Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
332.Ὄνος καὶ Κύων.(F. 370. C. 414.)
Ὄνος καὶ κύων ἐν ταὐτῶι ὡδοιπόρουν. Εὑρόντες δὲ ἐπὶ γῆς ἐσφραγισμένον γραμμάτιον, ὁ ὄνος λαβὼν καὶ ἀναῤῥήξας τὴν σφραγῖδα καὶ ἀναπτύξας, διεξήιει εἰς ἐπήκοον τοῦ κυνός. Περὶ βοσκημάτων δὲ ἐτύγχανε τὰ γράμματα, χόρτου τε, φημὶ, καὶ κριθῆς καὶ ἀχύρου. Ἀηδῶς οὖν ὁ κύων, τοῦ ὄνου ταῦτα διεξιόντος, διέκειτο· ἔνθεν δὴ καὶ ἔφησε τῶι ὄνωι· «ὑπόβαθι, φίλτατε, μικρὸν, μή τι καὶ περὶ κρεῶν καὶ ὀστέων εὕρηις διαλαμβάνον.» Ὁ δὲ ὄνος ἅπαν τὸ γραμμάτιον διεξελθὼν, καὶ μηδὲν εὑρηκὼς ὧν ὁ κύων ἐζήτει, ἀντέφησεν αὖθις ὁ κύων· «βάλε κατὰ γῆς, ὡς ἀδόκιμον πάντη, φίλε, τυγχάνον.» |