BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

333.

Ὄνος καὶ Λεοντῆ.

(C. 258.)

 

νος, δορὰν λέοντος ἐπενδυθεὶς, λέων ἐνομίζετο πᾶσι· καὶ φυγὴ μεν ἦν ἀνθρώπων, φυγὴ δὲ ποιμνίων. Ὡς δὲ ἀνέμου πνεύσαντος ἡ δορὰ περιηιρέθη καὶ γυμνὸς ὁ ὄνος ἦν, τότε πάντες ἐπιδραμόντες ξύλοις καὶ ῥοπάλοις αὐτὸν ἔπαιον.

Ὅτι πένης καὶ ἰδιώτης ὢν, μὴ μιμοῦ τὰ τῶν πλου[164]σίων, μή ποτε καταγελασθῆις καὶ κινδυνεύσηις· τὸ γὰρ ξένον ἀνοίκειον.