BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

259.

Λέων καὶ Ὄνος.

(S. 149. C. 226 et p. 376. F. 99.)

 

Λέων καὶ ὄνος κοινωνίαν πρὸς ἀλλήλους σπεισάμενοι ἐξηλθεν ἐπὶ θήραν. Γενομένων δὲ αὐτῶν κατά τι σπήλαιον, ἐν ὧι ἦσαν ἄγριαι αἶγες, ὁ μὲν λέων πρὸ τοῦ στομίου στὰς ἐξιούσας περετηρεῖτο, ὁ δὲ εἰσελθὼν ἤλαυνεν αὐτὰς, καὶ ὠγκᾶτο ἐκφοβεῖν βουλόμενος. Τοῦ δὲ λέοντος τὰς πλείστας συλλαβόντος, ἐξελθὼν ἐκεῖνος ἐπυνθάνετο αὐτοῦ, εἰ γενναίως ἠγωνίσατο καὶ τὰς αἶγας ἐδίωξεν; Ὁ δὲ εἶπεν· «ἀλλ᾿ εὖ ἴσθι, ὅτι κἀγὼ ἄν σε ἐβοήθην, εἰ μὴ ἤιδειν ὄνον ὄντα σε.»

Οὕτως οἱ παρὰ τοῖς εἰδόσιν ἀλαζονευόμενοι εἰκότως γέλωτα ὀφλισκάνουσι.