BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

249.

Λέων καὶ Γεωργός.

(S. 138. C. 221 et p. 375. F. 110. B. 98.)

 

Λέων ἐρασθεὶς θυγατρός τινος γεωργοῦ ταύτην [122] ἐμνηστεύσατο· ὁ δὲ μὴ ἐκδοῦναι θηρίωι τὴν θυγατέρα ὑπομένων, μηδὲ ἀρνεῖσθαι διὰ τὸν φόβον δυνάμενος, τοιοῦτόν τι ἐπενόησεν. Ἐπειδὴ συνεχῶς ὁ λέων αὐτῶι ἐπέκειτο, ἔλεγεν, ὡς νυμφίον αὐτὸν τῆς θυγατρὸς δοκιμάζει· μὴ ἄλλως δὲ αὐτῶι δύνασθαι ἐκδοῦναι, ἐὰν μὴ τοὺς ὀδόντας ἐξέληται καὶ τοὺς ὄνυχας ἐκτέμηι· τούτους γὰρ δεδοικέναι τὴν κόρην ἔφη. Τοῦ δὲ ῥαιδίως διὰ τὸν ἔρωτα ἑκάτερον ὑπομείναντος, ὁ γεωργὸς καταφρονήσας αὐτοῦ, ὡς παρεγένετο πρὸς αὐτὸν, ῥοπάλοις παίων αὐτὸν ἐξήλασεν.

Οὕτως οἱ ῥαιδίως τοῖς ἐχθροῖς πιστεύοντες, ὅταν τῶν ἰδίων πλεονεκτημάτων ἑαυτοὺς ἀπογυμνώσωσιν, εὐάλωτοι τούτοις γίνονται, πρότερον φοβεροὶ καθεστηκότες.