Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
334.Ὄνος καὶ Λύκος.(C. 259 et p. 390. F. 134. B. 122.)
Ὄνος πατήσας σκόλοπα χωλὸς εἱστήκει. Λύκον δὲ ἰδὼν ἔφη αὐτῶι· «ὦ λύκε, ἰδοὺ ἐκ τοῦ πόνου ἀποθνήσκω· καὶ δεῖ με (μᾶλλον) σοῦ γενέσθαι δεῖπνον, ἢ γυπῶν ἢ κοράκων. Χάριν δὲ μίαν αἰτῶ σε, ἐξελεῖν πρῶτον τὸν σκόλοπα ἐκ τοῦ ποδός μου, ὅπως μὴ μετὰ πόνου τεθνήξομαι.» Ὁ δὲ λύκος ἄκροις ὀδοῦσι δακὼν τὸν σκόλοπα ἐξελεῖν. Ὁ ὄνος δὲ λυθεὶς τοῦ πόνου, ἐπὶ τὸν λύκον χάσκοντα λακτίσας, φεύγει, ῥῖνας καὶ μέτωπον καὶ ὀδόντας συνθλάσας. Ὁ δὲ λύκος ἔφη· «οἴμοι, δίκαια πάσχω, ὅτι μάγειρος εἶναι μαθὼν, τὸ πρῶτον νῦν ἱππίατρος ἠθέλησα γενέσθαι.»Ὅτι τινὲς, διπλοῖς κινδύνοις περιπεσόντες, τοῖς ἐχθροῖς ὠφελεῖν πειρωμένοις δολίως ἀνταμοιβὴν κακὴν παρέσχον. |