BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

287b.

Ἄλλως. Μέλισσα καὶ Ζεύς.

(F. 114. C. p. 381.)

 

Μέλισσα, πάλαι μήτηρ κηρίων οὖσα, ἀνελήλυθεν εἰς θεοὺς θυμιᾶσαι, προσαγαγοῦσα ἐκ μέλιτος τὸ δῶρον. Τερφθεὶς δὲ ὁ Ζεὺς τῆι προσφορᾶι τῆς μελίσσης, συνετάξατο αὐτῆι δοῦναι, ὃ ἂν αἰτήσηι. Ἡ δὲ πρὸς αὐτὸν ἐδέετο βοῶσα· «ὦ θεὲ λαμπρὲ καὶ κτιστὰ ἐμοῦ τῆς μελίσσης, ἐπίδος κέντρον τῆι σῆι θεραπαινίδι, ἵνα, ἐάν τις τῶι οἴκωι μου πλησιάσηι τοῦ ἆραι μέλι, αὐτὸν ἐγὼ φονεύω.» Ἀπειρηκὼς δὲ ὁ Ζεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει τὸ τῶν ἀνθρώπων γένος πάνυ, ἔφησε τῆι μελίσσηι τοιάδε· «οὐχ ὡς ἤιτησας, οὕτως γενήσεταί σοι, ἀλλ᾿ ἐάν τις ἥκηι λαβεῖν ἀπὸ σοῦ μέλι, σὺ δὲ προσκρούσηις αὐτῶι καὶ πλήξηις, αὐτὴ μᾶλλον θεθνήξηι, ἐκβληθέντος σου τοῦ κέντρου· ζωὴ γὰρ ἐν σοὶ ὑπάρχει τὸ κέντρον.»

[141] Ὁ μῦθος δηλοῖ, ὅτι ἔν ταῖς εὐχαῖς καὶ ταῖς δεήσεσιν οὐ δεῖ κατὰ τῶν ἐχθρῶν τι ἐξαιτεῖσθαι κακόν· ὃ γὰρ ἂν κακ[ον κατ᾿ αὐτῶν ἐξαιτήσηις, ἀνθυποστρέψει ἐπὶ σὲ παραυτίκα.