Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
294.Μύρμηξ.(S. 164. C. 108 et p. 319. F. 116.)
Μύρμηξ ὁ νῦν τὸ παλαιὸν ἄνθρωπος ἦν· καὶ τῆι γεωργίαι προσέχων τοῖς ἰδίοις πόνοις οὐκ ἠρκεῖτο, ἀλλὰ καὶ τοῖς ἀλλοτρίοις ἐποφθαλμιῶν διετέλει, τοὺς τῶν γειτόνων καροὺς ὑφαιρούμενος. Ὁ δὲ Ζεὺς ἀγανακτήσας κατὰ τῆς πλεονεξίας αὐτοῦ μετεμόρφωσεν αὐτὸν εἰς τοῦτο τὸ ζῶον, ὃ καλεῖται μύρμηξ. Ὁ δὲ καὶ τὴν μορφὴν ἀλλάξας τὴν διάθεσιν οὐ μετέβαλε· μέχρι γὰρ νῦν κατὰ τὰς ἀρούρας περιιὼν τοὺς πόνους τῶν ἄλλων συλλέγει καὶ ἑαυτῶι ἀποθησαυρίζει.Ὁ λόγος δηλοῖ, ὅτι οἱ φύσει πονηροὶ, κἂν τὰ μάλιστα κολάζωνται, τὸν τρόπον οὐκ ἀποτίθενται. |