BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

[143]

291b.

Ἄλλως.

(F. 175. C. p. 383. B. 31.)

 

Ποτὲ γαλέαι ἐμάχοντο τοῖς μυσὶν, αὐτοὺς κατατροποῦσαι καὶ ἀναιροῦσαι. Εἶπον δὲ οἱ μύες καθ᾿ ἑαυτοὺς τοιαῦτα· «οὐ παραλόγως γαλέαι ἡμᾶς ἡττῶσιν· οὐ γὰρ κτώμεθα ἄνακτα, ὥσπερ αὗται, οὐδὲ στρατηγοὺς ἐπὶ τῆι παρατάξει, καὶ διὰ τοῦτο ταλαιπωροῦμεν παντες, καὶ φυγάδες γινόμεθα τοῦ πολέμου.» Καὶ παραυτίκα συμβούλιον λαβόντες, κατεστήσαντο τοὺς παμμεγέθεις μύας ἀρχηγέτας τε καὶ στρατηγοὺς τῶν ἄλλων. Καὶ δὴ ἔνοπλοι ἅπαντες γεγονότες, καὶ παρατάξεις αὖθις πεποιηκότες, ἤρξαντο κρότων τῶν τοῦ πολέμου. Τῶν γὰρ αὐτῶν σαλπίγγων σαλπισασῶν ἐναπηρξαντο πολεμεῖν πρὸς τὰς γαλέας· αἳ κατὰ κράτος τοὺς μύας ἡττήσασαι, ἔτρεψαν τοὺς δυστήνους εἰς φυγήν. Οἱ μὲν οὖν ἄοπλοι πεφευγότες ἐν τοῖς τοίχοις εἰσεληλύθεσαν εἰς ῥαγάδας αὐτίκα· οἱ δ᾿ ἔνοπλοι καὶ ἀρχηγέται τούτων, οἵ τε ἄρχοντες καὶ στρατηγοὶ τῶν ἄλλων, μὴ δυνάμενοι ἐν ταῖς ὀπαῖς ἐμβῆναι, διεφθάρησαν ἅπαντες ὑπὸ τῶν γαλεῶν.

Ὁ μῦθος δηλοῖ, ὅτι πρὸς τὸ ζῆν ἀκινδύνως κρείττων ἐστὶν ἡ εὐτέλεια, ἢ ἡ λαμπρότης καὶ δόξα τοῦ βίου.