BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

317.

Οἶς καὶ Κύων.

(C. 315. ex Xenoph. Comment. II, 7, 13. F. 366. C. p. 405. B. 130.)

 

Φασὶν, ὅτε φωνήεντα ἦν τὰ ζῶα, τὴν οἶν πρὸς τὸν δεσπότην εἰπεῖν· «θαυμαστὸν ποιεῖς, ὃς ἡμῖν μὲν ταῖς καὶ ἔριά σοι καὶ ἄρνας καὶ τυρὸν παρεχούσαις οὐδὲν δίδως, ὅ,τι ἂν μὴ ἐκ τῆς γῆς λάβωμεν, τῶι δὲ κυνὶ, ὃς οὐδὲν τοιοῦτόν σοι παρέχει, πεταδίδως οὗπερ αὐτὸς ἔχεις σίτου.» Τὸν κύνα οὖν ἀκούσαντα εἰπεῖν· «ναὶ μὰ Δί᾿· ἐγὼ γάρ εἰμι ὁ καὶ ὑμᾶς αὐτὰς σώζων, ὥστε μήτε ὑπ᾿ ἀνθρώπων κλέπτεσθαι μήτε ὐπὸ λύκων ἁρπαζεσθαι· ἐπεὶ ὑμεῖς γε, εἰ μὴ ἐγὼ προφυλάττοιμι ὑμᾶς, οὐδ᾿ ἂν νέμεσθαι δύναισθε, φοβούμεναι μὴ ἀπόλησθε.» Οὕτω δὴ λέγεται καὶ τὰ πρόβατα συγχωρῆσαι τὸν κύνα προτιμᾶσθαι.