BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

287c.

Ἄλλως.

(C. 240. B. 136. ed. L.)

 

μηττία μέλισσα, κηρίων μήτηρ, ἀνῆλθεν εἰσ θεῶν οἴκους, φέρουσα τῶι Διὶ μέλι μήπω καπνισθέν. Ὁ Ζεὺς δὲ τῶι δώρωι ἐτέρφθη, καὶ ὑπέσχετο δοῦναι γέρας ὃ ἂν αἰτήσηται. Ἡ δ᾿ εἶπε· «δός μοι κέντρον, ἵνα, εἴ τις ἀνθρώπων τὸ ἐμὸν ἔργον πλησιάσοι ἆραι, ἀναιρῶ τοῦτον.» Ἀπηρέσθη δὲ ὁ Ζεὺς τῆι αἰτήσει· ἠγάπα γὰρ τοὺς ἀνθρώπους· ὅμως καὶ μὴ θέλων ἔδωκεν· εἶπε γὰρ δώσειν. Τοιοῦτον δ᾿ ἔδωκεν, ὡς αὐτὴν ἀποθνήσκειν ἅμα τῶι πλῆξαι· ζωὴ γὰρ αὐτῆς ἐστι πετομένης τὸ κέντρον.