, χωλαίνειν προσεποιεῖτο. Τοῦ δὲ προσελθόντος αὐτῶι, καὶ τὴν αἰτίαν πυνθανομένου, δι᾿ ἣν χωλαίνει, ἔλεγεν, ὡς φραγμὸν διαβαίνων σκόλοπα ἐπάτησε, καὶ παρήινει αὐτῶι πρῶτον ἐξελεῖν τὸν σκόλοπα, εἶθ᾿ οὕτως αὐτὸν καταθοινήσασθαι, ἵνα [165] μὴ ἐσθίων περιπαρῆι. Τοῦ δὲ πεισθέντος καὶ τὸν πόδα αὐτοῦ ἐπάραντος, ὅλον τε τὸν νοῦν πρὸς τῆι ὁπλῆι ἔχοντος, ὁ ὄνος λὰξ εἰς τὸ στόμα τοὺς ὀδόντας αὐτοῦ ἐξετίναξε. Καὶ ὃς διατεθεὶς κακῶς ἔφη· «ἀλλ᾿ ἔγωγε δίκαια πέπονθα· τί γὰρ, τοῦ πατρός με μαγειρικὴν τέχνην διδάξαντος, αὐτὸς ἰατρικῆς ἐπελαβόμην;»Οὕτω καὶ τῶν ἀνθρώπων οἱ μηνδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσι. |