Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
323b.Ἄλλως. Ὄνος καὶ Λέων.(C. 66.)
Ὄνωι ποτὲ ἀλεκτρυὼν συνεβόσκετο. Λέοντος δ᾿ ἐπελθόντας τῶι ὄνωι, ὁ ἀλεκτρυὼν ἐφώνησε· καὶ ὁ μὲν λέων (φασὶ γὰρ τοῦτον τὴν τοῦ ἀλεκτρυόνος φωνὴν φοβεῖσθαι) ἔφυγεν. Ὁ δ᾿ ὄνος, νομίσας δι᾿ αὑτὸν πεφευγέναι, ἐπέδραμεν εὐθὺς τῶι λέοντι. Ὡς δὲ πόῤῥω τοῦτον ἐδίωξεν, ἔνθα μηκέτι ἡ τοῦ ἀλεκτρυόνος ἐφικνεῖτο φωνὴ, στραφεὶς ὁ λέων τοῦτον κατεθοινήσατο. Ὁ δὲ θνήσκων ἐβόα· «ἄθλιος ἐγὼ καὶ ἀνόητος· πολεμιστῶν γὰρ μὴ ὢν γονέων, τίνος χάριν εἰς πόλεμον ἐξωρμήθην;»[160] Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων ταπεινουμένοις ἐπίτηδες τοῖς ἐχθροῖς ἐπιτίθενται, καὶ οὕτως ὑπ᾿ ἐκείνων ἀπόλλυνται. |