Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
286.Μάντις.(C. 40. F. 113.)
Μάντις, ἐπ᾿ ἀγορᾶς καθήμενος, διελέγετο. Ἐπιστάντος δέ τινος αἴφνης καὶ ἀπαγγείλαντος, ὡς αἱ τῆς οἰκίας αὐτοῦ θυρίδες ἀναπεπταμέναι τε πᾶσαι εἶεν καὶ πάντα τὰ ἔνδον ἀφηιρημένα, ἀνεπήδησέ τε στενάξας καὶ [140] δρομαῖος ἤιει. Τρέχοντα δέ τις αὐτὸν θεασάμενος «ὦ οὗτος,» εἶπεν «ὁ τἀλλότρια πράγματα προειδέναι ἐπαγγελλόμενος, τὰ σαυτοῦ οὐ προεμαντεύου;»Ὁ μῦθος πρὸς τοὺς τὸν μὲν ἑαυτῶν βίον φαύλως διοικοῦντας, τῶν δὲ μηδὲν αὐτοῖς προσηκόντων προνοεῖσθαι πειρωμένους. |