BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

[126]

257b.

Ἄλλως.

(C. 218.)

 

Λέων ποτὲ καύμτος ὥραι ἔν τινι σπηλαίωι ἀνεπαύετο. Μυὸς δὲ διὰ τῆς χαίτης αὐτοῦ διαδραμόντος, ταραχθεὶς καὶ ἐξαναστὰς φοβερὸν ἀπέβλεπεν. Ἀλώπεκος δὲ καταγελώσης εἶπεν· «οὐ τὸν μῦν ἐφοβήθην, ἀλλὰ τὴν κακὴν ὁδὸν καὶ συνήθειαν ἀνατρέπω.»

Ὅτι τῆι κακῆι συνηθεἰαι οὐ δεῖ παρέχειν ἄδειαν· νομὴν γὰρ λαβοῦσα λύπην ἐσχάτην ποιεῖ.