BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

323.

Ὄνος, Ἀλεκτρυὼν καὶ Λέων.

(S. 83. C. 66 et p. 315. F. 70.)

 

ν τινι ἐπαύλει ὄνος καὶ ἀλεκτρυὼν ἦσαν· λέων δὲ λιμώττων ὡς ἐθεάσατο τὸν ὄνον, οἷός τε ἦν εἰσελθὼν τοῦτον καταθοινήσασθαι. Περὶ δὲ τὸν ψόφον ἀλεκτρυόνος φθεγξαμένου καταπτήξας (φασὶ γὰρ, τοὺς λέοντας πτύρεσθαι πρὸς τὰς τῶν ἀλεκτρυόνων φωνὰς), εἰς φυγὴν ἐτράπη. Καὶ ὁ ὄνος ἀναπτερωθεὶς κατ᾿ αὐτοῦ, εἴγε ἀλεκτρυόνα ἐφοβήθη, ἐξῆλθεν ὡς ἀποδιώξων αὐτόν· ὁ δὲ, ὡς μακρὰν ἐγένετο, κατέφαγεν αὐτόν.

Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι ταπεινουμένους τοὺς ἑαυτῶν ἐχθροὺς ὁρῶντες, καὶ διὰ τοῦτο καταθρασυνόμενοι, λανθάνουσιν ὑπ᾿ αὐτῶν ἀναλισκόμενοι.