Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
[127] |
260.Λέων, Ὄνος καὶ Ἀλώπηξ.(C. 38 et p. 298. S. 147. F. 109.)
Λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν ποιησάμενοι ἐξῆλθον πρὸς ἄγραν. Πολλῆς οὖν θήρας συλληφθείσης, προσέταξεν ὁ λέων τῶι ὄνωι διελεῖν αὐτοῖς. Ὁ δὲ τρεῖς μερίδας ποιησάμενος ἐκ τῶν ἴσων, ἐκλέξασθαι τούτους προὐτρέπετο. Καὶ ὁ λέων θυμωθεὶς τὸν ὄνον κατέφαγεν. Εἶτα τῆι ἀλώπεκι μερίζειν ἐκέλευσεν. Ἡ δ᾿ εἰς μίαν μερίδα πάντα σωρεύσασα, ἑαυτῆι βραχύ τι κατέλιπε. Καὶ ὁ λέων πρὸς αὐτήν· «τίς σε, ὦ βελτίστη, διαιρεῖν οὕτως ἐδίδαξεν;» Ἡ δ᾿ εἶπεν· «ἡ τοῦ ὄνου συμφορά.»Ὁ μῦθος δηλοῖ, ὅτι σωφρονισμοὶ γίνονται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα. |