Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
291.Μύες καὶ Γαλαῖ.(S. 163. F. 115. C. 242 et p. 382.)
Μυσὶ καὶ γαλαῖς πόλεμος ἦν. Ἀεὶ δὲ οἱ μύες ἡττώμενοι, ἐπειδὴ συνῆλθον εἰς ταὐτὸν, ὑπέλαβον, ὅτι δι᾿ ἀναρχίαν τοῦτο πάσχουσιν· ὅθεν ἐπιλεξάμενοί τινας ἑαυτῶν στρατηγοὺς ἐχειροτόνησαν· οἱ δὲ βουλόμενοι ἑπισημότεροι τῶν ἄλλων εἶναι, κέρατα κατασκευάσαντες ἑαυτοῖς συνῆψαν. Ἐνστάσης δὲ τῆς μάχης, συνέβη πάντας τοὺς μύας ἡττηθῆναι. Οἱ μὲν οὖν ἄλλοι πάντες ῥαιδίως εἰσέδυνον· οἱ δὲ στρατηγοὶ, μὴ δυνάμενοι εἰσελθεῖν διὰ τὰ κέρατα αὑτῶν, συλλαμβανόμενοι κατησθίοντο.Οὕτω πολλοῖς ἡ κενοδοξία κακῶν αἰτία [διὰ φιληδονίαν] γινεται. |